Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Περὶ τάξεως

[*](29 Περὶ τάξεως ἀστέρων] Plutarch. p. 889 a.)
v.2.p.406

Ξενοκράτης κατὰ μίαν ἐπιφάνειαν οἴεται κίνει σθαι τοὺς ἀστέρας.

Οἱ ἄλλοι Στωϊκοὶ πρὸ τῶν ἑτέρων τοὺς ἑτέρους, ἐν ὕψει καὶ βάθει.

Δημόκριτος τὰ μὲν ἀπλανῆ πρῶτον, μετὰ δὲ ταῦτα τοὺς πλάνητας, ἐφ’ οἷς ἥλιον , Φωσφόρον, σελήνην.

Πλάτων’ μετὰ τὴν τῶν ἀπλανῶν θέσιν πρῶτον Φαίνοντα λεγόμενον , τὸν τοῦ Κρόνου· δεύτερον Φαέθοντα , τὸν τοῦ Δῖός· τρίτον Πυρόεντα , τὸν τοῦ Ἄρεως· τέταρτον Ἑωσφόρον, τὸν τῆς Ἀφροδίτης· πέμπτον Στίλβοντα, τὸν τοῦ Ἑρμοῦ· ἕκτον ἥλιον· ἕβδομον σελήνην.

Τῶν μαθηματικῶν τινὲς μὲν ὡς Πλάτων’, τινὲς δὲ μέσον πάντων τὸν ἥλιον.

Ἀναξίμανδρος καὶ Μητρόδωρος ὁ Χῖος καὶ Κράτης ἀνωτάτω μὲν πάντων τὸν ἥλιον τετάχθαι· μετ’ αὐτὸν τὴν σελήνην· ὑπὸ δὲ αὐτοὺς τὰ ἀπλανῆ τῶν ἄστρων καὶ τοὺς πλάνητας.”