Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Τὸ δὲ σπέρμα φησὶν ὁ Ζήνων εἷναι ὃ με-

v.2.p.375
θίησιν ἄνθρωπος πνεῦμα μεθ’ ὑγροῦ‚ ψυχῆς μέρος καὶ ἀπόσπασμα, καὶ τοῦ σπέρματος τοῦ τῶν προγόνων κέρασμα καὶ μίγμα τῶν τῆς ψυχῆς μερῶν συνε- ληλυθός· ἔχον γὰρ τοὺς λόγους τῷ ὅλῳ τοὺς αὐτοὺς τοῦτο, ὅταν ἀφεθῇ εἰς τὴν μήτραν, συλληφθὲν ὑπ’ ἄλλου πνεύματος, μέρος ψυχῆς τῆς τοῦ θήλεος καὶ συμφυὲς γενόμενον, κρυφθέν τε φύει κινούμενον καὶ ἀναρριπιζόμενον ὑπ’ ἐκείνου, προσλαμβάνον ἀεὶ εἰς τὸ ὑγρὸν καὶ αὐξάνον ἐξ ἑαυτοῦ.”

Καὶ μετὰ βραχέα ἐπιλέγει

‘Περὶ δὲ ψυχῆς Κλεάνθης μὲν τὰ Ζήνωνος δόγρματα παρατιθέμενος πρὸς σύγκρισιν τὴν πρὸς τοὺς ἄλλους φυσικούς φησιν ὅτι Ζήνων τὴν ψυχὴν λέγει αἴσθησιν, ἢ ἀναθυμίασιν, καθάπερ Ἡράκλειτος. βουλόμενος γὰρ ἐμφανίσαι ὅτι αἱ ψυχαὶ ἀναθυμιώμεναι νοεραὶ ἀεὶ γίνονται εἴκασεν αὐτὰς τοῖς ποταμοῖς, λέγων οὕτως ‘ποταμοῖσι τοῖσίν αὐτοῖσιν ἐμβαίνουσιν ἕτερα καὶ ἕτερα ὕδατα ἐπιρρεῖ· καὶ ψυχαὶ δὲ ἀπὸ τῶν ὑγρῶν ἀναθυμιῶνται.’

ἀναθυμίασιν μὲν οὖν ὁμοίως τῷ Ἡρακλείτῳ τὴν ψυχὴν ἀποφαίνει Ζήνων, αἰσθητικὴν δὲ αὐτὴν εἶναι διὰ τοῦτο λέγει ὅτι τυποῦσθαί γε δύναται τὸ μέρος τὸ ἡγούμενον αὐτῆς ἀπὸ τῶν ὄντων καὶ ὑπαρχόντων διὰ τῶν αἰσθητηρίων καὶ παραδέχεσθαι τὰς τυπώσεις. ταῦτα γὰρ ἴδια ψυχῆς ἐστι.”

Καὶ μεθ’ ἕτερα

῾Εἶναι δὲ ψυχὴν ἐν τῷ ὅλῳ φασὶν, ὃ καλοῦσιν αἰθέρα, καὶ ἀέρα κύκλῳ περὶ τὴν γῆν καὶ θάλασσαν, καὶ ἐκ τούτων ἀναθυμιάσεις· τὰς δὲ λοιπὰς ψυχὰς προσπεφυκέναι ταύτῃ, ὅσαι τε ἐν ζῴοις εἰσὶ καὶ ὅσαι ἐν τῷ περιέχοντι· διαμένειν γὰρ τὰς τῶν ἀποθανόντων ψυχάς.

ἔνιοι δὲ τὴν μὲν τοῦ ὅλου

v.2.p.376
ἀΐδιον, τὰς δὲ λοιπὰς συμμίγνυσθαι ἐπὶ τελευτῇ ἐκείνην. ἔχειν δὲ πᾶσαν ψυχὴν ἡγεμονικόν τι ἐν αὑτῇ, ὃ δὴ ζωὴ καὶ αἴσθησίς ἐστι καὶ ὁρμή.”

Καὶ ἔτι μετ’ ὀλίγα

“Τὴν δὲ ψυχὴν γεννητήν τε καὶ φθαρτὴν λέγουσιν· οὐκ εὐθὺς δὲ τοῦ σώματος ἀπαλλαγεῖσαν φθείρεσθαι, ἀλλ’ ἐπιμένειν τινὰς χρόνους καθ’ ἑαυτήν· τὴν μὲν τῶν σπουδαίων μέχρι τῆς εἰς πῦρ ἀναλύσεως τῶν πάντων, τὴν δὲ τῶν ἀφρόνων πρὸς ποσούς τινας χρόνους.

τὸ δὲ διαμένειν τὰς ψυχὰς οὕτω λέγουσιν, ὅτι διαμένομεν ἡμεῖς ψυχαὶ γινόμενοι τοῦ σώματος χωρισθέντος καὶ εἰς ἐλάττω μεταβαλόντος οὐσίαν τὴν τῆς ψυχῆς. τὰς δὲ τῶν ἀφρόνων καὶ ἀλόγων ζῴων ψυχὰς συναπόλλυσθαι τοῖς σώμασι.”

Τοιαῦτα καὶ τὰ τῆς Στωϊκῆς φιλοσοφίας δόγματα ἀπὸ τῶν Ἐπιτομῶν Ἀρείου Διδύμου συνειλεγμένα. πρὸς δὲ τὴν περὶ ψυχῆς ἄτοπον τῶν ἀνδρῶν δόξαν ἀπαρκεῖ τὰ παρὰ Λογγίνῳ τῷ καθ’ ἡμὰς συν- τόμως ἀντειρημένα διὰ τούτων