Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Μώσεως καὶ τῶν παρ’ Ἑβραίοις προφητῶν τέλος εἶναι τοῦ μακαρίως ζῆν τὴν τοῦ τῶν ὅλων θεοῦ γνῶσίν τε καὶ φιλίαν δι’ εὐσεβείας συντελουμένην ὑποθεμένων, εὐσέβειάν τε εἶναι ἀληθῆ διδαξάντων τὴν διὰ πάσης ἀρετῆς τῷ θεῷ εὐαρέστησιν, (ταύτην γὰρ εἶναι τῶν ἀγαθῶν αἰτίαν, ἐπὶ μόνῳ γὰρ τῷ θεῷ τὰ πάντα κεῖσθαι καὶ παρ’ αὐτοῦ τὰ πάντα τοῖς θεοφιλέσι χορηγεῖσθαι) τοῦ τε Πλάτωνος τὰ συνῳδὰ τούτοις ὁριζομένου καὶ τέλος εὐδαιμονίας τὴν ἀρετὴν τὴν ἀποφαινομένου, τὴν ἑτέραν ὁδεύσας ὁ Ἀριστοτέλης οὐκ ἄλλως εὐδαίμονά τινά φησιν ἔσεσθαι ἢ καὶ διὰ τῆς τοῦ σώματος εὐπαθείας καὶ τῆς τῶν ἐκτὸς περιουσίας, ὦν ἄνευ μηδὲ τὴν ἀρετὴν ὠφελεῖν. πρὸς ὃν ὅπως ἐνέστησαν διεψευσμένην αὐτοῦ τὴν ὑπόληψιν ἀπελέγχοντες οἶ Πλάτωνος γνώριμοι πάρεστι μα- θεῖν διὰ τούτων