Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

" Θεῷ μὲν τῷ ἐπὶ πᾶσιν, ὥς τις ἀνὴρ σοφὸς ἔφη, μηδὲν τῶν αἰσθητῶν μήτε θυμιῶντες μήτ’ ἐπονομάζοντες· οὐδὲν γὰρ ἔνυλον ὃ μὴ τῷ ἀύλῳ εὐθύς ἐστιν ἀκάθαρτον. διὸ οὐδὲ λόγος τούτῳ ὁ κατὰ φω- [*](28 Θεῷ — ] Porphyr. De abstin. 2, 34.)

v.1.p.176
νὴν οἰκεῖος, οὐδ᾿ ὁ ἔνδον, ὅταν πάθει ψυχῆς ᾖ μεμολυσμένος· διὰ δὲ σιγῆς καθαρᾶς καὶ τῶν περὶ αὐτοῦ καθαρῶν ἐννοιῶν θρησκεύομεν αὐτόν. δεῖ ἄρα συναφθέντας καὶ ὁμοιωθέντας αὐτῷ τὴν αὑτῶν ἀναγωγὴν θυσίαν ἱερὰν προσάγειν τῷ θεῷ, τὴν αὐτὴν δὲ καὶ ὕμνον οὖσαν καὶ ἡμῶν σωτηρίαν. ἐν ἀπαθείᾳ ἄρα τῆς ψυχῆς, τοῦ δὲ θεοῦ θεωρίᾳ ἡ θυσία αὕτη τελεῖται.”

“Τοῖς δὲ αὐτοῦ ἐκγόνοις, νοητοῖς δὲθεοῖς, ἤδη καὶ τὴν ἐκ τοῦ λόγου ὑμνῳδίαν προσθετέον. ἀπαρχὴ γὰρ ἑκάστῳ ὧν δέδωκεν ἡ θυσία, καὶ δι᾿ ὡς ἡμῶν τρέφει καὶ εἰς τὸ εἶναι συνέχει τὴν οὐσίαν. ὡς οὖν γεωργὸς δραγμάτων ἀπάρχεται καὶ τῶν ἀκροδρύων, οὕτως ἡμεῖς ἀπαρξώμεθα αὐτοῖς ἐννοιῶν τῶν περὶ αὐτῶν καλῶν, εὐχαριστοῦντες ὧν ἡμῖν δεδώκασι τὴν θεωρίαν, καὶ ὅτι ἡμᾶς διὰ τῆς αὐτῶν θέας ἀληθινῶς τρέφουσι, συνόντες καὶ φαινόμενοι καὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ ἐπιλάμποντες.”

Ταῦτα μὲν οὖν οὗτος. ἀδελφὰ δὲ αὐτῷ καὶ συγγενῆ περὶ τοῦ πρώτου καὶ μεγάλου θεοῦ ἐν τῷ Περὶ θυσιῶν ὁ παρὰ τοῖς πολλοῖς ᾀδόμενος αὐτὸς ἐκεῖνος ὁ Τυανεὺς Ἀπολλώνιος γράφειν τοιάδε λέγεται

“Οὕτως τοίνυν μάλιστα ἄν τις, οἶμαι, τὴν προσήκουσαν ἐπιμέλειαν ποιοῖτο τοῦ θείου, τυγχάνοι τε αὐτόθεν ἵλεῶώ τε καὶ εὐμενοῦς αὐτοῦ παρ᾿ ὅντινα οὖν μόνος ἀνθρώπων, εἰ θεῷ μὲν, ὃν δὴ πρῶτον ἔφαμεν, ἑνί τε ὄντι κεχωρισμένῳ πάντων, μεθ᾿ ὃν γνωρίζεσθαι τοὺς λοιποὺς ἀναγκαῖον, μὴ θύοι τι τὴν ἀρχὴν, μήτε ἀνάπτοι πῦρ, μήτε καθόλου τι τῶν αἰσθητῶν ἐπονομάζοι· (δεῖται γὰρ οὐδενὸς οὐδὲ παρὰ τῶν κρειττόνων ἤπερ ἡμεῖς, οὐδ᾿ ἔστιν ὃ τὴν ἀρχὴν ἀνίησι γῆ φυτὸν, ἢ τρέφει ζῷον, ἢ ἀὴρ, ᾧ μὴ πρόσ-

v.1.p.177
εστί γέ τι μίασμα ·) μόνῳ δὲ χρῷτο πρὸς αὐτὸν ἀεὶ τῷ κρείττονι λόγῳ, λέγω δὲ τῷ μὴ διὰ στόματος ἰόντι, καὶ παρὰ τοῦ καλλίστου τῶν ὄντων διὰ τοῦ καλλί- στου τῶν ἐν ἡμῖν αἰτοίη τἀγαθά· νοῦς δέ ἐστιν οὑτος, ὀργάνου μὴ δεόμενος. οὐκοῦν κατὰ ταῦτα ούδαμῶς τῷ μεγάλῳ καὶ ἐπὶ πάντων θεῷ θυτέον."

Τούτων δὲ ὧδε ἐχόντων θέα δὴ λοιπὸν ὁποῖα περὶ τοῦ ζῳοθυτεῖν ὁ πρότερος ἱστορεῖ συγγραφεὺς, μάρτυρα τοῦ λόγου τὸν Θεόφραστον ἀνακαλούμενος ·

‘‘Πόρρω δὲ τῶν περὶ τὰς θυσίας ἀπαρχῶν τοῖς ἀνθρώποις προιουσῶν παρανομίας ἡ τῶν δεινο- τάτων θυμάτων παράληψις ἐπεισήχθη ὠμότητος πλήρης, ὡς δοκεῖν τὰς πρόσθεν λεχθείσας καθ’ ἡμῶν ἀρὰς νῦν τέλος εἰληφέναι, σφαξάντων τῶν ἀνθρώπων καὶ τοὺς βωμοὺς αἱμαξάντων , ἀφ’ οὗ λιμῶν τε καὶ πολέμων πειραθέντες αἱμάτων ἥψαντο. τοιγαροῦν τὸ δαιμόνιον, ὥς φησιν ὁ Θεόφραστος , τούτων ἐκατέρων νεμεσῆσαν, ἐπιθεῖναι τὴν πρέπουσαν ἔοικε τιμωρίαν· καθὸ οἶ μὲν ἄθεοι γεγόνασι τῶν ἀνθρώπων, οἶ δὲ κακόφρονες μᾶλλον ἢ κακόθεοι λεχθέντες ἂν ἐν δίκῃ, διὰ τὸ φαύλους καὶ μηδὲν ἡμῶν βελτίους ἡγεῖσθαι τὴν φύσιν εἶναι τοὺς θεούς. οὕτως οἱ μὲν ἄθυτοι φαίνονται γενέσθαι τινὲς, οἱ δὲ κακόθυτοι καὶ παρανόμων ἁψάμενοι θυμάτων. "

Πάλιν δὲ ὁ αὐτὸς προστίθησι καὶ ταῦτα

Ὡν δὴ τοῦτον ἐχόντων τὸν τρόπον, εἰκότως ὁ Θεόφραστος ἀπαγορεύει μὴ θύειν τὰ ἔμψυχα τοὺς τῷ ὄντι εὐσεβεῖν ἐθέλοντας , χρώμενος καὶ τοιαύταις ἄλλαις αἰτίαις."

Καὶ ἐπιλέγει

" Καὶ μὴν θύειν δεῖ ἐκεῖνα ἃ θύοντες οὐδένα πημανοῦμεν· οὐδὲν γὰρ ὡς τὸ θῦμα ἀβλαβὲς εἶναι

v.1.p.178
χρή πάβι. ΐί λίγοι τις ότι ονχ ήττον των καρ- πών καϊ τά ζώα ημϊν εις χρήΰιν ό θεός δέδωκεν, άλλ' ονν γε έπιθνομένων των ζώων φέρει τινά βλά- βην αντοίς, ίίτε της ψνχής νοαφιζομένων. ου τέον ονν ταύτα' ή,γαρ θυσία οαία τις έΰτι κατά τον- νομα οβίος δΐ ουδείς ος εκ των αλλότριων άποδίδωαι χάριτας, καν καρπούς λάβη, καν φυτά μή έθέλον- (ΐ τος. πώς γαρ όΰιον αδικούμενων των αφαιρεθέντων; ει δε ούδϊ καρπών ό άψάμενος αλλότριων όαίως θύει, τά γε_τούτων τιμιώτερα παντελώς ονχ οΰιον άφαιρονμένονς τινών θύειν· το γαρ δεινό ν οντω γί- νεται μείζον, ή ψνχή δε πολλω τιμιώτερον τών έκ γης φνομένων, ην άφαιρεϊσθαι Ονοντα ζώα ον προα- ήκεν."

  • Καϊ έπιλέγει
  • “Ἀφεκτέον άρα τών ζώων έν ταΐς θυσίαις.”
  • Καὶ πάλιν φησὶ
  • “Τό τοίννν μη όαιον μήτ' ενδάπανον ον
  • ϋντέον.”

  • Καϊ εξής ζο