Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Περὶ ὕλης.

Ὕλη ἐστὶ τὸ ὑποκείμενον γενέσει καὶ φθορᾷ καὶ ταῖς ἄλλαις μεταβολαῖς.

Οἶ’ ἀπὸ Θαλέω καὶ Πυθαγόρα καὶ οἶ Στωϊκοὶ τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ ῥευστὴν ὅλην δι’ ὅλων τὴν ὕλην.

Οἱ ἀπὸ Δημοκρίτου, ἀπαθῆ τὰ πρῶτα, τὴν ἄτομον καὶ τὸ κενὸν καὶ τὸ ἀσώματον.

Ἀριστοτέλης καὶ Πλάτων’ τὴν ὕλην σωματοειδῆ, ἄμορφον, ἀνείδεον, ἀσχημάτιστον, ἄποιον μὲν ὅσον ἐπὶ τῇ ἰδίᾳ φύσει, δεξαμενὴν δὲ τῶν εἰδῶν, οἶον τιθήνην καὶ ἐκμαγεῖον καὶ μητέρα γενέσθαι. οἶ δὲ ὕδωρ λέγοντες, πῦρ, ἢ ἀέρα, ἢ γῆν τὴν ὕλην, οὐκέτι ἄμορφον αὐτὴν λέγουσιν, ἀλλὰ σῶμα· οἱ δὲ τὰ ἀμερῆ, καὶ τὰς ἀτόμους, ἄμορφον.”