Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ὑπὲρ δὲ τῆς ψυχῆς τί καὶ λέγοιμεν ἄν; δῆλα γὰρ ταῦτα οὐ μόνον τοῖς φιλοσοφοῦσιν‚ ἀλλ’ ἤδη σχεδὸν καὶ τοῖς ἰδιώταις ἅπασιν, ὅτι Πλάτων’ μὲν ἀθάνατον τὴν ψυχὴν ἀπολείπει, καὶ πολλοὺς ὑπὲρ τούτου λόγους πεποίηται‚ ποικίλως καὶ παν- τοίως ἀποδεικνὺς ὅτι ἐστὶν ἀθάνατος ἡ ψυχή.

πολλὴ δὲ καὶ τοῖς ἐσπουδακόσι περὶ τὰ Πλά- τωνος ἡ φιλοτιμία γέγονε‚ συναγωνιζομένοις τῷ τε

v.2.p.361
δόγματι καὶ τῷ Πλάτωνι. σχεδὸν γὰρ τὸ συνέχον τὴν πᾶσαν αἵρεσιν τἀνδρὸς τούτ’ ἔστιν.

ἥ τε γὰρ τῶν ἠθικῶν δογμάτων ὑπόθεσις ἐπηκολούθησε τῇ τῆς ψυχῆς ἀθανασίᾳ, τὸ μέγα καὶ λαμπρὸν καὶ νεανικὸν τῆς ἀρετῆς διὰ τὸ τῆς ψυχῆς θεῖον σῶσαι δυνηθείσης‚ τά τε τῆς φύσεως πράγματα πάντα κατὰ τὴν τῆς ψυχῆς διοίκησιν ἔσχε τὸ καλῶς διοικεῖσθαι δύνασθαι.

ψυχὴ γὰρ πᾶσα, φησὶ, παντὸς ἐπιμελεῖται τοῦ ἀψύχου, πάντα δὲ οὐρανὸν περιπολεῖ ἄλλοτ’ ἐν ἄλλοις εἴδεσι γινομένη. ἀλλὰ μὴν καὶ τὰ τῆς ἐπιστήμης καὶ τῆς σοφίας εἰς τὴν ἀθανασίαν τῆς ψυχῆς ἀνῆπται τῷ Πλάτωνι. πᾶσαι γὰρ αἶ μαθήσεις ἀναμνήσεις, καὶ οὐκ ἄλλως οἴεται δύνασθαι σώζεσθαι καὶ ζήτησιν καὶ μάθησιν, ἐξ ὧν ἐπιστήμη γίνεται.

εἰ δὲ μή ἐστιν ἡ ψυχὴ ἀθάνατος‚ οὐδὲ ἀνάμνησις. εἰ δὲ μὴ τοῦτο, οὐδὲ μάθησις. πάντων οὖν τῶν Πλάτωνος δογμάτων ἀτεχνῶς ἐξηρτημένων καὶ ἐκκρεμαμένων τῆς κατὰ τὴν ψυχὴν θειότητός τε καὶ ἀθανασίας, ὁ μὴ συγχωρῶν τοῦτο τὴν πᾶσαν ἀνατρέπει φιλοσοφίαν Πλάτωνος.

τίς οὖν ἐστιν ὁ πρῶτος ἐγχειρήσας ἀντιτάξασθαι ἀποδείξεσι, καὶ τὴν ψυχὴν ἀφελέσθαι τῆς ἀθανασίας καὶ τῆς ἄλλης πάσης δυνάμεως; τίς δ’ ἕτερος πρὸ Ἀριστοτέλους; τῶν μὲν γὰρ ἄλλων οἷ μὲν ἐπιδιαμένειν συνεχώρησαν, οἱ δ’‚ εἰ μὴ καὶ τοῦτο‚ δύναμίν γε ἐν τῷ σώματι καὶ κίνησίν τινα καὶ ἔργα καὶ πράξεις ἀπένειμαν τῆς ψυχῆς·

ὁ δὲ‚ ὅσῳπερ Πλάτων’ ἀπεσέμνυνε τὸ τῆς ψυχῆς πρᾶγμα, ἀρχὴν γενέσεως καὶ θεοῦ παίδευμα καὶ τῶν ἁπάντων προστάτιν ἀποφηνάμενος‚ τοσῷδε ἐφιλονείκησε καθελεῖν καὶ ἀτιμάσαι καὶ μικροῦ δεῖν μηδὲν ἀποφῆναι τὴν ψυχήν.

οὔτε γὰρ πνεῦμα οὔτε πῦρ οὔτε ὅλως σῶμα, ἀλλ’ οὐδὲ ἀσώματον, οἶον εἶναί

v.2.p.362
τε ἐφ᾿ αὑτοῦ καὶ κινεῖσθαι, ἀλλ᾿ οὐδ᾿ ὅσον ἐπὶ τοῦ σώματος ἀκίνητον εἶναι καὶ ὡς εἰπεῖν ἄψυχον. οἶον γὰρ τόδε ἐτόλμησεν, ἢ καὶ ἀπηναγκάσθη, ὡς καὶ τὰς πρωτουργοὺς κινήσεις ἀφελέσθαι τῆς ψυχῆς, τὸ βουλεύσασθαι, τὸ διανοηθῆναι, τὸ προσδοκήσαι, τὸ μνημονεῦσαι, τὸ λογίσασθαι;

οὐ γὰρ ψυχῆς ταῦτά φησι τὰ κινήματα ὁ τῆς φύσεως, ὥς φασι, γραμματεύς. πάνυ γοῦν οὗτός ἐστι πιστὸς, ὡς συνεικέναι τι περὶ τῶν ἐκτὸς, ὁ τῆς αὑτοῦ ψυχῆς τοσοῦτον διημαρτηκὼς ὡς μηδ᾿ ὅτι διανοεῖται παρακολουθεῖν. οὐ γὰρ ἡ ψυχὴ, φησὶν, ἀλλ᾿ ὁ ἄνθρωπός ἐστιν ὁ τούτων ἕκαστον ἐνεργῶν, ἡ ψυχὴ δὲ ἀκίνητος.

τούτῳ τοιγαροῦν ἑπόμενος Δικᾳίαρχος , καὶ τἀκόλουθον ἱκανὸς ὢν θεωρεῖν, ἀνῄρηκε τὴν ὅλην ὑπόστασιν τῆς ψυχῆς. ὅτι μὲν γὰρ ἀόρατόν τι καὶ ἀφανές ἐστιν ἡ ψυχὴ δῆλον, ὥστε οὐκ ἂν διά γε τὴν ἀπὸ τῶν αἰσθήσεων ἐνέργειαν δοίημεν εἶναι ψυχήν· αἱ δὲ κινήσεις αὐτῆς ἀφανοῦς οὔσης ἀναγκάζειν ἡμὰς δοκοῦσιν εἶναί τι τὴν ψυχὴν ὁμολογεῖν.

ταῦτα γὰρ ἅπας τις συνιέναι δοκεῖ τῆς ψυχῆς ὄντα, τὸ βουλεύεσθαι καὶ σκοπεῖσθαι καὶ καθ᾿ ὃν δήποτε τρόπον διανοεῖσθαι. ὅταν γὰρ ἴδωμεν τὸ σῶμα καὶ τὰς τούτου δυνάμεις καὶ ἐνθυμηθῶμεν δὲ τὰς τοιαύτας ἐνεργείας, ὡς οὐ σώματος [οὔσας,] δίδομεν εἶναί τι ἐν ἡμῖν ἕτερον τὸ βουλευόμενον ’ τοῦτο δὲ εἶναι τὴν ψυχήν. ἐπεὶ πόθεν ἀλλαχόθεν ἐπιστεύσαμεν ὑπὲρ ψυχῆς ;

ἂν οὑν τις ἐξ ὧν μάλιστα ψυχὴ φαίνεται ταῦτα ἀφελόμενος ἑτέρῳ τινὶ προσάψῃ πράγματι, οὔτε ὅθεν οὖσα ἐμφαίνεται καταλέλοιπεν οὔτε ὅ τι χρήσιμος ἂν εἶναι δοκοίη. τίς οὖν ἡ βοήθεια τῷ τὴν ψυχὴν ἀθάνατον εἶναι θέλοντι παρὰ τοῦ τὴν ψυχὴν ἀποκτιννύντος; τίς δὲ ἡ διδασκαλία τοῦ τρόπου τῆς κινήσεως, καθ᾿ ὃν αὐτο-

v.2.p.363
κίνητὸν αὐτήν φαμεν, παρὰ τῶν μηδὲ τὸ παράπαν αὐτῇ κίνησιν νεμόντων;

ναί· ἀλλὰ κατά γε τὴν ἀθανασίαν τοῦ νοῦ φήσαι τις ἂν αὐτὸν κοινωνεῖν Πλάτωνι. καὶ γὰρ εἰ μὴ πᾶσαν βούλεται τὴν ψυχὴν ἀθάνατον εἶναι , τόν γε νοῦν ὁμολογεῖ θεῖόν τε καὶ ἄφθαρτον εἶναι. τίς μὲν οὖν τὴν οὐσίαν καὶ τὴν φύσιν ὁ νοῦς, ὅθεν ὢν, καὶ πόθεν ἐπεισκρινόμενος τοῖς ἀνθρώποις, καὶ ποῦ πάλιν ἀπαλλαττόμενος, αὐτὸς ἂν εἰδείη· εἰ γέ τι συνίησιν ὧν λέγει περὶ τοῦ νοῦ, καὶ μὴ τὸ ἄπορον τοῦ πράγματος τῷ ἀσαφεῖ τοῦ λόγου περιστέλλων ἐξίσταται τὸν ἔλεγχον, ὥσπερ αἱ σηπίαι τὸ δυσθήρευτον ἐκ τοῦ σκοτεινοῦ ποριζόμενος.

πάντως δὲ καὶ ἐν τούτοις διαφέρεται Πλάτωνι. ὁ μὲν γάρ φησι νοῦν ἄνευ ψυχῆς ἀδύνατον εἶναι συνίστασθαι, ὁ δὲ χωρίζει τῆς ψυχῆς τὸν νοῦν. καὶ τὸ τῆς ἀθανασίας ὁ μὲν μετὰ τῆς ψυχῆς αὐτῷ δίδωσιν, ὡς ἄλλως οὐκ ἐνδεχόμενον, ὁ δέ φησιν αὐτῷ μόνῳ χωριζομένῳ τῆς ψυχῆς τοῦτο περιγίνεσθαι. καὶ τὴν μὲν ψυχὴν τοῦ σώματος οὐκ ἠξίωσεν ἐκβαίνειν, ὅτι Πλάτωνι τοῦτο ἤρεσε, τὸν δὲ νοῦν ἀπορρήγνυσθαι τῆς ψυχῆς ἠνάγκασεν, ὅτι ἀδύνατον ἔγνω Πλάτων τὸ τοιοῦτο.”

Ταῦτα μὲν ὁ Ἀττικός. συνάψω δὲ αὐτοῖς καὶ τὰ Πλωτίνου τόνδ᾿ ἔχοντα τὸν τρόπον