Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Εἰκότως δῆτα ἡμεῖς τούτων ἁπάντων ἐλευθέρους ἡμᾶς γενέσθαι ὁμολογοῦμεν , τῆς μακρᾶς καὶ πεπαλαιωμένης πλάνης ὥσπερ τινὸς δεινῆς καὶ χαλεπωτάτης νόσου λελυτρωμένοι · καὶ πρῶτα μὲν τῇ τοῦ παντοκράτορος θεοῦ χάριτι καὶ εὐεργεσίᾳ, δεύτερον δὲ ἀπορρήτῳ δυνάμει τῆς τοῦ σωτῆρος ἡμῶν

v.1.p.85
εὐαγγελικῆς διδασκαλίας, καὶ τρίτον σώφρονι λογισμῷ κρίναντες ἀνόσιον εἶναι καὶ δυσσεβὲς τῇ τοῦ θεοῦ σεβασμίᾳ προσηγορίᾳ τιμᾶν τοὺς πάλαι ἐν νεκροῖς κειμένους θνητοὺς ἄνδρας, καὶ οὐδὲ σωφρόνων ἀνδρῶν μνήμην ἀπολελοιπότας, ἐσχάτης δὲ ἀκρασίας καὶ ἀκολασίας ὠμότητός τε καὶ φρενοβλαβείας δείγματα τοῖς μετ’ αὐτοὺς φυλάττειν παραδεδωκό

πῶς γὰρ οὐ πάντων ἠλιθιώτατον τοὺς σωφροσύνης ἐραστὰς τοῖς αἰσχροῖς καὶ ἀκολάστοις τόν πρωτείων παραχωρεῖν , καὶ τοὺς συνετοὺς καὶ ἔμφρονας τοῖς τὰς φρένας ἀπολωλεκόσι τὴν σεβασμίαν παρέχειν τιμὴν, τούς τε δικαιοσύνης καὶ φιλανθρωπίας ἀσκητὰς τοῖς δι’ ὑπερβολὴν ὠμότητος καὶ ἀπανθρωπίας τεκνοκτονίας καὶ πατροκτονίας μιάσμασιν ἐνισχημένοις ;

ποίαν δὲ οὐχ ὑπερηκόντισεν ὺπερβολὴν ἀσεβείας τὸ καταβάλλειν εἰς ἄρρητα ἀνδρῶν καὶ γυναικῶν μόρια καὶ εἰς τὴν ἄλογον καὶ θηριώδη φύσιν τὴν σεμνὴν καὶ παναγίαν τοῦ θεοῦ πρόσρησιν, τοιαῦτά τε αἰσχρὰ καὶ ἀπάνθρωπα θεολογεῖν, οἷα καὶ ἐπὶ τῶν ἐν ἀνθρώποις κακουργῶν , εἰ κατελεγχθείη, ταῖς ἀπὸ τῶν νόμων ἀπαραιτήτοις ὑποπέσοιεν ἂν τιμωρίαις ;

καὶ τί χρὴ μηκύνειν εὐαγγελιζομένους πάντα βάρβαρον ὁμοῦ καὶ Ἕλληνα τὴν ἀπὸ τῶν εἰρημένων κακῶν ἐλευθερίαν, τῆς τε ἀπὸ τῶν ψευδωνύμων θεῶν ἀποστασίας , τὸ εὔλογον εἰς φῶς ἀγαγόντας, ὁπότε καὶ αὐτῶν ἤδη τῶν σφόδρα δεισιδαιμόνων οἶ πλείους, ὥσπερ ἐκ βαθέος κάρου διανήψαντες, καὶ τῆς παλαιάς ἀχλύος τὸ τῆς ψυχῆς ὄμμα διοίξαντες , τὸν βαθὺν λῆρον συνεῖδον τῆς πατρικῆς πλάνης , καὶ στάντες ἐπὶ λογισμοῦ τὴν ἑτέραν ὁδὸν εἵλοντο, τῆς παλαιᾶς ἀναχωρήσαντες ;

ὧν οἱ μὲν ὁμόσε χωρήσαντες τῆς ὅλης κατέπτυσαν μυθολογίας

v.1.p.86
τῶν σφετέρων προγόνων πλατὺ καταγελάσαντες , οἶ δ’ ἀθεότητος δόξαν ἐκκλίναντες οὔτε ἐπὶ τοῖς πρότερον ἔστησαν οὔτε ἐξ ἅπαντος αὐτῶν ἀνεχώρησαν, κολακεῦσαι δὲ καὶ θεραπεῦσαι τὴν οἰκείαν προθέμενοι δόξαν τὰς περὶ τῶν τεθρυλημένων παρ’ αὐτοῖς θεῶν ἱστορίας ἀληθεῖς μύθους εἶναι πεπλασμένους ὑπὸ ποιητῶν ἐπεφήμισαν , φυσικὰς ἐν αὐτοῖς ἀποκρύπτοντες θεωρίας.

ὧν, εἰ καὶ ὅτι μάλιστα μηδὲν φέρουσιν ἀληθείας δεῖγμα, ὅμως δ’ οὖν ἀναγκαία γένοιτ’ ἂν ἡμῖν ἡ ἔκθεσις εἰς θεωρίαν τῶν καὶ παρὰ τούτοις σεμνῶν, ὡς ἂν καὶ τῆς τούτων ἀναχωρήσεως οὐκ ἄλλως ἡμῖν προξενηθείσης ἢ εἰ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας τὸ εὔλογον παρασταίη. φέρε οὑν καὶ τούτων τὸν λόγον ἄνωθεν ἀναλαβόντες ἐπισκεψώμεθα.