Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἀλλὰ καὶ Κρῆτες τάφον τοῦ Δῖός παρ’ ἑαυτοῖς δεικνύντες τρίτοι ἂν εἶεν τοῦ αὐτοῦ μάρτυρες· καὶ Ἀτλάντειοι δὲ καὶ πάντες οἱ πρὸ τούτου δεδηλωμένοι κατ’ οἰκείαν ἱστορίαν ἐξοικειούμενοι τὸν Δία πάντες ὁμοῦ θνητὸν ἀπεφήναντο, πράξεις αὐτοῦ θνητὰς καὶ ἀνθρωπείους, ἀλλ’ οὐ σεμνάς τινας οὐδὲ φιλοσόφους , αἰσχρουργίας δὲ ἁπάσης καὶ ἀκολασίας ἔμπλεως ἀναγράψαντες.

τοῖς δὲ ἐπὶ τὸ σεμνότερον τοὺς μύθους τρέπειν ἐπηγγελμένοις τοτὲ μὲν ὁ Ζεὺς θερμή τις ἦν καὶ πυρώδης δύναμις, τοτὲ δὲ τὸ πνεῦμα· νῦν δ’ οὐκ οἶδ’ ὅπως αὐτοῖς ὁ τῶν ὅλων δημιουργὸς νοῦς ἀναπέφανται.

πευστέον τοιγαροῦν τίνα ἂν εἴποιεν τὸν τούτου πατέρα καὶ τοῦ πατρὸς τὸν προπάτορα· ἐπεὶ κατὰ πάντας τοὺς θεολόγους Ζεὺς Κρόνου παῖς ὁμολογεῖται, καὶ τά γε προκείμενα τοὐ Ὀρφέως ἔπη ‟ ὑπερ- μένεος Κρονίωνος” ἐμνημόνευσε, Κρόνος δὲ Οὐρανοῦ.

δεδόσθω τοίνυν αὐτοῖς εἷναι ὁ Ζεὺς ὁ ἐπὶ πάντων θεὸς καὶ νοῦς ὁ τὰ πάντα δημιουργήσας.

v.1.p.130
τίς οὖν ὁ τούτου πατήρ; Κρόνος. τίς δ’ ὁ προπάτωρ; Οὐρανός. εἰ δὲ πρῶτος ὁ Ζεὺς ὡς ἂν δημιουργὸς ἁπάντων, χρῆν δή που δευτέρους καταλέγεσθαι καὶ μετ’ αὐτὸν τοὺς ὑπ’ αὐτοῦ πεποιημένους.

εἴτε γὰρ χρόνος τις εἴη ὁ Κρόνος Οὐρανοῦ πεφυκὼς γέννημα, εἴτε δὴ ἅμα οὐρανῷ συνυπέστη χρόνος, εἴη τε αὐτὸς ὁ Κρόνου πατὴρ Οὐρανὸς καὶ χρόνος μετὰ τοῦτον, ἀλλὰ πρό γε τούτων ὁ τῶν ὅλων αἴτιος καὶ οὐρανοῦ καὶ χρόνου δημιουργὸς θεός. εἰ δὲ τοῦτο, οὐκ ἂν γένοιτο ὁ Ζεὺς τρίτος ἐξ Οὐρανοῦ.

πῶς οὖν παρὰ πᾶσιν Αἰγυπτίοις καὶ Φοίνιξιν Ἕλλησι τε καὶ φιλοσόφοις τρίτος ἐξ Οὐρανοῦ γενεαλογεῖται ὁ τῶν ὅλων δημιουργὸς νοῦς; πεφώραται δὴ τοῦ φιλοσόφου τὸ πλάσμα , καὶ ἔτι μᾶλλον φωραθήσεται ἐξ ὣν ἐπιφέρει λέγων ὧδε