Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟ Τούτους δὲ τοὺς θεοὺς, τὸν Ἥλιον, φασὶ, καὶ τὴν Σελήνην, Ὄσιριν ὄντας κατ’ Αἰγυπτίους καὶ ᾿Ισιν, τὸν σύμπαντα κόσμον διοικεῖν τρέφοντάς τε καὶ αὔξοντας πάντα τριμερέσιν ὥραις, ἀοράτῳ κινήσει τὴν περίοδον ἀπαρτιζούσαις , τῇ τε ἐαρινῇ καὶ θερινῇ καὶ χειμερινῇ· ταύτας δὲ ἐναντιωτάτην ἀλλήλαις τὴν φύσιν ἐχούσας ἀπαρτίζειν τὸν ἐνιαυτὸν ἀρίστῃ συμφωνίᾳ.

φύσιν δὲ συμβάλλεσθαι πλείστην εἰς τὴν τῶν ἀπάντων ζωογονίαν τῶν θεῶν τούτων, τὸν μὲν πυρώδους καὶ πνεύματος, τὴν δὲ ὑγροῦ καὶ ξηροῦ, κοινῇ δ’ ἀμφοτέρους ἀέρος· καὶ διὰ τούτων πάντα γεννᾶσθαι καὶ τρέφεσθαι. διὸ καὶ τὸ μὲν ἅπαν σῶμα τῆς τῶν ὅλων φύσεως ἑ ’ξ ἡλίου καὶ σελήνης ἀπαρτίζεσθαι, τὰ δὲ τούτων μέρη πέντε τὰ προειρημένα , τὸ πνεῦμα καὶ τὸ πῦρ καὶ τὸ ξηρὸν, ἔτι δὲ τὸ ὑγρὸν, καὶ τὸ τελευταῖον τὸ ἀερῶδες, ὥσπερ ἐπ’ ἀνθρώπου κεφαλὴν καὶ χεῖρας καὶ πόδας καὶ τὰ ἄλλα μέρη καταριθμοῦμεν, τὸν αὐτὸν τρόπον τὸ σῶμα τοῦ κόσμου συγκεῖσθαι πᾶν ἐκ τῶν προειρημένων.

τούτων δ’ ἕκαστον θεὸν νομίσαι, καὶ προσηγορίαν ἰδίαν ἑκάστῳ θεῖναι κατὰ τὸ οἰκεῖον, τοὺς πρώτους διαλέκτῳ χρησαμένους διηρθρωμένῃ τῶν κατ’ Αἴγυπτον ἀνθρώπων. τὸ μὲν οὖν πνεῦμα Δία προσαγορεῦσαι μεθερμηνευομένης τῆς λέξεως · ὃν αἴτιον ὄντα τοῦ ψυχικοῦ τοῖς ζῴοις ἐνόμισαν ὑπάρχειν πάντων οἱονεί τινα πατέρα.

συμφωνεῖν δὲ τούτοις φασὶ καὶ τὸν ἐπιφανέστατον τῶν παρ’ Ἕλλησι ποιητῶν ἐπὶ τοῦ θεοῦ τοῦτο λέγοντα , πατὴρ ἀνδρῶν τε θεῶν τε.᾿ τὸ δὲ πῦρ μεθερμηνευόμενον Ἥφαιστον ὀνομάσαι, νομίσαντας μέγαν εἶναι θεὸν καὶ πολλὰ

v.1.p.108
συμβάλλεσθαι πᾶσιν εἰς γένεσίν τε καὶ τελείαν αὔξησιν. τὴν δὲ γῆν ὥσπερ ἀγγεῖόν τι τῶν φυομένων ὑπολαμβάνοντας μητέρα προσαγορεῦσαι· καὶ τοὺς Ἕλληνας δὲ ταύτην παραπλησίως Δήμητρα καλεῖν, βραχὺ μετατεθείσης διὰ τὸν χρόνον τῆς λέξεως.

τὸ γὰρ παλαιὸν ὀνομάζεσθαι γῆν μητέρα, καθάπερ καὶ τὸν Ὀρφέα προσμαρτυρεῖν λέγοντα,

  • Γῆ μήτηρ πάντων, Δημήτηρ πλουτοδότειρα.
  • τὸ δ’ ὑγρὸν ὀνομάσαι λέγουσι τοὺς παλαιοὺς ὠκεανὸν, ὃ μεθερμηνευόμενον μὲν εἶναι τροφῆς μητέρα, παρ’ ἐνίοις δὲ τῶν Ἑλλήνων ὠκεανὸν ὑπάρχειν ὑπειλῆφθαι, περὶ οὑ καὶ τὸν ποιητὴν λέγειν
  • Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν.
  • οἶ γὰρ Αἰγύπτιοι νομίζουσιν ὠκεανὸν εἶναι τὸν παρ’ αὐτοῖς ποταμὸν Νεῖλον , πρὸς ᾧ καὶ τὰς τῶν θεῶν γενέσεις ὑπάρξαι. τῆς γὰρ πάσης οἰκουμένης κατὰ μόνην τὴν Αἴγυπτον εἷναι πόλεις πολλὰς ὑπὸ τῶν ἀρχαίων θεῶν ἐκτισμένας· οἶον Δῖός, Ἡλίου, Ἑρμοῦ, Ἀπόλλωνος, Πανὸς, Εἰληθυίας, ἄλλων πλειόνων.

    τὸν δὲ ἀέρα προσαγορεῦσαί φασιν Ἀθηνᾶν, μεθερμηνευομένης τῆς λέξεως, καὶ Δῖός θυγατέρα γε νομίσαι ταύτην, καὶ παρθένον ὑποστήσασθαι διά τε τὸ ἄφθορον εἶναι φύσει τὸν ἀέρα καὶ τὸν ἀκρότατον ἐπέχειν τόπον τοῦ σύμπαντος κόσμου · διόπερ ἐκ τῆς κορυφῆς τοῦ Δῖός μυθολογηθῆναι γενέσθαι ταύτην. ὠνομάσθαι δὲ αὐτὴν καὶ τριτογένειαν ἀπὸ τοῦ τρὶς μεταβάλλειν τὴν φύσιν αὐτῆς κατ’ ἐνιαυτὸν, ἔαρος καὶ θέρους καὶ χειμῶνος.