Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Τὰ μὲν παραστάντα τοῖς κρατίστοις τῶν φιλοσόφων καὶ τοῖς παλαιοῖς καὶ πρώτοις τῆς ῾Ρωμαίων ἡγεμονίας περὶ τῆς Ἑλληνικῆς θεολογίας τοιαῦτα ἦν, οὐδαμῶς φυσιολογίας ἐν τοῖς περὶ θεῶν μύθοις πα- ραδεχόμενα, οὐδέ γε τὰς σεμνοφανεῖς καὶ σοφιστικὰς τερθρείας.
ἡμεῖς γε μὴν ἐπείπερ ἅπαξ ὡρμήθημεν καὶ ἐπὶ τὸν τούτων ἔλεγχον, φέρε τὰς ἑρμηνείας αὐτῶν καὶ θεωρίας, τί ποτε ἄρα σεμνὸν καὶ θεοπρεπὲς ἐπικομίζονται, συνίδωμεν, μηδὲν μὲν ἐξ ἡμῶν, πάντα δὲ ταῖς αὐτῶν φωναῖς συγχρώμενοι, ὡς ἂν παρ᾿ αὐτῶν αὖθις τὰ αὐτῶν σεμνὰ καὶ ἀπόρρητα καταμάθωμεν.
Μυρίοις μὲν οὖν ἄλλοις τῶν φιλοσοφεῖν ἐπαγ- γελλομένων πολὺς περὶ τούτων εἰσῆκται πόνος, διαφόρους τὰς αὐτῶν εὑρεσιλογίας πεποιημένοις, καὶ τὸ παραστὰν καὶ δόξαν ἑκάστῳ τοῦτ᾿ εἶναι τὸ ἀληθὲς ἀπισχυριζομένοις· ἐμοὶ δὲ ἐξαρκεῖ τὰς ἀποδείξεις ἀπὸ τῶν μάλιστα διαφανῶν καὶ πᾶσι τοῖς φιλοσόφοις γνωρίμων κλέος τε οὐ μικρὸν φιλοσοφίας παρ᾿ Ἕλλησιν ἀπενηνεγμένων παρασχεῖν.
ὧν πρώτου λαβὼν ἀνάγνωθι τοῦ Χαιρωνέως Πλουτάρχου τὰς περὶ τῶν προκειμένων φωνὰς, ἐν αἷς σεμνολογῶν παρατρέπει τοὺς μύθους ἐφ᾿ ἅς φησιν εἶναι μυστηριώδεις θεο-
Καὶ τί με δεῖ ταῦτα προλαμβάνειν, αὐτοῦ παρὸν ἀκοῦσαι τοῦ ἀνδρὸς ὧδέ πως ἐν οἷς ἐπέγραφε Περὶ τῶν ἐν Πλαταιαῖς Δαιδάλων τὰ λανθάνοντα τοὸς πλλοὺς τῆς ἀπορρήτου περὶ θεῶν φυσιολουίας ἐκφαίνοντος
‘‘Ὅτι μὲν οὖν ἡ παλαιὰ φυσιολογία καὶ παρ’ Ἕλλησι καὶ βαρβάροις λόγος ἦν φυσικὸς ἐγκεκρυμ μένος μύθοις, τὰ πολλὰ δι’ αἰνιγμάτων καὶ ὑπονοιῶν ἐπίκρυφος καὶ μυστηριώδης θεολογία, τά τε λαλούμενα τῶν σιγωμένων σαφέστερα τοῖς πλλοῖς ἔχοντα καὶ τὰ σιγώμενα τῶν λαλουμένων ὑποπτότερα, δῆλόν ἐστιν ἐν τοῖς Ὀρφικοῖς ἐπεσι καὶ τοῖς Αἰγυπτιακοῖς καὶ Φρυγίοις λογοις· μάλιστα δὲ οἱ περὶ τὰς τελετὰς ὀρυασμοὶ καὶ τὰ δρώμενα συμβολικῶς ἐν ταῖς ἱε ρουργίαις τὴν τῶν παλαιῶν ἐμφαίνει διάνοιαν.
Οἷον, ἱνα μὴ μακρὰν τῶν ἐνστηκότων λόγων βαδίζωμεν, οὐ νομίζουσιν ουδε ἀξιοῦσι κοινωνίαν εἶναι πρὸς Διόνυσον Ἥρᾳ· φυλάσσονται δὲ συμμιγνύναι τὰ ἱερὰ καὶ τὰς Ἁθήνησιν ἱερείας ἀπαντώσας φαςὶν ἀλλή [*](16 Ὅτι μέν οὖν —] Haec inter Frangmenta Plutarchi posuit Wyttenb. Vol. 5. P. 754—762.)
Τοῦτο δὴ τὸ συμβολικὸν εἶδος ἐν τοῖς λόγοις καὶ τοῖς μύθοις μᾶλλόν ἐστιν. οἷον, ἱστοροῦσι τὴν Ἥραν ἐν τῇ Εὐβοίᾳ τρεφομένην ἔτι παρθένον ὑπὸ τοῦ Διός κλαπῆναι, καὶ διακομισθεῖσαν ἐνταῦθα κρύπτεσθαι, Κιθαιρῶνος αὐτοῖς ἐπίσκιόν τινα μυχὸν καὶ θάλαμον αὐτοφυῆ παρασχόντος. ἐλθούσης δὲ τῆς Μακρίδος κατὰ ζήτησιν — ἦν δὲ Ἤρας τιθήνη — καὶ βουλομένης ἐρευνᾶν οὐκ ἐᾶν τὸν Κιθαιρῶνα πολυπραγμονεῖν, οὐδὲ τῷ χωρίῳ προσάγειν, ὡς τοῦ Διὸς ἐκεῖ τῇ Λητοῖ συναναπαυομένου καὶ συνδιατρίβον- τος. ἀπελθούσης δὲ τῆς Μακρίδος, οὕτω τότε μὲν διαλαθεῖν τὴν Ἥραν, ὕστερον δὲ τῇ Λητοῖ χάριν ἀπομνημονεύουσαν ὁμοβώμιον θέσθαι καὶ σύνναον, ὥστε καὶ Λητοῖ μυχίᾳ προθύεσθαι· τινὲς δὲ νυχίαν λέγουσι. σημαίνεται δὲ ἐν ἑκατέρῳ τῶν ὀνομάτων τὸ κρύφιον καὶ διαλεληθός. ἔνιοι δὲ τὴν Ἥραν αὐτὴν ἐκεῖ τῷ Διὶ λάθρα συνοῦσαν καὶ λανθάνουσαν οὕτω Λητώ φασιν νυχίαν προσηγορεῦσθαι· φανερῶν δὲ τῶν γάμων γενομένων, καὶ περὶ τὸν Κιθαιρῶνα πρῶτον ἐνταῦθα καὶ τὰς Πλαταιὰς τῆς ὁμιλίας ἀνακαλυ-
‟ οἱ δὲ φυσικῶς μᾶλλον καὶ. πρεπόντως ὑπολαμβάνοντες τὸν μῦθον οὕτως εἰς τὸ αὐτὸ τῇ Λητοῖ συνάγουσιν τὴν Ἥραν. γῆ μέν ἐστιν ἡ Ἥρα, καθάπερ εἴρηται, νὺξ δὲ ἡ Λητὼ, λήθω τις οὔσα τῶν εἰς ὕπνον τρεπομένων , νὺξ δὲ οὐδέν ἐστιν ἄλλο πλὴν σκιὰ γῆς· ὅταν γὰρ πλησιάσασα ταῖς δυσμαῖς ἀποκρύψῃ τὸν ἥλιον, ἀναπλατυνομένη μελαίνει τὸν ἀέρα, καὶ τοῦτο ἔστι τὸ ἐκλειπτικὸν ὀλίσθημα τῶν πανσελήνων, ὅταν τῆς σελήνης περιφερομένης ἡ σκιὰ τῆς γῆς ἐπιψαύσῃ καὶ διαθολώσῃ τὸ φέγγος.
‘‘ Ὅτι οὐκ ἄλλη τίς ἐστι τῆς Ἥρας ἡ Λητὼ μάθοιτ’ ἂν ἐνθένδε. τὴν Ἄρτεμιν ἤδη που θυγατέρα Λητοῦς καλοῦμεν , ἀλλὰ καὶ Εἰλήθυιαν τὴν αὐτὴν ὀνομάζομεν· οὐκοῦν ἥ τεἭρα καὶ ἡ Λητὼ δύο εἰσὶ μιᾶς θεοῦ προσηγορίαι. πάλιν, ἐκ μὲν Λητοῦς ὁ ᾿Απόλλων, ἐκ Ἥρας ὁἌρης γέγονε, μία δέ ἐστιν ἀμφοτέρων δύναμις, καὶ κέκληται Ἄρης μὲν ὡς ἀρήγων τοῖς κατὰ βίαν καὶ μάχην συμπτώμασιν , Ἀπόλλων δὲ ὡς ἀπαλλάττων καὶ ἀπολύων τῶν περὶ σῶμα νοσηματικῶν παθῶν τὸν ἄνθρωπον. διὸ καὶ τῶν ἐμτυρωτάτων ἄστρων καὶ πυριφλεγεστάτων ὁ μὲν ἥλιος Ἀπόλλων κέκληται, ὁ δὲ πυροειδὴς Ἄρης ἐπωνόμασται. καὶ οὐκ ἀπότροπόν ἐστι τὴν αὐτὴν θεὸν γαμήλιον λέγεσθαι καὶ μητέρα Εἰληθυίας καὶ ἡλίου νομίζεσθαι. γάμου μὲν γὰρ τέλος γένεσίς ἐστι, γένεσις δὲ ἡ εἰς ἥλιον καὶ φῶς ἐκ σκότους πορεία. καὶ καλῶς ἔφη ὁ ποιητής
“Δεῖ δὲ ἴσως καὶ τὸν εὐηθέστερον μῦθον εἰπεῖν. λέγεται γὰρ ὁ Ζεὺς, τῆς Ἥρας αὐτῷ διαφερομένης καὶ μηκέτι φοιτᾶν εἰς τὸ αὐτὸ βουλομένης, ἀλλὰ κρυπτούσης ἑαυτὴν, ἀμηχανῶν καὶ πλανώμενος Ἀλαλκομένει τῷ αὐτόχθονι συντυχεῖν, καὶ διδαχθῆ- ναι ὑπὸ τούτου ὡς ἐξαπατητέον τὴν Ἥραν, σκηψάμενον γαμεῖν ἑτέραν. συνεργοῦντος δὲ τοῦ Ἀλαλκομένους κρύφα τεμόντας αὐτοὺς εὐκτέανον καὶ παγκάλην δρῦν μορφῶσαί τε αὐτὴν καὶ καταστεῖλαι νυμφικῶς, Δαιδάλην προσαγορεύσαντας· εἶτα οὕτως ἀναμέλπεσθαι μὲν τὸν ὑμέναιον, λουτρὰ δὲ κομίζειν τὰς Τριτωνίδας νύμφας, αὐλοὺς δὲ καὶ κώμους τὴν Βοιωτίαν παρασχεῖν· περαινομένων δὲ τούτων οὐκέτι τὴν Ἥραν καρτερεῖν, ἀλλὰ καταβᾶσαν ἐκ τοῦ Κιθαιρῶνος, τῶν Πλαταιίδων αὐτῇ γυναικῶν ἑπομένων, ὑπ᾿ ὀργῆς καὶ ζηλοτυπίας θέουσαν ἐλθεῖν πρὸς τὸν Δία, καὶ τοῦ πλάσματος φανεροῦ γενομένου διαλλαγεῖσαν μετὰ χαρᾶς καὶ γέλωτος αὐτὴν νυμφαγωγεῖν· τιμὴν δὲ τῷ ξοάνῳ προσθεῖναι καὶ Δαίδαλα τὴν ἑορτὴν προσαγορεῦσαι, κατακαῦσαι δὲ ὅμως αὐτὸ, καίπερ ἄψυχον ὂν, ὑπὸ ζηλοτυπίας.”
“Ὁ μὲν οὖν μῦθος τοιοῦτος, ὁ δὲ λόγος αὐτοῦ τοιόσδε. Ἥρας καὶ Δῖός διαφορὰ καὶ στάσις οὐδὲν ἄλλο πλὴν στοιχείων δυσκρασία καὶ τάραχός ἐστιν, ὅταν ἀλλήλοις μηκέτι συμμετρῆται κατὰ κόσμον, ἀλλὰ καὶ ἀνωμαλίας καὶ τραχύτητος ἐγγενομένης δυσμαχήσαντα λύσῃ τὴν κοινωνίαν καὶ φθορὰν τῶν ὅλων ἀπεργάσηται. ἂν μὲν οὖν ὁ Ζεὺς, τουτ-
Ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας.’’
Ταῦτα μὲν ὁ Πλούταρχος. ἡμεῖς δὲ ἐκ τῶν παρατεθεισῶν αὐτῷ φωνῶν ὡς ἄρα καὶ ἡ θαυμαστὴ καὶ ἀπόρρητος φυσιολογία τῆς Ἑλληνικῆς θεολογίας θεῖον μὲν οὐδὲν, οὐδέ τι μέγα καὶ θεοπρεπὲς καὶ τῆς ἀνατάσεως ἄξιον ἐπήγετο.