Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἐλθόντα δὲ εἰς Βαβυλῶνα ἐπιξενωθῆναι Βήλῳ, καὶ μετὰ ταῦτα εἰς τὴν Παγχαίαν νῆσον πρὸς τῷ ὐκεανῷ κειμένην παραγενόμενον Οὐρανοῦ τοῦ ἰδίου προπάτορος βωμὸν ἱδρύσασθαι, κἀκεῖθεν διὰ Συρίας ἐλθεῖν πρὸς τὸν τότε δυνάστην Κάσιον, ἐξ οὗ τὸ Κάσιον ὄρος· ἐλθόντα δὲ εἰς Κιλικίαν πολέμῳ νικῆσαι Κίλικα τοπάρχην. καὶ ἄλλα δὲ πλεῖστα ἔθνη

v.1.p.76
ἐπελθόντα παρ’ ἅπασι τιμηθῆναι, καὶ θεὸν ἀναγο- ρευθῆναι.’

Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ὡς περὶ θνητῶν ἀνδρῶν περὶ τῶν θεόν διελθὼν ἐπιφέρει λέγων

‟ Καὶ περὶ μὲν Εὐμηέρου τοῦ συνταξαμένου τὴν ἱερὰν ἀναγραφὴν ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσι · τὰ δὲ παρὰ τοῖς Ἕλλησι μυθολογούμενα περὶ θεῶν ἀκολούθως Ἡσιόδῳ καὶ Ὁμήρῳ καὶ Ὀρφεῖ πειρασόμεθα συντόμως ἐπιδραμεῖν.

Εἶθ᾿ ἐξῆς ἐπισυνάπτει τὰς τῶν ποιητῶν μυθολογίας.

Ἀλλὰ γὰρ τοσαῦτα καὶ ἀπὸ τῆς Ἑλλήνων θεολογίας ἀποχρῶντας ἡμῖν ἀποτετμήσθω, οἶς εὔλογον ἐπισυνάψαι τῶν αὐτῶν θεῶν τὰς ἐν τοῖς ἀδύτοις τελετὰς καὶ τὰ ἀπόρρητα μυστήρια, σκέψασθαί τε πότερον θείας ὡς ἀληθῶς θεολογίας ἐχούσης τι θεοπρεπὲς δεῖγμα φέρουσιν, ἢ κάτωθέν ποθεν ἀπὸ μακρᾶς καὶ δαιμονικῆς πλάνης ὁρμῶνται, γέλωτος ἢ καὶ μᾶλλον αἰσχύνης, μᾶλλον δὲ καὶ τοῖς ἔτι τυφλώττουσιν οἴκτου ὄντα ἄξια.

ταῦτα δὲ Κλήμης ὁ θαυμάσιος ἐν τῷ πρὸς Ἕλληνας Προτρεπτικῷ διαρρήδην ἐκκαλύπτει, πάντων μὲν διὰ πείρας ἐλθὼν ἀνὴρ, θᾶττόν γε μὴν τῆς πλάνης ἀνανεύσας , ὡς ἂν πρὸς τοῦ σωτηρίου λόγου καὶ διὰ τῆς εὐαγγελικὴς διδασκαλίας τῶν κακῶν λελυτρωμένος. βραχέα δ’ οὖν καὶ τούτων ἐπάκουσον