Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ γὰρ, ἠ δ’ ὅς, οὗτοί γε οἱ λόγοι χαλεποί. καὶ οὐ λεκτέοι γε , ὦ Ἀδείμαντε , ἐν τῇ ἡμετέρᾳ πόλει· οὐδὲ δοτέον νέῳ ἀκούοντι, ὡς ἀδικῶν τὰ ἔσχατα οὐδὲν ἂν θαυμαστὸν ποιοῖ, οὐδ’ αὖ ἀδικοῦντα πατέρα κολάζων παντί τρόπῳ, ἀλλὰ δρῴη· ἂν ὅπερ θεῶν οἶ πρῶτοί τε καὶ μέγιστοι. οὐδὲ αὐτῷ μοι δοκεῖ ἐπιτήδεια εἶναι λέγειν.

οὐδέ γε, ἦν δ’ ἐγὼ, [*](14 Πρῶτον μὲν — ] De Rep. p. 377.)

v.1.p.96
τὸ παράπαν, ὡς θεοὶ θεοῖς πολεμοῦσι καὶ ἐπιβουλεύουσι καὶ μάχονται· οὐδὲ γὰρ ἀληθῆ· εἴ γε δεῖ ἡμῖν τρὺς μέλλοντας τὴν πόλιν φυλάξειν αἴσχιστον νομίξειν τὸ ῥᾳδίως ἀλλήλοις ἀπεχθάνεσθαι. πολλοῦ δεῖ γιγαντομαχίας τε μυθολογητέον αὐτοῖς , καὶ ποικιλτέον καὶ ἄλλας ἔχθρας καὶ παντοδαπὰς θεῶν τε καὶ ἡρώων πρὸς συγγενεῖς τε καὶ οἰκείους αὐτῶν· ἀλλ’ εἴ πως μέλλοιμεν πείσειν ὡς οὐδεὶς πώποτε πολίτης ἕτερος ἑτέρῳ ἀπήχθετο, οὐδ’ ἔστι τοῦτο ὅσιον, τοιαῦτα μᾶλλον λεκτέα πρὸς τὰ παιδία εὐθὺς καὶ γέρουσι καὶ γραυσὶ καὶ πρεσβυτέροις γενομένοις , καὶ τοὺς ποιητὰς ἐγγὺς τούτων ἀναγκαστέον λογοποιεῖν.

Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος καὶ Ἡφαίστου ῥίψεις ὑπὸ πατρὸς, μέλλοντος τῇ μητρὶ τυπτομένῃ ἀμύνειν, καὶ θεομαχίας ὅσας Ὅμηρος πεποίηκεν, οὐ παραδεκτέον εἰς τὴν πόλιν, οὔτ’ ἐν ὑπονοίαις πεποιημένας οὔτ’ ἄνευ ὑπονοιῶν.

Σαφῶς δὴ διὰ τούτων ὁ φιλόσοφος καὶ τοὺς τῶν παλαιῶν μύθους τοὺς περὶ θεῶν καὶ τὰς τῶν μύθων ἐν ὑπονοίαις εἰρῆσθαι νομιζομένας φυσιολογίας παραιυητέας ἔας εἶναι διδάσκει, ὡς μηκέτ’ ἀλόγως ἡμῖν καὶ τὴν ἐκ τούτων ἀναχώοη ’ν τὴν τοῦ σωτῆρος ἡμῶν εὐαγγελίζεσθαι διδασκαλίαν, ὁπότε καὶ πρὸς τῶν οἰκείων ἀποβέβληται.