Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ δὴ σκόπει πάντα περιαθρῶν οἵων ἡμῖν ἀγαθῶν πάρεστι δοτὴρ ὁ Χριστὸς τοῦ θεοῦ, τοσαύτης νόσου μακρὰς τε καὶ πολυχρονίου πηρώσεως καὶ τὰς Αἰγυπτίων ψυχὰς διὰ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας λελυτρωμένος, ὡς τοὺς πλείους ἤδη τῶν κατ’ Αἴγυπτον καὶ ταύτης ἀπηλλάχθαι τῆς νόσου.

Ἀλλὰ γὰρ τοιαῦτα καὶ τὰ παρ’ Αἰγυπτίοις, ἃ καὶ παλαίτερα τῶν Ἑλληνικῶν ἁπάντων μνημονεύεται. ἔχεις τοιγαροῦν πρὸς τῇ μυθικῇ καὶ τὴν φυσικωτέραν θεολογίαν Ἑλλήνων ὁμοῦ καὶ Αἰγυπτίων, τῶν πάλαι τὴν πολύθεον δεισιδαιμονίαν συστησαμένων, παρ’ οἷς ὅτι μηδέν τι τῶν ἀληθῶς θείων ἀσωμάτων τε καὶ νοερῶν οὐσιῶν ἐγνωρίζετο μεμάθηκας.

πλὴν ἀλλὰ δεδόσθω καὶ συγκεχωρήσθω τουτοισὶ τοῖς μετεωρολέσχαις λέγειν ἀληθῆ, καὶ ἐπιτυγχάνειν ἐν τῇ τῶν ἀλληγορουμένων φυσιολογίᾳ γινέσθω τε αὐτοῖς ὁ ἥλιος ποτὲ μὲν ᾿Απόλλων, c καὶ πάλιν Ὦρος, καὶ Ὄσιρις πάλιν ὁ αὐτὸς, καὶ μυρία ἄλλα ὅσα καὶ θέλοιεν· ὥσπερ οὖν καὶ ἡ σελήνη, ἢ Ἶσις ἢ Ἄρτεμις, καὶ ὅσα ἄν τις ἐξαριθμεῖν βούλοιτο ·

μὴ γὰρ ἔστω ταῦτα θνητῶν ἀνδρῶν, ἀλλ’ αὐτῶν τῶν ἐπουρανίων φωστήρων σημαντικαὶ προσηγορίαι· τὸν ἥλιον ἄρα καὶ τὴν σελήνην καὶ

v.1.p.117
τοὺς ἀστέρας καὶ τὰ λοιπὰ τοῦ κόσμου μέρη ὡς θεοὺς προσκυνητέον.

καὶ ταύτῃ τοιγαροῦν ἡ γενναία τῶν Ἑλλήνων φιλοσοφία ὥσπερ διὰ μηχανῆς πέφηνεν εἰς ὕψος μὲν ἀνάγουσα τὴν ἐπαγγελίαν τοῦ λό- γου, κάτω δὲ περιστρέφουσα ἀμφὶ τὴν αἰσθητὴν καὶ φαινομένην τοῦ θεοῦ δημιουργίαν τὴν τῶν σοφῶν διάνοιαν, καὶ πλέον οὐδὲν ἀλλ᾿ ἢ πῦρ καὶ τὴν θερμὴν οὐσίαν, τά τε μέρη τοῦ κόσμου, διὰ τῶν οὐρανίων φωστήρων, ἔστω δὲ καὶ τὴν ὑγρὰν καὶ τὴν ξηρὰν καὶ τὴν σύγκρασιν τῶν σωμάτων θειάζουσα.

πῶς οὖν οὐ μέγα καὶ θαυμάσιον τὸ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ τοῦ θεοῦ εὐαγγέλιον, πᾶν γένος ἀνθρώπων παιδεῦον τὸνἡλίου καὶ σελήνης θεὸν καὶ δεσπότην καὶ δημιουργὸν τοῦ σύμπαντος κόσμου, αὐτὸν τὸν ἀνωτάτω καὶ ἐπέκεινα τῶν ὅλων, ταῖς προσηκούσαις ἐννοίαις εὐσεβεῖν;

καὶ οὐ τὰ τῶν σωμάτων στοιχεῖα, ἀλλὰ τὸν ζωῆς αὐτῆς καὶ τροφὸν καὶ πάντων τῶν ἀγαθῶν ταμίαν ὑμνεῖν, μέρη τε τοῦ κόσμου τὰ ὁρώμενα καὶ πᾶν τὸ καταληπτὸν σαρκὸς αἰσθήσει, ὡς ἂν τῆς φθαρτῆς ὄντα φύσεως, οὐδαμῶς καταπλήττεσθαι, τὸν δ᾿ ἐν τούτοις ἅπασιν ἀόρατον, καὶ τὸν καθόλου τε καὶ κατὰ μέρος δημιουργικὸν νοῦν μόνον ἀποθαυμάζειν, καὶ θεολογεῖν μίαν μόνην ἐκείνην τὴν διήκουσαν καὶ διακοσμοῦσαν τὰ πάντα θείαν δύναμιν, ἀσώματον οὖσαν καὶ νοερὰν τὴν φύσιν, μᾶλλον δὲ ἄρρητον εἰπεῖν καὶ ἀκατάληπτον, διὰ πάντων, δι᾿ ὧν καὶ ἐνεργεῖ. παραφαινομένην, διήκουσάν τε ἀσωμάτως καὶ ἀσυμπλόκως τὰ πάντα ἐπιπορευομένην, καὶ διὰ πάντων οὐκ οὐρανίων μόνον, ἀλλὰ καὶ τῶν ἐπὶ γῆς, τῶν τε καθόλου στοιχείων καὶ τῶν ἐπὶ μέρους, τὴν τῆς θεότητος διαρκῆ μεγαλουργίαν ἐπιδεικνυμένην, πᾶσί τε ἀφα-

v.1.p.118
νῶς καὶ ἡμῖν ἀνεπαισθήτως ἐπιστατοῦσαν , καὶ λόγοις ἀνεκφράστου σοφίας τὸν σύμπαντα κόσμον διακυβερνῶσαν.

Τοσούτων ἡμῖν ἀποδεδειγμένων εἰς ἔλεγχον τῆς ἀσυστάτου σοφίας ἢ θεολογίας, τῆς τε λεγομένης μυθικωτέρας καὶ τῆς ὑψηλοτέρας δὴ καὶ φυσικωτέρας, ἣν οἶ παλαιοὶ Ἕλληνές τε καὶ Αἰγύπτιοι σεμνύνοντες ἀπεδείχθησαν, ὥρα καὶ τῶν νέων τῶν δὴ καθ’ ἡμᾶς αὐτοὺς φιλοσοφεῖν ἐπαγγελλομένων ἐπαθρῆσαι τὰ καλλωπίσματα · οἳδε γὰρ τὰ περὶ νοῦ δημιουργοῦ τῶν ὅλων καὶ τὰ περὶ ἀσωμάτων ἰδεῶν νοερῶν τε καὶ λογικῶν δυνάμεων τοῖς ἀμφὶ τὸν Πλάτωνα μακροῖς ποθ’ ὕστερον χρόνοις ἐφευρημένα καὶ λογισμοῖς ὀρθοῖς ἐπινενοημένα συμπλέξαι τῇ τῶν παλαιῶν θεολογίᾳ πεπειραμένοι μείζονι τύφῳ τὴν περὶ τῶν μύθων ἐπαγγελίαν ἐξῆραν. ἄκουε δ’ οὖν καὶ τῆς τούτων φυσιολογίας, μεθ’ οἴας ἐξενήνεκται τῷ Πορφυρίῳ ἀλαζονείας·

‟ Φθέγξομαι οἶς θέμις ἐστὶ, θύρας δ’ ἐπίθεσθε βέβηλοι, σοφίας θεολόγου νοήματα δεικὺς , οἶς τὸν θεὸν καὶ τοῦ θεοῦ τὰς δυνάμεις διὰ εἰκόνων συμφύλων αἰσθήσει ἐμήνυσαν ἄνδρες τὰ ἀφανῆ φανεροῖς ὑποτυπώσαντες πλάσμασι, τοῖς καθάπερ ἐκ βίβλων τῶν ἀγαλμάτων ἀναλέγειν τὰ περὶ θεῶν μεμαθηκόσι γράμματα θαυμαστὸν δὲ οὐδὲν ξύλα καὶ λίθους ἡγεῖσθαι τὰ ξόανα τοὺς ἀμαθεστάτους , καθὰ δὴ καὶ τῶν γραμμάτων οἱ ἀνόητοι λίθους μὲν ὁρῶσι τὰς στήλας, ξύλα δὲ τὰς δέλτους, ἐξυφασμένην δὲ πάπυρον τὰς βιβλους.”

Τοιαῦτα δὲ ὡς ἐν προοιμίῳ κατακοσμήσας ἄκουε οἷα προιὼν ἐξῆς γράφει πρὸς λέξιν

v.1.p.119

‟ Φωτοειδοῦς δὲ ὄντος τοῦ θείου καὶ ἐν πυρὸς αἰθερίου περιχύσει διάγοντος, ἀφανοῦς τε τυγχάνοντος αἰσθήσει περὶ θνητὸν βίον ἀσχόλῳ, διὰ μὲν τῆς διαυγοῦς ὕλης, οἶον κρυστάλλου ἢ Παρίου λίθου ἢ καὶ ἐλέφαντος, εἰς τὴν τοῦ φωτὸς αὐτοῦ ἔννοιαν ἐνῆγε, διὰ δὲ τῆς τοῦ χρυσοῦ εἰς τὴν τοῦ πυρὸς διανόησιν, καὶ τὸ ἀμίαντον αὐτοῦ, ὅτι χρυσὸς οὐ μιαίνεται.

πολλοὶ δὲ αὖ καὶ μέλανι λίθῳ τὸ ἀφανὲς αὐτοῦ τῆς οὐσίας ἐδήλωσαν, καὶ ἀνθρωποειδεῖς μὲν ἀπετύπουν τοὺς θεοὺς ὅτι λογικὸν τὸ θεῖον, καλοὺς δὲ, ὅτι κάλλος ἐν ἐκείνοις ἀκήρατον· διαφόροις δὲ σχήμασι καὶ ἡλικίαις, καθέδραις τε καὶ στά- σεσι καὶ ἀμφιάσεσι, καὶ τοὺς μὲν ἄρρενας, τὰς δὲ θηλείας, καὶ παρθένους , καὶ ἐφήβους , ἢ γάμου πεῖραν εἰληφότας, εἰς παράστασιν αὐτῶν τῆς διαφορᾶς.

ὅθεν πᾶν τὸ λευκὸν τοῖς οὐρανίοις θεοῖς ἀπένειμαν, σφαῖράν τε καὶ τὰ σφαιρικὰ πάντα ἰδίως τε κόσμῳ καὶ ἡλίῳ καὶ σελήνῃ, ἔσθ’ ὅπου δὲ καὶ τύχῃ καὶ ἐλπίδι· κύκλον δὲ καὶ τὰ κυκλικὰ αἰῶνι καὶ τῇ κατὰ τὸν οὐρανὸν κινήσει ταῖς τε ἐν αὐτῷ ζώναις καὶ τοῖς κύκλοις · κύκλων δὲ τμήματα τοῖς σχηματισμοῖς τῆς σελήνης· πυραμίδας δὲ καὶ ὀβελίσκους τῇ πυρὸς οὐσίᾳ , καὶ διὰ τοῦτο τοῖς Ὀλυμπίοις θεοῖς · ὥσπερ αὖ κῶνον μὲν ἡλίῳ, γῇ δὲ κύλινδρον, σπορᾷ δὲ καὶ γενέσει φάλητα, καὶ τὸ τρίγωνον σχῆμα διὰ τὸ μόριον τῆς θηλείας.”

Ταῦτα ὁ θαυμαστὸς φιλόσοφος, ὧν τί ἂν γένοιτο ἀσχημονέστερον τὰ αἰσχρὰ σεμνολογοῦσιν, τί δὲ βιαιότερον τὰς ἀψύχους ὕλας, χρυσὸν καὶ λίθον καὶ τὰ τοιαῦτα, εἰκόνας φέρειν τοῦ φωτὸς τῶν θεῶν καὶ τῆς οὐρανίου καὶ αἰθερίου φύσεως δηλώματα φάσκειν; ὅτι δὲ τῶν νέων ἐστὶ ταῦτα σοφίσματα,

v.1.p.120
μηδ’ ὄναρ τῶν παλαιῶν εἰς ἐνθύμησιν ἐλθόν, γνοίης ἂν μαθὼν ὅτι καὶ ἀπόβλητα ἦν παρὰ τοῖς προτέροις τὰ διὰ χρυσοῦ καὶ τῆς νομιζομένης πολυτελεστέρας ὕλης ξόανα. λέγει δ’ οὖν Πλούταρχος ὧδέ πη κατὰ λέξιν

‟῾Η δὲ τῶν ξοάνων ποίησις ἀρχαῖον ἔοικεν εἶναί τι καὶ παλαιὸν, εἴ γε ξύλινον μὲν ἦν τὸ πρῶτον εἰς Δῆλον ὑπὸ Ἐρυσίχθονος Ἀπόλλωνι ἐπὶ τῶν θεωριῶν ἄγαλμα, ξύλινον δὲ τὸ τῆς Πολιάδος ὑπὸ τῶν αὐτοχθόνων ἱδρυθὲν , ὃ μέχρι νῦν Ἀθηναῖοι διαφυλάττουσιν. Ἥρας δὲ καὶ Σάμιοι ξύλινον εἶχον

  • ἕδος, ὥς φησι Καλλίμαχος
  • Οὔπω Σκέλμιον ἔργον ἐύξοον, ἀλλ’ ἐπὶ τεθμὸν
  • δηναιὸν γλυφάνων ἄξοος ἦσθα σανίς.
  • ὧδε γὰρ ἱδρύοντο θεοὺς τότε· καὶ γὰρ Ἀθήνης
  • ἐν Λίνδῳ Δαναὸς λᾶαν ἔθηκεν ἕδος.
  • λέγεται δὲ Πείρας ὁ πρῶτος Ἀργολίδος Ἥρας ἱερὸν εἱσάμενος τὴν ἑαυτοῦ θυγατέρα Καλλίθυιαν ἱέρειαν καταστήσας, ἐκ τῶν περὶ Τίρυνθα δένδρων ὄγχνην τεμὼν εὐκτέανον Ἥρας ἄγαλμα μορφῶσαι. πέτραν μὲν γὰρ εἰς θεοῦ κόπτειν εἰκόνα σκληρὰν καὶ δύσεργον καὶ ἄψυχον οὐκ ἐβούλοντο, χρυσὸν δὲ καὶ ἄργυρον ἡγοῦντο γῆς ἀκάρπου καὶ διεφθαρμένης χρώματα νοσώδη καὶ κηλῖδας ἐξανθεῖν ὥσπερ μώλωπας ὑπὸ πυρὸς ῥαπισθείσης · ἐλέφαντι δὲ παίζοντες μὲν ἴσθ’ ὅπου προσεχρῶντο , ποικίλματι τρυφῆς.”

    Ταῦτα ὁ Πλούταρχος· καὶ τούτου δὲ πολὺ πρότερον ὁ Πλάτων’ οὐδὲν εἶναι σεμνὸν οὐδὲ προσεοικὸς θείᾳ φύσει ἐν χρυσῷ καὶ λίθοις καὶ ἐλέφαντι [*](4 Πλούταρχος] Inter Pragmenta ap. Wyttenb. vol. 762.)

    v.1.p.121
    τοῖς τε ἐξ ὕλης ἀψύχου κατασκευάσμασιν εὖ μάλα εἰδὼς, ἐπάκουσον ἐν τοῖς Νόμοις ὁποῖα διατάττεται

    “Γῆ μὲν οὖν ἑστία τε οἰκήσεως ἱερὰ πᾶσι πάντων θεῶν· μηδεὶς οὖν δευτέρως ἱερὰ καθιερούτω θεοῖς. χρυσὸς δὲ καὶ ἄργυρος ἐν ἄλλαις πόλεσιν ἰδίᾳ τε καὶ ἐν ἱεροῖς ἐπίφθονόν ἐστι κτῆμα, ἐλέφας δὲ ἀπολελοιπότος ψυχὴν σώματος οὐκ εὐαγὲς ἀνάθημα· σίδηρος δὲ καὶ χαλκὸς πολέμων ὄργανα.’’

    Ταῦτα δὲ σαφῆ περιέχειν ἡγοῦμαι τῆς προτεθείσης ἀνατροπὴν φυσιολογίας , ἧς φέρε καὶ τὰ λοιπὰ ἐπιθεωρήσωμεν. ἐπάκουσον οὖν οἶά φησιν