Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τοῦ δὲ χρησμοῦ τὸ ψεῦδος καὶ ἄλλως ἔστιν ἀπελέγχειν. οὐ γὰρ δὴ ὁ ἥλιος οὐρανόθεν αὐτοῖς κατα- βὰς, ἔπειτα τὸν δοχέα πληρώσας , τὸν χρησμὸν ἀπε- φοίβαζεν · ἐπεὶ οὔτε δυνατὸν οὔτε θέμις ἀνάγκαις ἀνθρώπων τὸν τηλικοῦτον ὑποτάττεσθαι φωστῆρα· ἀλλ' οὐδ’ εἰ φαῖεν τὴν ἐν αὐτῷ θείαν καὶ νοερὰν δύναμιν, ὅτι μηδὲ ταύτης γένοιτ’ ἄν ποτε δεκτικὴ ἀνθρωπεία ψυχή.

ὁ δ’ αὐτὸς ἂν εἴη λόγος καὶ ἐπὶ σελήνης. εἰ γὰρ τὴν Ἑκάτην αὐτὴν εἶναι φήσουσι καί πως ἀνάγκαις ἀνθρώπων καθέλκεσθαι, καὶ διὰ τοῦ δοχέως χρᾶν , εἴς τε αἰσχρὰς καὶ ἐρωτικὰς δια- κονίας παραλαμβάνεσθαι αὐτὴν ἄρχουσαν τῶν πονη- ρῶν δαιμόνων, εἰκὸς ἂν εἴη τὴν Ἑκάτην ταῦτα πράτ- τειν· ὃ καὶ ὁ αὐτὸς ὁμολογεῖ συγγραφεὺς, ὡς κατὰ καιρὸν ἀπελέγξομεν.

πῶς δὲ ὁ Πλούτων καὶ ὁ Σάραπις εἰς τὸν ἥλιον δυνατοὶ ἂν εἷεν φυσιολογεῖ- σθαι, ὅτε τὸν ἄρχοντα τῶν πονηρῶν δαιμόνων ὁ αὐ- τὸς πάλιν ἀποφαίνεται τὸν Σάραπιν εἶναι τὸν αὐτὸν τῷ Πλούτωνι; καὶ χρησμοὺς δὲ τοῦ Σαράπιδος ἐγγράρων πῶς ἂν δύναιτο τοῦ ἡλίου αὐτοὺς λέγειν εἷναι;

ἀλλὰ γὰρ ἐξ ἁπάντων τούτων λείπεται μηδὲν μὲν ἀληθὲς φέρειν ὁμολογεῖν τὰς δηλωθείσας φυσιολογίας , σοφίσματα δ’ εἶναι σοφιστῶν ἀνδρῶν καὶ εὑρεσιλογίας.