Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἀμέλει φησί τις ποιητὴς εἰδωλικὸς,

  • ταῦρος δράκοντος καὶ πατὴρ ταύρου δράκων,
  • ἐν ὄρει τὸ κρύφιον βουκόλος τὸ κέντρον·
  • βουκολικὸν , οἶμαι, κέντρον τὸν νάρθηκα ἐπικαλῶν, ὃν δὴ κάλων ἀναστρέφουσιν οἱ Βάκχοι.

    ‘‘Βούλει καὶ τὰ Φερρεφάττης ἀνθολόγια διηγήσωμαί σοι, καὶ τὸν κάλαθον, καὶ τὴν ἁρπαγὴν τὴν ὑπὸ Ἀϊδωνέως, καὶ τὸ χάσμα τῆς γῆς, καὶ τὰς ὗς τὰς Εὐβουλέως τὰς συγκαταποθείσας ταῖν θεαῖν, δι’ ἣν αἰτίαν ἐν τοῖς Θεσμοφορίοις μεγαρίξοντες χοίρους ἐκβάλλουσι;

    ταύτην τὴν μυθολογίαν ποικίλως κατὰ πόλεις ἑορτάζουσιν αἱ γυναῖκες, Θεσμοφόρια, Σκιροφόρια, Ἀρρητοφόρια, πολυτρόπως τὴν Φερρεφάττης ἐκτραγῳδοῦσαι ἁρπαγήν. τὰ γὰρ Διονύσου μυστήρια τέλεον ἀπάνθρωπα, ὂν εἰσέτι παῖδα ὄντα ἐνόπλῳ κινήσει περιχορευόντων Κουρήτων, δόλῳ δὲ ὑποδύντων Τιτάνων, ἀπατήσαντες παιδαριώδεσιν ἀθύρμασιν οὗτοι δὴ οἷ Τιτᾶνες διέσπασαν ἔτι νηπίαχον ὄντα, ὡς ὁ τῆς τελετῆς ποιητὴς Ὀρφεύς φησιν ὁ Θρᾴκιος,

    v.1.p.81
  • κῶνος καὶ ῥόμβος καὶ παίγνια καμπεσίγυια,
  • μῆλά τε χρύσεα καλὰ παρ’ Ἑσπερίδων λιγυφώνων.
  • ‟ Καὶ τῆσδε ἡμῖν τῆς τελετῆς τὰ ἀχρεῖα σὐμβολα οὐκ ἀχρεῖον εἰς κατάγνωσιν παραθέσθαι · ἀστράγαλος, σφαῖρα , στρόβιλος , μῆλα , ῥόμβος , ἔσοπτρον, πόκος.

    Ἀθηνᾶ μὲν οὖν τὴν καρδίαν τοῦ Διονύσου ὑφελομένη Πάλλας ἐκ τοῦ πάλλειν τὴν καρδίαν προσηγορεύθη· οἱ δὲ Τιτᾶνες, οἶ καὶ διασπάσαντες αὐτὸν, λέβητά τινα τρίποδι ἐπιθέντες, καὶ τοῦ Διονύσου ἐμβαλόντες τὰ μέλη , καθήψουν πρότερον, ἔπειτα ὀβελίσκοις

  • ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.
  • Ζεὺς δ’ ὕστερον ἐπιφανεὶς — εἰ θεὸς ἦν , τάχα που τῆς κνίσης τῶν ὀπτωμένων κρεῶν μεταλαβὼν, ἧς δὴ τὸ γέρας λαχεῖν ὁμολογοῦσιν ὑμῶν οἱ θεοὶ — κεραυνῷ τοὺς Τιτάνας αἰκίζεται καὶ τὰ μέλη τοῦ Διονύσου Ἀπόλλωνι τῷ παιδὶ παρακατατίθεται καταθάψαι. ὁ δὲ, οὐδὲ γὰρ ἠπείθησε Διὶ, εἰς τὸν Παρνασὸν φέρων κατατίθεται διεσπασμένον τὸν νεκρόν.

    Εἰ θέλεις δ’ ἐποπτεῦσαι καὶ τὰ Κορυβάντων ὄργια, τὸν τρίτον ἀδελφὸν ἀποκτείναντες οὗτοι τὴν κεφαλὴν τοῦ νεκροῦ φοινικίδι ἐπεκαλυψάτην, καὶ καταστέψαντες ἐθαψάτην , φέροντες ἐπὶ χαλκῆς ἀσπίδος ὑπὸ τἀς ὑπωρείας τοῦ Ὀλύμπου.

    καὶ c ταῦτ’ ἔστι τὰ μυστήρια, συνελόντι φάναι, φόνοι καὶ τάφοι · οἶ δ’ ἱερεῖς οἶ τῶνδε, οὓς ἀνακτοτελέστας οἷς μέλον καλοῦσι, προσεπιτερατεύονται τῇ συμφορᾷ, ὁλόριξον ἀπαγορεύοντες σέλινον ἐπὶ τραπέζης τιθέναι · οἴονται γὰρ δὴ ἐκ τοῦ αἵματος τοῦ ἀπορρυέντος τοῦ Κορυβαντικοῦ τὸ σέλινον ἐκπεφυκέναι · ὥσπερ ἀμέλει καὶ αἱ θεσμοφοριάζουσαι τοὺς τῆς ῥοιᾶς κόκκους παραφυλάττουσιν ἐσθίειν · τοὺς γὰρ ἀποπεπτω-

    v.1.p.82
    κότας χαμαὶ ἐκ τῶν τοῦ Διονύσου αἵματος σταγόνων βεβλαστηκέναι νομίζουσι τἀς ῥοιάς.

    Καβείρους δὲ τοὺς Κορύβαντας καλοῦντες καὶ τελετὴν Καβειρικὴν καταγγέλλουσιν. αὐτὼ γὰρ δὴ τούτω τὼ ἀδελφοκτόνω τὴν κίστην ἀνελομένω, ἐν ᾑ τὸ τοῦ Διονύσου αἰδοῖον ἀπέκειτο, εἰς Τυρρηνίαν κατήγαγον, εὐκλεοῦς ἔμποροι φορτίου · κἀνταῦθα διετριβέτην φυγάδε ὄντε, τὴν πολυτίμητον εὐσεβείας διδασκαλίαν , αἰδοῖα καὶ κίστην θρησκεύειν παραθεμένω Τυρρηνοῖς· δι’ ἣν αἰτίαν οὐκ ἀπεικότως τὸν Διόνυσον προσαγορεύεσθαί τινες Ἄττιν θέλουσιν, αἰδοίων ἐστερημένον. "

    ‟ Καὶ τί θαυμαστὸν εἰ Τυρρηνοὶ οἶ βάρβαροι αἰσχροῖς οὕτω τελίσκονται παθήμασιν, ὅπου γε Ἀθηναίοις ναίοις καὶ τῇ ἄλλῃ Ἑλλάδι, αἰδοῦμαι καὶ λέγειν, αἰσχύνης ἔμπλεως ἡ περὶ τὴν Δῃῶ μυθολογία;

    ἀλωμένη γὰρ ἡ Δῃῶ κατὰ ζήτησιν τῆς θυγατρὸς τῆς Κόρης περὶ τὴν Ἐλευσῖνα — τῆς Ἀττικῆς ἐστι τοῦτο τὸ χωρίον — ἀποκάμνει, καὶ φρέατι ἐπικαθίζει λυπουμένη. τοῦτο τοῖς μυουμένοις ἀπαγορεύεται εἰσέτι καὶ νῦν, ἔνα μὴ δοκοῖεν οἶ τετελεσμένοι μιμεῖσθαι τὴν ὀδυρομένην.

    ᾤκουν δὲ τηνικάδε τὴν Ἐλευσῖνα οἶ γηγενεῖς· ὀνόματα αὐτοῖς Βαυβὼ καὶ Δυσαὐλης καὶ Τριπτόλεμος , ἔτι δὲ Εὔμολπός τε καὶ Εὐβουλεύς · βουκόλος ὁ Τριπτόλεμος ἦν, ποιμὴν δὲ ὁ Εὔμολπος, συβώτης δὲ ὁ Εὐβουλεύς· ἀφ’ ὧν τὸ Εὐμολπιδῶν καὶ τὸ κηρύκων τὸ ἱεροφαντικὸν δὴ τοῦτο Ἀθήνησι γένος ἤνθησε.

    καὶ δὴ — οὐ γὰρ ἀνήσω μὴ οὐχὶ εἰπεῖν — ξενίσασα ἡ Βαυβὼ τὴν Δῃῶ ὀρέγει κυκεῶνα αὐτῇ. τῆς δὲ ἀναινομένης λαβεῖν καὶ πιεῖν οὐκ ἐθελούσης — πενθήρης γὰρ ἦν — περιαλγὴς ἡ Βαυβὼ γενομένη, ὡς ὑπεροραθεῖσα δῆθεν, ἀναστέλλεται τὰ αἰδοῖα καὶ ἐπιδεικνύει τῇ θεῷ, ἡ

    v.1.p.83
    δὲ τέρπεται τῇ ὄψει ἡ Δῃῶ, καὶ μόλις ποτὲ δέχεται τὸ ποτὸν, ἡσθεῖσα τῷ θεάματι. "

    Ταῦτά ἐστι τὰ κρύφια τῶν Ἀθηναίων μυστήρια, ταῦτά τοι καὶ Ὀρφεὺς ἀναγράφει. παραθήσομαι δέ σοι αὐτὰ τοῦ Ὀρφέως τὰ ἔπη, ἵν ἔχῃς μάρτυρα τῆς ἀναισχυντίας τὸν μυσταγωγόν·

  • ὣς εἰποῦσα πέπλους ἀνεσύρατο, δεῖξε δὲ πάντα
  • σώματος οὐδὲ πρέποντα τύπον· παῖς δ’ ἦεν Ἴακχος,
  • χειρί τέ μιν ῥίπτασκε γελῶν Βαυβοῦς ὑπὸ κόλποις
  • ἡ δ’ ἐπεὶ οὑν μείδησε θεὰ, μείδησ’ ἐνὶ θυμῷ,
  • δέξατο δ’ αἰόλον ἄγγος , ἐν ᾧ κυκεὼν ἐνέκειτο.
  • κἄστι τὸ σύνθημα Ἐλευσινίων μυστηρίων ῾ ενήστευσα. ἔπιον τὸν κυκεῶνα, ἔλαβον ἐκ κίστης, ἐργασάμενος ἀπεθέμην εἰς κάλαθον, καὶ ἐκ καλάθου εἰς κίστην.’ καλά γε τὰ θεάματα καὶ θεᾷ πρέποντα.

    Ἄξια μὲν οὖν νυκτὸς τὰ τελέσματα καὶ πυρὸς καὶ τοῦ μεγαλήτορος , μᾶλλον δὲ ματαιόφρονος Ἐρεχθειδῶν δήμου, πρὸς δὲ καὶ τῶν ἄλλων Ἑλλήνων, οὕστινας μένει τελευτήσαντας ἅσσα οὐδὲ ἔλπονται.

    τίσι δὲ μαντεύεται Ἡράκλειτος ὁ Ἐφέσιος ; νυκτιπόλοις , μάγοις, βάκχοις, Λήναις, μύσταις· τούτοις ἀπειλεῖ τὰ μετὰ θάνατον, τούτοις μαντεύεται τὸ πῦρ· τὰ γὰρ νομιζόμενα κατ’ ἀνθρώπους μυστήρια ἀνιερωστὶ μυεῦνται.

    νόμος οὖν καὶ ὑπόληψις κενὴ καὶ τοῦ δράκοντος τὰ μυστήρια ἀπάτη τίς ἐστι θρησκευομένη τὰς ἀμυήτους ὄντως μυήσεις καὶ τὰς ἀνοργιάστους τελετὰς εὐσεβείᾳ νόθῳ προτρεπομένων.

    οἷαι δὲ καὶ αἶ κίσται αἶ μυστικαί; — δεῖ γὰρ ἀπογυμνῶσαι τὰ ἅγια αὐτῶν καὶ τὰ ἄρρητα ἐξειπεῖν — οὐ σησαμαῖ ταῦτα καὶ πυραμίδες καὶ τολύπαι καὶ πόπανα πολυόμφαλα, χόνδροι τε ἁλῶν, καὶ δράκων ὄργιον Διονύσου Βασσάρου ; οὐχὶ δὲ ῥοιαὶ, πρὸς τοῖσδε

    v.1.p.84
    καὶ καρδίαι, νάρθηκές τε καὶ κιττοὶ, πρὸς δὲ καὶ φθόις καὶ μήκωνες; ταῦτ’ ἔστιν αὐτῶν τὰ ἅγια.

    καὶ προσέτι τῆς Θέμιδος τὰ ἄρρητα σύμβολα, ὀρίγανον, λύχνος, ξίφος, κτεὶς γυναικεῖος , ὅς ἐστιν εὐφήμως καὶ μυστικῶς μόριον γυναικεῖον. ὢ τῆς ἐμφανοῦς ἀναισχυντίας · πάλαι μὲν ἀνθρώποις σωφρονοῦσιν ἐπικάλυμμα ἡδονῆς νὺξ ἦν σιωπωμένη, νυνὶ δὲ τοῖς μυουμένοις ἡ ἱερὰ τῆς ἀκρασίας νύξ ἐστι λαλουμένη, καὶ τὸ πῦρ ἐλέγχει τὰ πάθη δᾳδουχούμενον.