Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τοιαῦτα καὶ τὰ περὶ τῆς γενναίας τῶν σοφῶν Αἰγυπτίων φυσιολογίας τέθειται ὁ δεδηλωμένος, Αἰγυπτίων διασαφήσας ἡμῖν τὰ ἀπόρρητα, ὅτι τε ὕδωρ καὶ πῦρ σέβουσι, καὶ μία λογικῶν καὶ ἀλόγων οὐ μόνον σωμάτων, ἀλλὰ καὶ ψυχῆς οὐσία κέκριται εἶναι παρ’ αὐτοῖς , ὡς εὐλόγως αὐτῷ δοκεῖν θεοὺς ἀνηγορεῦσθαι τὰ θηρία.

καίτοι πῶς οὐ παραλογώτατον εἰς θεοποιίαν παραλαμβάνειν τὴν ἄλογον καὶ θηριώδη φύσιν, διὰ τὸ τῆς ἴσης, ὥς φασιν, ἀνθρώποις μετέχειν ψυχῆς ; ἐχρῆν γὰρ, εἴπερ ἄρα, ἀνθρώπους καὶ αὐτὰ ἡγεῖσθαι , καὶ τῆς ἀνθρωπείας αὐτοῖς δόξης τε καὶ τιμῆς μεταδιδόναι.

οἱ δὲ τοῦτο μὴ πράξαντες, τὰ πρὸς αὐτῆς τῆς φύσεως ἄλογα θηρία γενόμενα, καὶ ταύτην εἰληχότα τὴν ἐπωνυμίαν, καὶ οὐδὲ τῆς ἀνθρώπων προσρήσεως ἠξιωμένα, οὐδ’ ὁμοίως ἀνθρώποις ἠξίωσαν ἀποδέξασθαι · τὴν ἀνωτάτω δὲ τοῦ παμβασιλέως προσηγορίαν καὶ τοῦ τῶν ἁπάντων δημιουργοῦ θεοῦ φέροντες εἰς

v.1.p.116
τὴν θηρίων φύσιν καταβεβλήκασι, καὶ θεοὺς ἐπεφήμισαν ἃ μηδὲ τῆς ἀνθρώπων πρὸς αὐτοῦ τοῦ θεοῦ κατηξίωται προσηγορίας.

ἐπὶ τούτοις ἀκήκοας καὶ τῆς θεοσοφίας τῆς μυστικῆς, δι’ ἣν οἶ θαυμάσιοι τῶν Αἰγυπτίων λύκους καὶ κύνας καὶ λέοντας ἐσεβάσθησαν· ἔγνως καὶ τοῦ κανθάρου τὸ θαῦμα καὶ ἱέρακος τὴν ἀρετήν· μὴ δὴ γέλα τοῦ λοιποῦ τοὺς θεοὺς, ἐλέει δὲ τῆς πολλῆς εὐηθείας καὶ ἀβλεψίας τὸ τρισάθλιον ἀνθρώπων γένος.

καὶ δὴ σκόπει πάντα περιαθρῶν οἵων ἡμῖν ἀγαθῶν πάρεστι δοτὴρ ὁ Χριστὸς τοῦ θεοῦ, τοσαύτης νόσου μακρὰς τε καὶ πολυχρονίου πηρώσεως καὶ τὰς Αἰγυπτίων ψυχὰς διὰ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας λελυτρωμένος, ὡς τοὺς πλείους ἤδη τῶν κατ’ Αἴγυπτον καὶ ταύτης ἀπηλλάχθαι τῆς νόσου.