Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟ Τὴν δὲ Ἥραν σύνοικον τῷ Διὶ πεποιήκασιν, τὴν αἰθέριον καὶ ἀέριον δύναμιν Ἥραν προσειπόντες. ἔστι γὰρ ὁ αἰθὴρ ἀὴρ ὁ λεπτομερέστατος.

Ἀνωτέρω μὲν ἐδήλου τὰ ἔπη τὸν νοῦν τοῦ Δῖός εἶναι τὸν αἰθέρα, νυνὶ δὲ ὁ λόγος τί ποτέ ἐστιν ὁ αἰθὴρ διορίζεται, ἀέρα λέγων εἶναι αὐτὸν λεπτομερέστατον· σῶμα δὲ ὁ ἀὴρ , καὶ πολὺ πρότερον ὁ αἰθήρ.

ὁ δὴ νοῦς ἄρα τοῦ Δῖός ἐλήλεγκται σῶμα τυγχάνων, εἰ καὶ τὸ πάντων λεπτομερέστατον. καὶ πῶς ἂν ταὐτὸν ἐπινοηθείη σῶμα καὶ νοῦς κατὰ διάμετρον ταῖς φύσεσι διεστῶτα;

εἶτ’ οὐκ οἶδ’ ὅπως τῶν ἐπῶν ἐπιλελησμένος διαρρήδην φησάντων

  • Νοῦς δέ οἱ ἀψευδὴς, βασιλήιος ἄφθιτος αἰθὴρ,
  • ᾧ δὴ πάντα κυκλεῖ καὶ φράζεται, οὐδέ τις ἐστὶν
  • αὐδὴ, οὔτ’ ἐνοπὴ, οὔτε κτύπος, οὐδὲ μὲν ὅσσα,
  • ἣ λήθει Δῖός οὖας ὑπερμενέος Κρονίωνος.
  • δι’ ὧν σαφῶς ὁ αἰθὴρ νοῦς ἀνείρηται ὢν τοῦ Δῖός.
    v.1.p.131

    ὁ δὲ τὴν Ἥραν πάλιν τὴν αἰθέριον καὶ ἀέριον δύναμιν εἶναί φησιν. ἔπειτα διαιρῶν ἐπιλέγει

    ‟ Καὶ τοῦ μὲν παντὸς ἀέρος ἡ δύναμις Ἥρα τοὔνομα ἀπὸ τοῦ ἀέρος κεκλημένη· τοῦ δὲ ὑπὸ σελήνην φωτιζομένου καὶ σκοτιζομένου ἀέρος ἡ Λητὼ σύμβολον· λήθω γὰρ αὐτὴν εἶναι διὰ τὴν κατὰ τὸν ὕπνον ἀναισθησίαν, καὶ ὅτι ψυχαῖς ὑπὸ σελήνην γινομέναις λήθη ξυνομαρτεῖ τοῦ θείου · διὰ τοῦτο δὲ καὶ μήτηρ Ἀπόλλωνός τε καὶ Ἀρτέμιδος, τῶν αἰτίων φωτισμοῦ τῇ νυκτί.’

    Καὶ ἐν τούτοις ἡλίου καὶ σελήνης μητέρα φησὶν εἶναι τὸν ὑπὸ σελήνην ἀέρα· τοῦτον γὰρ εἶναι τὴν Λητώ. καὶ πῶς ἂν ὁ ἀὴρ γένοιτο μήτηρ τῶν αἰτίων φωτισμοῦ, μᾶλλον αὐτὸς γενόμενος ἢ ποιῶν; ἥλιος γὰρ καὶ σελήνη ἄλλοτε ἄλλως τὸν ἀέρα μεταβάλλουσιν.

    πάλιν δὲ προιὼν ἑξῆς λέγει

    ‟ Καὶ τὸ μὲν ἡγεμονικὸν τῆς χθονίας δυνάμεως Εστία κέκληται, ἧς ἄγαλμα παρθενικὸν ἐφ’ ἑστίας πυρὸς ἱδρυμένον· καθὸ δὲ γόνιμος ἡ δύναμις, σημαίνουσιν αὐτὴν γυναικὸς εἴδει προμάστου. τὴν δὲ ῾Ρέαν προσεῖπον τὴν τῆς πετρώδους καὶ ὀρείου γῆς δύναμιν, τὴν δὲ Δήμητρα τὴν τῆς πεδινῆς καὶ γονίμου. ἡ Δημήτηρ δὲ τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ ἔχει τῇ ῾Ρέᾳ, διενήνοχε δὲ, ὅτι αὐτὴ κυεῖ τὴν Κόρην ἐκ Δῖός, τουτέστι τὸν κόρον ἐκ τῶν φρυγανωδῶν σπερμάτων. διὸ καὶ κατέστεπται τὸ βρέτας αὐτῆς τοῖς στάχυσι, μήκωνές τε περὶ αὐτὴν τῆς πολυγονίας σύμβολον.”

    Κἀνταῦθα πάλιν σκόπει τίνα τρόπον τὴν Ῥέαν μητέρα θεῶν λεγομένην καὶ αὐτοῦ τοῦ Δῖός κάτω που περὶ πέτρας καὶ γῆν καταβέβληκε, καὶ πάντα φύρων τὴν αὐτὴν εἶναί φησι τῇ Δήμητρι,

    v.1.p.132
    πλὴν ὅτι διενήνοχε, καθὸ, φησὶν, ἡ Δημήτηρ ἐκ Δῖός κυεῖ τὴν Κόρην, ὥσπερ οὖν ἡ πεδιὰς γῆ τὸν κόρον ἐκ τῶν φρυγανωδῶν σπερμάτων. ἰδού σοι πάλιν ὁ Ζεὺς εἰς τὰ φρυγανώδη σπέρματα μεταβέβληται.

    τούτοις ἑξῆς ἐπισυνάπτει λέγων

    ‟ ᾿Επεὶ δὲ καὶ τῶν εἰς γῆν βαλλομένων σπερμάτων ἦν τις δύναμις , ἣν ἥλιος περὶ τὸ κάτω ἡμισφαίριον ἰὼν ἕλκει κατὰ τὰς χειμερινὰς τροπὰς, Κόρη μὲν ἡ δύναμις ἡ σπερματοῦχος , Πλούτων δὲ ὁ ὑπὸ γῆν ἰὼν ἥλιος καὶ τὸν ἀφανῆ περινοστῶν κόσμον κατὰ τὰς χειμερίους τροπάς· ὃς ἁρπάζειν λέγεται τὴν Κόρην, ἣν ποθεῖ ἡ Δημήτηρ κρυπτομένην ὑπὸ γῆν.

    τῶν δὲ ἀκροδρύων καὶ ὅλως τῶν φυτευτικῶν ἡ δύναμις Διόνυσος ὀνομάζεται. ὅρα δὲ καὶ τούτων τὰς εἰκόνας. σύμβολα γὰρ ἡ Κόρη φέρει τῆς προβολῆς τῶν κατὰ τοὺς καρποὺς ὑπὲρ τὴν γῆν ἐκφύσεων, ὁ δὲ Διόνυσος κοινὰ μὲν πρὸς τὴν Κόρην ἔχει τὰ κέρατα, ἔστι δὲ ·θηλύμορφος , μηνύων τὴν περὶ τὴν γένεσιν τῶν ἀκροδρύων ἀρρενόθηλυν δύναμιν.

    Πλούτων δὲ ὁ Κόρης ἅρπαξ κυνῆν μὲν ἔχει τοῦ ἀφανοῦς πόλου σύμβολον, τὸ δὲ σκῆπτρον τὸ κολοβὸν σημεῖον τῆς τῶν κάτω βασιλείας· ὁ δὲ κύων αὐτοῦ δηλοῖ τὴν κύησιν τῶν καρπῶν εἰς τρία διῃρημένην, εἰς τὴν καταβολὴν, εἰς τὴν ὑποδοχὴν, εἰς τὴν ἀνάδοσιν. οὐ γὰρ παρὰ τὸ τἀς κῆρας ἔχειν βορὰν, ὃ δηλοῖ τὰς ψυχὰς, κέκληται κύων, ἀλλὰ παρὰ τὸ κυεῖν, ᾗ χορηγὸς ὁ Πλούτων, ὅταν ἁρπάσῃ τὴν Κόρην.

    Ἄττις δὲ καὶ Ἄδωνις τῇ τῶν καρπῶν εἰσὶν ἀναλογίᾳ προσήκοντες. ἀλλ’ ὁ μὲν Ἄττις τῶν κατὰ τὸ ἔαρ προφαινομένων ἀνθέων καὶ πρὶν τελεσιγονῆσαι διαρρεόντων, — ἔνθεν καὶ τὴν τῶν αἰδοίων ἀποκοπὴν αὐτῷ προσανέθεσαν, μὴ φθασάντων ἐλθεῖν

    v.1.p.133
    τῶν καρπῶν εἰς τὴν σπερματικὴν τελείωσιν — ὁ δὲ Ἄδωνις τῆς τόν τελείων καρπῶν ἐκτομῆς σύμβολον.

    ὁ δὲ Σειληνὸς σύμβολον τῆς πνευματικῆς κινήσεως, οὐκ ὀλίγα συμβαλλομένης τῷ παντί. σύμβολα δέ ἐστι τὸ μὲν φάλανθον καὶ στιλπνὸν κατὰ τὴν κεφαλὴν τῆς οὐρανίου περιφορᾶς, ἡ δὲ περικειμένη κόμη τοῖς κάτω μέρεσιν αὐτοῦ ὑπόδειγμα τῆς προσγείου περὶ τὸν ἀέρα παχύτητος.

    ἐπεὶ δὲ καὶ τῆς μαντικῆς δυνάμεως τις μέτοχος ἦν δύναμις, Θέμις μὲν κέκληται ἡ δύναμις , τῷ τὰ τεθειμένα καὶ ἑκάστῳ κείμενα λέγειν.

    ‟ Διὰ δὴ πάντων τούτων ἡ περίγειος δύναμις ἐξηγήσεως τυχοῦσα θρησκεύεται , ὡς μὲν παρθένος καὶ Ἑστία ἡ κεντροφόρος , ὡς δὲ τοκὰς ἡ τροφὸς, ὡς δὲ ῾Ρέα ἡ πετροποιὸς καὶ ὄρειος, ὡς δὲ Δημήτηρ ἡ χλοηφόρος, ὡς δὲ Θέμις ἡ χρησμῳδὸς, τοῦ εἰς αὐτὴν κατιόντος σπερματικοῦ λόγου εἰς τὸν Πρίαπον ἐκτετυπωμένου· οὗ τὸ μὲν περὶ τοὺς ξηροὺς καρποὺς Κόρη 5 τὸ δὲ κατὰ τοὺς ὑγροὺς καὶ τὰ ἀκρόδρυα Διόνυσος καλεῖται , τῆς μὲν Κόρης ὑπὸ Πλούτωνος τοῦ ὑπὸ γῆν ἰόντος ἡλίου ἁρπαζομένης κατὰ τὸν σπόρον, τοῦ δὲ Διονύσου τὰ πάθη τῆς δυνάμεως ὑπὸ γῆν μὲν νεωτέρας καὶ καλλιγόνου βλαστάνειν ἀρχομένου, ἐπιμάχου δὲ τῆς κατὰ τὴν ἄνθην δυνάμεως σύμβολον Ἄττιν ἐχούσης, τῆς δὲ κατὰ τὴν τελεσιουργίαν ἐκτομῆς τὸν Ἄδωνιν,

    καὶ τῆς μὲν πνευματικῆς διὰ πάντων δυνάμεως εἰς Σειληνὸν ἀναπλαττομένης, τῆς δὲ εἰς ἔκτασιν ἀπ’ αὐτῶν παραγωγῆς εἰς Βάκχην, ὥσπερ αὖ τῆς εἰς τὰ ἀφροδίσια ἐρεθιζούσης ὁρμῆς διὰ τῶν Σατύρων. διὰ δὴ τούτων τῶν συμβόλων ἡ περίγειος ἐκκαλύπτεται δύναμις.”

    Τοσαῦτα μὲν οὖν καὶ τάδε, ἃ καὶ ἀναγκαίως

    v.1.p.134
    ἐπιτεμόμενος παρατέθειμαι εἰς τὸ μὴ ἀγνοεῖν ἡμᾶς τὰ σεμνὰ τῶν φιλοσόφων. οὕτω τοιγαροῦν κατὰ τὰ ἀποδεδομένα Κόρη μὲν ἡ τῶν σπορίμων , Διόνυσος δὲ ἡ τῶν ἀκροδρύων δύναμις, καὶ τῶν μὲν ἐαρινῶν ἀνθέων ὁ Ἄττις, τῶν δὲ τελείων καρπῶν ὁ Ἄδωνις σύμβολον.

    τί δὴ οὑν ταῦτα χρὴ θεοποιεῖν εἰς τροφὰς σωμάτων τῶν ἐπὶ γῆς ζῴων πρὸς τοῦ τῶν ὅλων θεοῦ πεποιημένα; τί δὲ θρησκεύειν τὴν περίγειον δύναμιν προσῆκόν ἐστιν ἡμῖν, οἶς φύσις ἐστὶ ψυχῆς οὐρανία λογική τε καὶ ἀθάνατος παρὰ τοὐ παμβασιλέως τῶν ὅλων θεοῦ, διανοίας ὄμμασι κεκαθαρμένοις θεωρητική;

    τὸν δὲ Σειληνὸν ἀκούων τὴν πνευματικὴν εἶναι κίνησιν, καὶ τὴν διήκουσαν διὰ πάντων δύναμιν, τοτὲ μὲν τὴν οὐράνιον περιφορὰν διὰ τῆς κεφαλῆς ἐπιδεικνύμενον , τοτὲ δὲ τὴν περὶ τὸν ἀέρα παχύτητα διὰ τῆς λασίας κόμης τοῦ γενείου, πῶς ἄν τις ἀνάσχοιτο τοῦτον μὲν ὁρῶν οὐδεμιᾶς ἠξιωμένον σεβασμίας τιμῆς, ὅν ἐχρῆν πρὸ τῶν πάντων θεοποιεῖν , Ἄδωνιν δὲ καὶ Διόνυσον, τοὺς καρποὺς δηλαδὴ καὶ τὰ ἀκρόδρυα, θεοποιουμένους;

    τίς δ’ ἂν ὑπομείνειε σεμνολογουμένους ἀκούων Σατύρους καὶ Βάκχας , τὰ ἐν ἀνθρώποις αἰσχρὰ καὶ ἀκόλαστα πάθη , εἰ δὴ οἶ μὲν ἐδήλουν τὰς εἰς τὰ ἀφροδίσια ἐρεθιζούσας ὁρμὰς οἶ Σάτυροι, αἶ δὲ Βάκχαι τὰς εἰς ἔκτασιν τῶν περὶ ταῦτα συμβαινούσας παραγωγάς ;