Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἀπόσβεσον, ὦ ἱεροφάντα, τὸ πῦρ · αἰδέσθητι , δᾳδοῦχε , τὰς λαμπάδας · ἐλέγχει σου τὸν Ἴακχον τὸ φῶς· ἐπίτρεψον ἀποκρύψαι τῇ νυκτὶ τὰ μυστήρια· σκότει τετιμήσθω τὰ ὄργια. τὸ πῦρ οὐχ ὑποκρίνεται · ἐλέγχειν καὶ κολάζειν κελεύεται.’

‟ Ταῦτα τῶν ἀθέων τὰ μυστήρια. ἀθέους δὲ εἰκότως ἀποκαλῶ τούτους, οἳ τὸν μὲν ὄντως ὄντα θεὸν ἠγνοήκασι , παιδίον δὲ ὑπὸ Τιτάνων διασπώμενον καὶ γύναιον πενθοῦν καὶ μόρια ἄρρητα ὡς ἀληθῶς ὑπὸ αἰσχύνης ἀναισχύντως σέβουσι , διττῇ ἐνισχημένοι τῇ ἀθεότητι · προτέρᾳ μὲν, καθ’ ἣν ἀγνοοῦσι τὸν θεὸν, τὸν ὄντως ὄντα μὴ γνωρίζοντες θεὸν, ἑτέρᾳ δὲ καὶ δευτέρᾳ ταύτῃ δὴ τῇ πλάνῃ τοὺς οὐκ ὄντας ὡς ὄντας νομίζοντες , καὶ θεοὺς τούτους ὀνομάξοντες τοὺς οὐκ ὄντως ὄντας, μᾶλλον δὲ οὐδὲ ὄντας, μόνου δὲ τοῦ ὀνόματος τετυχηκότας."

Τοσαῦτα καὶ οὗτος.