Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Εἰ ἔν τὸ πάν.

Οἱ μὲν οὑν ἀπὸ τῆς Στοὰς ἕνα κόσμον ἀπεφή- ναντο, ὃν δὴ καὶ τὸ πὰν ἔφασαν εἷναι καὶ τὰ σωμα- τικά.

[*](26 Εἰ ἓν τὸ πᾶν] Plutarch. Mor. p. 879 a.)
v.2.p.400

Ἐμπεδοκλῆς δὲ κόσμον ἴνα, οὐ μέντοι τὸ πᾶν εἶναι τὸν κόσμον, ἀλλ’ ὀλίγον τι τοῦ παντὸς μέρος, τὸ δὲ λοιπὸν ἀργὴν ὕλην.

Πλάτων’ δὲ τεκμαίρεται τὸ δοκοῦν, ὅτι εἷς ὁ κόσμος καὶ ἓν τὸ πὰν ἐκ τριῶν· ἐκ τοῦ μὴ ἔσεσθαι τέλειον, ἐὰν μὴ πάντα ἐμπεριέχῃ· ἐκ τοῦ μὴ ἔσεσθαι ὅμοιον τῷ παραδείγματι, ἐὰν μὴ μονογενὴς ᾖ· ἐκ τοῦ μὴ ἔσεσθαι ἄφθαρτον , ἐάν τι ἐξωτέρω αὐτοῦ ᾗ.

πρὸς δὲ τὸν Πλάτωνα λεκτέον ὅτι οὐ τέλειος ὁ κόσμος, οὐδὲ γὰρ τὰ πάντα περιέχει· καὶ γὰρ ὁ ἄνθρωπός ἐστι τέλειος, ἀλλ’ οὐ πάντα περιέχει· καὶ πολλὰ παραδείγματά ἐστιν, ὥσπερ ἐπ’ ἀνδριάντων καὶ οἰκιῶν καὶ ζωγραφιῶν· πῶς δὲ τέλειος, εἴπερ τι αὐτοῦ περιδινεῖσθαι δύναται; ἄφθαρτος δὲ οὐκ ἔστιν, οὐδὲ δύναται εἶναι, γεννητὸς ὤν.

Μητρόδωρος δέ φησιν ἄτοπον εἶναι ἐν μεγάλῳ πεδίῳ ἔνα στάχυν γεννηθῆναι καὶ ἴνα κόσμον ἐν τῷ ἀπείρῳ. ὅτι δὲ ἄπειρος κατὰ τὸ πλῆθος δῆλον ἐκ τοῦ ἄπειρα τὰ αἴτια εἶναι. εἰ γὰρ ὁ μὲν κόσμος πεπερασμένος, τὰ δὲ αἴτια πάντα ἄπειρα, ἐξ ὧν ὁ κόσμος γέγονεν,] ἀνάγκη ἀπείρους εἶναι. ὅπου γὰρ τὰ πάντα γέγονεν αἴτια, ἐκεῖ καὶ ἀποτελέσματα. αἴτια δὲ ἤτοι αἶ ἄτομοι, ἢ τὰ στοιχεῖα.”