Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

"Συνελόντι δ’ εἰπεῖν, πόρρω μοι δοκοῦσιν ἀφεστηκέναι τοῦ τὰ δέοντα λογίζεσθαι πάντες ἐφεξῆς ὁπόσοι τὴν ψυχὴν σῶμα ἀπἱφήναντο. πῶς γὰρ ὅλως ἐγχωρεῖ παραπλήσιον εἶναί τινι τῶν στοιχείων τὸ κατ’ αὐτὴν θεῖναι; ποῦ δὲ ἐπὶ τὰς κράσεις καὶ μί- ξεις ἀνενεγκεῖν; αἳ κατὰ πολλοὺς γιγνόμεναι τρόπους ἄλλων μὲν ἀμυθήτων ἰδέας σωμάτων ἀπογεννᾶν πεφύκασιν, ἐν οἶς εἰ καὶ μὴ συνεχῶς, ἀλλ’ οὖν πόρ- ρωθεν ἰδεῖν ἔνι τὴν τῶν στοιχείων αἰτίαν καὶ τὴν πρὸς τὰ δεύτερα καὶ τρίτα τῶν πρώτων ἀφορμήν. τῶν δὲ περὶ ψυχὴν ἴχνος οὐδὲν οὐδὲ τεκμήριον ἐν [*](18 Λογγίνῳ] Fragm. VII.)

v.2.p.377
τοῖς σώμασιν εὑρίσκεται, κἂν εἰ φιλοτιμοῖτό τις, ὡς Ἐπίκουρος καὶ Χρύσιππος, ἅπαντα λίθον κινεῖν καὶ πᾶσαν ἐρευνᾶν δύναμιν σώματος εἰς γένεσιν τῶν περὶ ψυχῆς πράξεων.

τί γὰρ ἡ τοῦ πνεύματος ἡμῖν λεπτότης πρὸ ἔργου γένοιτ’ ἂν εἰς φαντασίας καὶ λογισμούς; τί δέ; τῶν ἀτόμων σχῆμα τοσαύτην παρὰ τὰ ἄλλα ἔχει δύναμιν καὶ τροπὴν, ὥστε φρόνησιν γεννᾶν, ὅταν εἰς ἑτέρου πλάσιν ἐγκαταμιχθῇ σώματος; οἶμαι μὲν ὡς οὐδ’ εἰ τῶν Ἡφαίστου τις ὢν τύχοι τριπόδων καὶ θεραπαινῶν, (ὡν φησιν Ὅμηρος τοὺς μὲν αὐτομάτους εἰς τὸν ἀγῶνα δι’ αὑτῶν χωρεῖν, τὰς δὲ συνεργάζεσθαι τῷ δεσπότῃ, καὶ μηδενὸς οἴων οἶ ζῶντες ἔχουσι πλεονεκτημάτων ἀπολείπεσθαι) μή τί γε δὴ τῶν ἔκ ταὐτομάτου ψηγμάτων, καὶ αὖ τοῖς ἐπὶ τῶν αἰγιαλῶν προσέοικε λίθοις, εἰς τὸ δύνασθαί τι περιττότερον ποιεῖν πρὸς αἴσθησιν.

Ζήνωνι μὲν γὰρ καὶ Κλεάνθει νεμεσήσειέ τις ἂν δικαίως οὕτω σφόδρα ὑβριστικῶς περὶ αὐτῆς διαλεχθεῖσι καὶ ταὐτὸν ἄμφω τοῦ στερεοῦ σώματος εἶναι τὴν ψυχὴν ἀναθυμίασιν φήσασι. τί γὰρ, ὠ πρὸς θεῶν, κοινὸν ὅλως ἀναθυμιάσει καὶ ψυχῇ; ποῦ δὲ ἐγχωρεῖ νομίσαντας τούτῳ προσεοικέναι τήν θ’ ἡμετέραν καὶ τὴν τῶν ἄλλων ζῴων οὐσίαν, τοῦτο μὲν φαντασίας καὶ μνήμας οἵους τε εἶναι σώζειν διαρκεῖς, τοῦτο δὲ ὁρμὰς καὶ βουλήσεις τῶν λυσιτελούντων εἰς σύνεσιν αραγμάτων; ἠ τἄρα καὶ τοὺς θεοὺς καὶ τὸν διὰ πάντων παρήκοντα ὁμοίως ἐπιγείων τε καὶ οὐρανίων εἰς ἀναθυμίασιν καὶ καπνὸν καὶ τοιαύτην φλυαρίαν καταθήσομεν, καὶ οὐδὲ τοὺς ποιητὰς αἰσχυνόμεθα, οἳ καίπερ ἀκριβῆ σύνεσιν τῶν θεῶν οὐκ ἔχοντες, ὅμως τὰ μὲν ἐκ τῆς κοινῆς ἐπινοίας τῶν ἀνθρώπων, τὰ δὲ ἐξ ἐπιπνοίας τῶν Μουσῶν, ἣ κινεῖν

v.2.p.378
Αὐτοὺς ἐπὶ ταπυτα πέφυκε, σεμνότερα εἰρήκασιπερὶ αὐτῶν, καὶ οὐκ ἀναθυμιάσεις, οὐδ’ ἀέρας, οὐδὲ πνεύματα καὶ λήρους;”

Tαῦτά σοι καὶ ὁ Λογγπινος. ἐπάκουσον δὲ καὶ Πλωτίνου τὰ τοιάδε πρὸς τοὺς αὐτοὺς ἀποτεινομένου