Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‘‘Φασὶ τοίνυν Αἰγύπτιοι κατὰ τὴν ἐξ ἀρχῆς τῶν ὅλων γένεσιν πρώτους ἀνθρώπους γενέσθαι κατὰ τὴν Αἴγυπτον διά τε τὴν εὐκρασίαν τῆς χώρας καὶ διὰ τὴν φύσιν τοῦ Νείλου. τοῦτον γὰρ πολύγονον ὄντα καὶ τὰς τροφὰς αὐτοφυεῖς παρεχόμενον ῥᾳδίως ἐκτρέφειν τὰ ζωογονηθέντα. —

τοὺς δὲ [*](25 Φᾶσί τοίνυν — ] Diodorus 1, 10. 13. 15 — 26.)

v.1.p.55
θεοὺς ἀνθρώπους μὲν ὑπάρξαι θνητοὺς, διὰ δὲ σύνεσιν καὶ κοινὴν ἀνθρώπων εὐεργεσίαν τυχεῖν τῆς ἀθανασίας, ὧν ἐνίους καὶ βασιλεῖς γενέσθαι. μεθερμηνευομένων δὲ αὐτῶν τινὰς μὲν ὁμωνύμους ὐπάρχειν τοῖς οὐρανίοις, τινὰς δὲ ἰδίαν ἐσχηκέναι προσηγορίαν, Ἥλιον τε καὶ Κρόνον Κρόνον ἔτι δὲ καὶ Δία τὸν ὑπό τινων Ἄμμωνα προσαγορευόμενον, πρὸς δὲ τούτοις Ἥραν καὶ Ἥφαιστον , ἔτι δὲ Ἑστίαν, καὶ τελευταῖον Ἑρμῆν.

καὶ πρῶτον μὲν Ἥλιον βασιλεῦσαι τῶν κατ’ Αἴγυπτον , ὁμώνυμον ὄντα τῷ κατ’ οὐρανὸν ἄστρῳ. ἔνιοι δὲ τῶν ἱερέων φασὶ πρῶτον Ἥφαιστον βασιλεῦσαι, πυρὸς εὑρετὴν γενόμενον.

μετὰ δὲ ταῦτα τὸν Κρόνον ἄρξαι, καὶ γήμαντα τὴν ἀδελφὴν Ῥέαν γεννῆσαι κατὰ μὲν τινὰς τὸν Ὄσιριν καὶ τὴν Ἰσιν, κατὰ δὲ τοὺς πλείστους Δία τε καὶ Ἥραν , οὓς δι’ ἀρετὴν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου.

ἐκ δὲ τούτων γενέσθαι πέντε θεοὺς, Ὄσιριν καὶ Ἴσιν καὶ Τυφῶνα, Ἀπόλλωνά τε καὶ Ἀφροδίτην. καὶ τὸν μὲν Ὄσιριν εἶναι τὸν Διόνυσον, τὴν δὲ Ἴσιν τὴν Δήμητρα. ταύτην δὲ γήμαντα τὸν Ὄσιριν καὶ τὴν βασιλείαν διαδεξάμενον πολλὰ πρᾶξαι πρὸς εὐεργεσίαν τοῦ κοινοῦ ·

κτίσαι τε πόλιν ἐν τῇ Θηβαίδι ἑκατόμπυλον , ἣν τινὰς μὲν Δῖός πόλιν, ἐνίους δὲ Θήβας προσειπεῖν. — ἱδρύσασθαι δὲ καὶ ἱερὸν τῶν γονέων, Δῖός τε καὶ Ἥρας, καὶ τῶν ἄλλων δὲ θεῶν ναοὺς χρυσοῦς, ὧν ἑκάστῳ τιμὰς ἀπονεῖμαι, καὶ καταστῆσαι τοὺς ἐπιμελομένους ἱερεῖς·

εὑρετὴν δὲ γενέσθαι τὸν Ὄσιριν τῆς ἀμπέλου, πρῶτόν τε ψιλῷ χρήσασθαι, καὶ διδάξαι τοὺς ἄλλους ἀνθρώπους τὴν γεωργίαν.

τιμᾶσθαι δὲ ὑπ’ αὐτοῦ μάλιστα πάντων τὸν Ἑρμῆν διαφόρῳ φύσει κεχορηγημένον πρὸς ἐπίνοιαν τῶν δυναμένων ὠφελῆσαι τὸν κοινὸν

v.1.p.56
βίον. — εὑρετήν τε γὰρ αὐτὸν γενέσθαι τῶν γραμμάτων καὶ θυσίας θεῶν διατάξασθαι, λύραν τε εὑρεῖν, καὶ τοὺς Ἕλληνας διδάξαι τὴν περὶ τούτων ἑρμηνείαν· ἀφ᾿ οὗπερ αὐτὸν Ἑρμῆν ὀνομασθῆναι.

τοῦτον δὲ καὶ τῆς ἐλαίας τὸ φυτὸν εὑρεῖν. τὸν δὲ Ὄσιριν ἐπελθόντα πᾶσαν τὴν οἰκουμένην ἐπὶ μὲν Φοινίκης καταστῆσαι Βούσιριν, κατὰ δὲ τὴν Αἰθιοπίαν καὶ Λιβύην Ἀνταῖον. αὐτὸν δὲ ἐπιστρατεῦσαι μετὰ τοῦ ἀδελφοῦ τοῦ Ἀπόλλωνος, ὅν φασιν εὑρετὴν τοῦ φυτοῦ τῆς δάφνης γενέσθαι.

συστρατεῦτσαι δὲ τῷ Ὀσίριδι τοὺς δύο υἱοὺς, Ἄνουβίν τε καὶ Μακεδόνα, παραλαβεῖν δὲ καὶ τὸν Πᾶνα διαφερόντως ὑπ᾿ Αἰγυπτίων τιμώμενον, οὗ καὶ ἐπώνυμον εἶναι τὴν Πανὸς πόλιν. ὄντι δὲ αὐτῷ περὶ τὴν Ταφόσιριν ἀχθῆναι τὸ τῶν Σατύρων γένος.

φιλό- μουσον δὲ ὄντα περιάγειν πλῆθος μουσουργῶν , ἐν οἷς παρθένους ἐννέα δυναμένας ᾄδειν καὶ τἄλλα πεπαιδευμένας, τὰς παρὰ τοῖς Ἕλλησιν ὀνομαζομένας Μούσας , ὧν ἡγεῖσθαι τὸν Ἀπόλλωνα.

παντὸς δὲ ἔθνους ὡς θεὸν ἀποδ ἐχομένου τὸν Ὄσιριν διὰ τὰς εὐεργεσίας πανταχοῦ μνημεῖα ἑαυτοῦ καταλιπεῖν,

κτίσαι δὲ καὶ πόλεις οὐκ ὀλίγας ἐν Ἰνδοῖς.

ἐπελθεῖν δὲ καὶ τὰ ἄλλα τὰ κατὰ τὴν Φρυγίαν ἔθνη, καὶ περαιωθῆναι κατὰ τὸν Ἑλλήσποντον εἰς τὴν Εὐρώπην. καὶ Μακεδόνα μὲν τὸν υἱὸν ἀπολι- πεῖν βασιλέα τῆς Μακεδονίας, Τριπτολέμῳ δὲ ἐπιτρέψαι τὰς κατὰ τὴν Ἀττικὴν γεωργίας.

καὶ μετὰ ταῦτα ἐξ ἀνθρώπων εἰς θεοὺς μεταστάντα τυχεῖν ὑπὸ Ἴσιδος καὶ Ἑρμοῦ ἱερόν καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων ἐν θεοῖς τιμῶν. τούτους δὲ καὶ τελετὰς καταδεῖξαι καὶ πολλὰ περὶ αὐτοῦ μυστικῶς εἰσηγήσασθαι.

ἀναιρεθῆναι δὲ αὐτὸν ὑπὸ Τυφῶ-

v.1.p.57
νος τοῦ ἀδελφοῦ , πονηροῦ καὶ ἀσεβοῦς ὄντος ’ ὃν διελόντα τὸ σῶμα τοῦ φονευθέντος εἰς ἓξ καὶ εἴ-· κοσι μέρη δοῦναι τῶν συνεπιτιθεμένων ἑκάστῳ με- ρίδα, βουλόμενον ἅπαντας μετασχεῖν τοῦ μύσους.

τὴν δὲ Ἴσιν ἀδελφὴν οὖσαν Ὀσίριδος καὶ γυναῖκα μετελθεῖν τὸν φόνον, συναγωνιζομένου τοῦ παιδὸς αὐτῆς Ὤρου. ἀνελοῦσαν δὲ τὸν Τυφῶνα καὶ τοὺς συμπράξαντας παρὰ τὴν νῦν Ἀνταίου κώμην καλου- μένην βασιι’-εῦσαι τῆς Αἰγόπτου.

εὑροῦσαν δὲ πάντα τὰ μέρη τοῦ σώματος πλὴν τῶν αἰδοίων τοῦ Ὀσίριδος ἑκάστῳ μέρει περιπλάσαι λέγουσιν αὐτὴν τύπον ἀνθρωποειδῆ , παραπλήσιον Ὀσίριδι τὸ μέγε- μέγεθός ^ ἐξ ἀρωμάτων καὶ κηροῦ, καὶ παραδοῦναι τοῖς ἱερεῦσι καθ’ ὅλης τῆς Αἰγύπτου τιμὰν. καθιερῶσαι δὲ καὶ τῶν γινομένων παρ’ αὐτοῖς ζῴων ἓν ὁποῖον ἂν βουληθῶσιν.

τοὺς δὲ ταύρους τοὺς ἱεροὺς τόν τε ὀνομαζόμενον Ἄπιν καὶ τὸν Μνεῦιν Ὀσίριδι καθιερωθῆναι, καὶ τούτους σέβεσθαι καθάπερ θεοὺς κοινῆ̣ καταδειχθῆναι πᾶσιν Αἰγυπτίοις. ταῦτα γὰρ τοῖς εὑροῦσι τὸν τοῦ σίτου καρπὸν συνεργῆσαι πρὸς τὸν σπόρον καὶ τὰς κοινὰς γεωργίας.

ὀμόσαι δὲ τὴν Ἴσιν μηδενὸς ἀνδρὸς ἔτι συνουσίαν προσδἐξα- προσδέξασθαι μεταστᾶσαν δὲ καὶ αὐτὴν ἐξ ἀνθρώπων τυ- χεῖν ἀθανάτων τιμῶν καὶ ταφῆναι κατὰ τὴν Μέμ- φιν.