Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Περὶ τάξεως κόσμου.

Παρμενίδης στεφάνας εἶναι περιπεπλεγμένας ἐπ’ ἀλλήλαις , τὴν μὲν ἐκ τοῦ ἀραιοῦ, τὴν δὲ ἐκ τοῦ πυ- κνοῦ· μικτὰς δὲ ἄλλας ἐκ φωτὸς καὶ σκότους μεταξὺ τούτων· καὶ τὸ περιέχον δὲ πάσας τοίχου δίκην στε- ρεὸν ὑπάρχον.

v.2.p.403

Λεύκιππος καὶ Δημόκριτος χιτῶνα κύκλῳ καὶ ὑμένα περιτείνουσι τῷ κόσμῳ.

Ἐπίκουρος ἐνίων μὲν κόσμων ἀραιὸν τὸ πέρας, ἔνια δὲ πυκνά· καὶ τούτων τὰ μέν τινα κινούμενα, τὰ δὲ ἀκίνητα.

Πλάτων’ πῦρ πρῶτον , εἶτα αἰθέρα, μεθ’ ὃν ἀέρα, ἐφ’ ᾧ ὕδωρ , τελευταίαν δὲ γῆν· ἐνίοτε δὲ τὸν αἰθέρα συνάπτει τῷ πυρί.

Ἀριστοτέλης πρῶτον μὲν αἰθέρα ἀπαθῆ , πέμπτον δὲ σῶμα· μεθ’ ὃν παθητὰ , πῦρ, ἀέρα, ὕδωρ, τελευταίαν δὲ γῆν. τούτων δὲ τοῖς μὲν οὐρανίοις ἀποδεδόσθαι τὴν κυκλικὴν κίνησιν· τῶν δ’ ὑπ’ τεταγμένων τοῖς μὲν κούφοις τὴν ἄνω, τοῖς δὲ βαρέσι τὴν κάτω.

Ἐμπεδοκλῆς μὴ διὰ παντὸς ἑστῶτας εἶναι, μηδὲ ὡρισμένους τοὺς τόπους τῶν στοιχείων , ἀλλὰ πάντα πως ἀλλήλων μεταλαμβάνειν.”