Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τί δὲ χρὴ σέβειν ὡς θεὸν τὴν Ῥέαν ἢ τὴν Δήμητρα, εἰ ἡ μὲν τῆς πετρώδους καὶ ὀρείου γῆς, ἡ δὲ τῆς πεδιάδος τὰ σύμβολα φέρειν ἐλέγετο; τὴν δὲ Κόρην τὸν κόρον ἀλληγοροῦντες τίνι λόγῳ καὶ ταύτην οἴονται δεῖν τῇ σεβασμίῳ προσηγορίᾳ τιμᾶν ;

τί δὲ μᾶλλον τὴν σπερματοῦχον δύναμιν, καὶ τὴν τῶν ἀκροδρύων γένεσιν, ἢ τῶν κατὰ τὸ ἔαρ προφαινομένων ἀνθέων καὶ πρὶν τελεσιγονῆσαι διαρρεόντων, ἢ τῆς τῶν τελείων καρπῶν ἐκτομῆς τὰ σύμβολα, Διόνυσον καὶ Ἄττιν καὶ Ἄδωνινκ ἐπονομάζοντας, ὡς θεοὺς χρῆναι σέβειν, οὐχὶ δὲ τούτων ἁπάντων τὸ ἀνθρώπειον γένος προτιμᾶν, ᾧ ταῦτα πρὸς χρῆσιν καὶ τροφὴν ὁ τῶν ὅλων δημιουργὸς θεὸς ὑπεστήσατο ;

Μεταβὰς δὲ ἐκ τούτων καὶ τὰ λοιπὰ κατὰ

v.1.p.145
τὸν ὅμοιον τρόπον τῆς γενναίας ἀπελέγξεις φυσιολολίας, εὐλόγως τῆς ἀναισχυντίας ἐπιμεμψάμενος τοῖς, φέρε, τὸν ἥλιον αὐτὸν εἶναι τὸν Ἀπόλλω, καὶ πάλιν τὸν Ἡρακλέα, καὶ αὖθις τὸν Διόνυσον , καὶ τὸν ᾿Ασκληπιὸν ὁμοίως ἀποφαινομένοις.

πῶς γὰρ ὁ αὐτὸς πατὴρ ἂν γένοιτο καὶ υἱὸς, Ἀσκληπιὸς ὁμοῦ καὶ Ἀπόλλων; πῶς δ’ ἂν πάλιν εἰς Ἡρακλέα μετενεχθείη, εἰ δὴ ἐκ θνητῆς γυναικὸς τῆς Ἀλκμήνης ὁ Ἡρακλῆς αὐτοῖς ὡμολόγηται; πῶς δ’ ἂν ἐμμανὴς γένοιτο καὶ σφάξειε τοὺς ἑαυτοῦ παῖδας ὁ ἥλιος, ὅτι δὴ καὶ ταῦτα προσαναγέγραπται τῷ ῾Ηρακλεῖ;

ἀλλὰ τοὺς ἄθλους ἐπιτελοῦντα τοὺς δώδεκα τὸν Ἡρακλέα τῆς κατ’ οὐρανὸν διαιρέσεως τοῦ ζωδιακοῦ κύκλου, ὅν φασι τὸν ἥλιον περιπολεῖν, τὸ σύμβολον φέρειν. τίς οὖν ἔτι γένοιτ’ ἂν Εὐρυσθεὺς ὁ τῷ ἡλίῳ, ὥσπερ οὖν τῷ Ἡρακλεῖ, τοὺς ἄθλους ἐκτελεῖν ἐπιτάττων., πῶς δ’ ἂν ἐπὶ τὸν ἥλιον ἀναχθεῖεν αἱ πεντήκοντα Θεστίου θυγατέρες καὶ τὸ τῶν λοιπῶν αἰχμαλωτίδων πλῆθος , αἷς τὸν ῾Ηρακλέα λόγος ἔχει μιγῆναι, ἐξ ὧν καὶ θνητοὶ παῖδες αὐτῷ γενόμενοι ἐπὶ μήκιστον τὴν τῶν γενῶν παρέτειναν διαδοχήν; τίς δ’ ἂν εἴη ὁ Κένταυρος, οὗ τῷ αἵματι τὸν χιτῶνα μολύνασα ἡ Δηιάνειρα τὸν ἥλιον, ὥσπερ οὖν τὸν ῾Ηρακλέα, τῇ δεδηλωμένῃ περιβάλοι ἂν συμφορᾷ;

ἀλλὰ γὰρ μηκέτ’ ἔστω ὁ ἥλιος αὐτοῖς Ἡρακλῆς, ἔστω δ’ ὁ Διό- νυσος · καὶ τί ταῦτα πρὸς τὸν Διόνυσον ; φαίη τις ἂν εἰκότως. τίς γὰρ ἡ τοῦτον γεννήσασα, εἴτε Σεμέλη τις λέγοιτο εἴτε Περσεφόνη ; πῶς δ’ ἂν εἴη ὁ Διόνυσος ὁμοῦ καὶ ἥλιος καὶ ἡ κατὰ τοὺς ὑγροὺς καρποὺς καὶ τὰ ἀκρόδρυα βλαστῶσα δύναμις ; τί δ’ ἂν γένοιτο τῶν συστρατευσαμένων αὐτῷ γυναικῶν τὸ πλῇθος; τίς δὲ καὶ ἡ τοῦ ἡλίου , ὥσπερ οὑν ἡ τοῦ Διο-

v.1.p.146
νύσου, Ἀριάδνη; τί δὲ μᾶλλον οἴνου, οὐχὶ δὲ σίτου καὶ ὀσπρίων καὶ τῶν ἀπὸ γῆς ἁπάντων καρπῶν γένοιτ᾿ ἂν χορηγὸς ὁ Διόνυσος ἐπὶ τὸν ἥλιον μεταγόμενος;

εἰ δὲ καὶ Ἀσκληπιὸς αὐτοῖς πάλιν εἴη ὁ ἥλιος 5 πῶς οὗτος ὑπὸ τοῦ Δῖός κεραυνοῦται ῥυπαρὰς ἕνεκεν αἰσχροκερδείας, κατὰ τὸν Βοιώτιον μελοποιὸν Πίνδαρον ὧδέ πως λέγοντα

  • Ἔτραπεν κἀκεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶν φανεὶς,
  • ... χερσὶ δ’ ἄρα Κρονίων ῥίψαις δι’ ἀμφοῖν ἀμπνοὰν στέρνων κάθελεν
  • ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκηψεν μόρον.
  • τίνες δὲ καὶ οἱ ἐξ ἡλίου Ἀσκληπιάδαι , εἰς μακρὸν τοῦ βίου διαφυλαχθέντες καὶ θνητῶν ἀνδρῶν γένεσιν πᾶσιν ἀνθρώποις παραπλησίαν ὑποστησάμενοι; πλὴν ἀλλὰ πάλιν αὐτοῖς, ὥσπερ διὰ μηχανῆς, τὰς αἰσχρὰς καὶ μυθικὰς περὶ θεῶν διηγήσεις ἀποφεύγουσιν, εἰς ἥλιον καὶ σελήνην καὶ τὰ λοιπὰ τοῦ κόσμου μέρη ἀνατρέχοι ἂν ὁ λόγος.

    εἴ γε πῦρ μὲν ἦν αὐτοῖς ὁ Ἥφαιστος καὶ ἡ θερμὴ δύναμις, Ποσειδῶν δὲ ἡ ὑγρὰ οὐσία, Ἥρα δὲ ὁ ἀὴρ, καὶ γῆ πάλιν , ἡ μὲν ὄρειος καὶ πετρώδης ῾Ρέα , ἡ δὲ πεδινὴ καὶ γόνιμος Δημήτηρ , καὶ Κόρη δὲ ἡ σπερματοῦχος, καὶ Διόνυσος ἡ φυτευτικὴ τῶν ἀκροδρύων δύναμις. καὶ ἥλιος Ἀπόλλων σὺν τοῖς κατειλεγμένοις , σελήνη δὲ ποτὲ μὲν Ἄρτεμις, ποτὲ δὲ Ἀθηνᾶ, καὶ πάλιν Ἑκάτη καὶ Εἰλήθυια, οὐκοῦν πάλιν τὴν κτίσιν παρὰ τὸν κτίστην, καὶ τὴν δημιουργίαν τοῦ παντὸς, ἀλλ’ οὐ τὸν δημιουργὸν θεολογοῦντες ἀπελέγχονται, λίαν ἐπισφαλῶς καὶ ἐπικινδύνως καὶ ἐπὶ κακῷ τῆς [*](7 Πίνδαρον] Pyth. 3, 97.)

    v.1.p.147
    ἰδίας αὐτῶν κεφαλῆς.

    εἰ δὲ μὴ τὰ ὁρώμενα σώματα ἡλίου καὶ σελήνης καὶ ἄστρων μηδέ γε τὰ αἰσθητὰ μέρη τοῦ κόσμου φήσουσι θεοποιεῖν, ἀλλὰτὰς ἐν τούτοις ἀοράτους δυνάμεις αὐτοῦ δὴ τοῦ ἐπὶ πᾶσιν, (ἕνα γὰρ ὄντα θεὸν παντοίαις δυνάμεσι τὰ πάντα πληροῦν, καὶ διὰ πάντων διήκειν, καὶ τοῖς πᾶσιν ἐπιστατεῖν, ἀσωμάτως δὲ καὶ ἀφανῶς ἐν πᾶσιν ὄντα, καὶ διὰ πάντων διήκοντα, καὶ τοῦτον εἰκότως διὰ τῶν δεδηλωμένων σέβειν φασὶ) τί δῆτα τοιγαροῦν οὐχὶ τὰς αἰσχρὰς καὶ ἀπρεπεῖς περὶ θεῶν μυθολογίας ὡς ἂν ἀθέσμους καὶ ἀσεβεῖς παραιτησάμενοι, καὶ αὐτάς γε τὰς περὶ τούτων βίβλους, ὡς δυσσεβῆ καὶ ἀκόλαστα περιεχούσας, ἀφανεῖς ποιήσαντες, τὸν ἕνα καὶ μόνον καὶ ἀόρατον θεὸν γυμνῶς καὶ καθα- ρῶς καὶ ἄνευ τινὸς αἰσχρᾶς περιπλοκῆς ἀνυμνοῦσι;

    τοῦτο γὰρ δέον ἦν ποιεῖν τοῖς τἀληθὲς ἐπεγνωκόσι, μηδὲ κατάγειν καὶ καταβάλλειν εἰς αἰσχρὰς καὶ ἐμπαθεῖς ἀρρητολογίας τὴν σεβάσμιον τοῦ θεοῦ πρόσρησιν· ἀλλὰ μηδ᾿ ἐν οἰκίσκοις καὶ σκότου μυχοῖς ἀνδρῶν τε οἰκοδομαῖς σφὰς αὐτοὺς ἐναποκλείειν, ὡς ἔνδον εὑρήσοντας τὸν θεὸν, μηδ᾿ ἐν ξοάνοις ἐξ ἀψύχου πεποιημένοις ὕλης τὰς θείας τιμᾶν οἴεσθαι δυνάμεις, μηδὲ μὴν γεώδεσιν ἀτμοῖς αἱμάτων καὶ λύθρου καὶ νεκρόν ζῴων αἵμασι κεχαρισμένα τῷ θεῷ πράττειν νομίζειν.

    τούτων δὲ ἁπάντων, ὡς ἂν πλάνης δεσμῶν ἀπολυθέντας, χρῆν δήπου τοὺς σοφοὺς καὶ μετεωρολέσχας πᾶσιν ἀνθρώποις τῆς φυσικῆς θεωρίας ἀφθόνως κοινωνεῖν, μονονουχὶ γυμνὠς προκηρύττοντας ἅπασι μὴ τὰ φαινόμενα, τὸν δ᾿ ἀφανῆ δημιουργὸν τῶν φαινομένων μόνον ἀποθαυμάζειν, καὶ τὰς ἀοράτους αὐτοῦ καὶ ἀσωμάτους δυνάμεις ἀοράτως καὶ ἀσωμάτως θρησκεύειν, οὐ πῦρ

    v.1.p.148
    ἅψαντας, οὐδέ γε κριὸν καὶ ταῦρον θυσαμένους, ἀλλ’ οὐδὲ στεφάνοις καὶ ξοάνοις καὶ ναῶν οἰκοδομαῖς τὸ θεῖον τιμὰν οἰομένους , λογισμοῖς δὲ κεκαθαρμένοις καὶ δόγμασιν ὀρθοῖς καὶ ἀληθέσι τοῦτο πράττοντας, ἐν ἀπαθείᾳ ψυχῆς καὶ τῇ πρὸς αὐτὸν κατὰ τὸ δυνατὸν τῆς ἀρετῆς ὁμοιώσει.

    ἀλλ’ οὐδείς γε πώποτε, οὐ βάρβαρος, οὐχ Ἕλλην, πᾶσιν ἀνθρώποις ταύτης κατῆρξε τῆς ἀληθείας ἢ μόνος ὁ ἡμέτερος σωτήρ· ὃς δὴ τῆς παλαιὰς πλάνης πᾶσι τοῖς ἔθνεσιν ἀποφυγὴν προκηρύξας τοῖς πᾶσιν ἀφθόνως εὕρετο τὴν πρὸς τὸν ἀληθῆ καὶ μόνον τῶν ὅλων θεὸν ἐπιστροφήν τε καὶ εὐσέβειαν · οἱ δὲ τηνάλλως σοφοὶ τοῦ βίου τὴν ἀνωτάτω φιλοσοφίαν αὐχήσαντες , ᾖ φησιν ὁ θεῖος ἀπόστολος ‘‘γνόντες θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν, ἢ εὐχαρίστησαν , ἀλλ’ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. φήσαντες γοῦν εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. ”