Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Περὶ ἐκλείψεως ἡλίου.

Θαλῆς πρῶτος ἔφη ἐκλείπειν τὸν ἥλιον τῆς αελήνης αὐτὸν ὑπερχομένης κατὰ κάθετον, οὔσης φύσει γεώδους· βλέπεσθαι δὲ τοῦτο κατοπτρικῶς ὑποτιθεμένην τῷ δίσκῳ.

Ἀναξίμανδρος τοῦ στομίου τῆς τοῦ πυρὸς διεκπνοης ἀποκλειομένου.

Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφὴν, ὥστε τὸ μὲν κοῖλον ἄνω γίνεσθαι, τὸ δὲ κυρτὸν κάτω πρὸς τὴν ἡμετέραν ὄψιν.

Ξενοφάνης κατὰ σβέσιν· ἕτερον δὲ πάλιν πρὸς ταῖς ἀνατολαῖς γίγνεσθαι. παριστόρηκε δὲ καὶ ἔκλει- [*](16 Περὶ ἐκλείψεως ἡλίου] Plutarch. ῥ’ 890 f.)

v.2.p.408
ψιν ἡλίου ἐφ’ ὅλον τὸν μῆνα, καὶ πάλιν ἔκλειψιν ἐντελῆ, ὥστε τὴν ἡμέραν νύκτα φανῆναι.

Ἔνιοι πύκνωμα τῶν ἀοράτων ἐπερχομένων τῷ δίσκῳ νεφῶν.

Ἀρίσταρχος τὸν ἥλιον ἵστησι μετὰ τῶν ἀπλανῶν, τὴν δὲ σελήνην κινεῖ περὶ τὸν ἡλιακὸν κύκλον, καὶ κατὰ ταύτας τἀς ἐγκλίσεις σκιάζεσθαι τὸν δίσκον.

Ξενοφάνης πολλοὺς ἡλίους τἶναι καὶ σελήνας, κατὰ τὰ κλίματα τῆς γῆς, καὶ ἀποτομὰς, καὶ ζώνας· κατά τινα δὲ καιρὸν ἐμπίπτειν τὸν δίσκον εἴς τινα ἀποτομὴν τῆς γῆς οὐκ οἰκουμένης ὑφ’ ἡμῶν, καὶ οὕτως ὥσπερ κενεμβατοῦντα ἔκλειψιν ὑποφαίνειν. ὁ δ’ αὐτὸς τὸν ἥλιον μὲν εἰς ἄπειρον προϊέναι, δοκεῖν κυκλεῖσθαι διὰ τὴν ἀπόστασιν.”