Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

"Tὸ δὲ κεφάλαιον καὶ τὸ κῦρος τῆς Πλά- τωνος αἱρέσεως, ἡ περὶ τῶν νοητῶν διάταξις, ἠτίμασται καὶ προπεπηλάκισται καὶ παντοίως, τό γε ἐξὸν ἐπ᾿ Ἀριστοτέλει , περιύβρισται. οὐ γὰρ δυνάμενος ἐννοῆσαι διότι τὰ μεγάλα καὶ θεῖα καὶ περιττὰ τῶν πραγμάτων παραπλησίου τινὸς δυνάμεως εἰς ἐπίγνω-

v.2.p.368
σιν δεῖται‚ τῇ δ’ αὑτοῦ λεπτῇ καὶ ταπεινῇ δριμύτητι πιστεύων‚ ἥτις διαδῦναι μὲν τῶν ἐπὶ γῆς πραγμάτων καὶ τὴν ἐν τούτοις ἀλήθειαν ἰδεῖν ἐδύνατο, τῆς δ’ ὄντως ἀληθείας ἐποπτεῦσαι τὸ πεδίον οὐχ οἵα τε ἦν, αὑτῷ κανόνι καὶ κριτῇ τῶν ὑπὲρ αὐτὸν χρησάμενος, ἀπέγνω τινὰς εἶναι ἰδίας φύσεις, οἵας Πλάτων’ ἔγνω, λήρους δὲ καὶ τερετίσματα καὶ φλυαρίας ἐτόλμησεν εἰπεῖν τὰ τῶν ὄντων ἀνώτατα.

τὸ μὲν οὖν ἄκρον τε καὶ ἔσχατον τῶν Πλάτωνος φιλοσοφημάτων ἐστὶ τὸ περὶ τὴν νοητὴν ταύτην καὶ ἀίδιον οὐσίαν τὴν τῶν ἰδεῶν, ἔνθα δὴ πόνος τε καὶ ἀγὼν ἔσχατος τῇ ψυχῇ πρόκειται. ὁ μὲν γὰρ μετασχὼν καὶ ἐφικόμενος αὐτῆς πάντως εὐδαίμων, ὁ δὲ ἀπολειφθεὶς καὶ ἀδυνατήσας θεωρὸς γενέσθαι πάντως ἄμοιρος εὐδαιμονίας καταλείπεται.

καὶ διὰ τοῦτο Πλάτων’ τε πανταχῆ διαγωνίζεται, δεικνὺς τὴν ἰσχὺν τούτων τῶν φύσεων· οὔτε γὰρ ὡντινωνοῦν ἀποδοῦναί φησιν οἶόν τε εἶναι καλῶς, ἂν μὴ τούτων μεθέξει, οὔτε γνῶσίν τινος ἀληθοῦς, ἂν μὴ τῇ πρὸς ταῦτα ἀναφορᾷ, ἀλλ’ οὐδὲ λόγου μετέσεσθαί τισιν, εἰ μὴ τὴν τούτων οὐσίαν ὁμολογήσειαν·

οἵ τ’ αὖ τὰ τοῦ Πλάτωνος συνιστάναι ἐγνωκότες τὸν πλεῖστον ἀγῶνα τῶν λόγων ἐν τούτῳ τίθενται πάνυ ἀναγκαίως. οὐδὲν γὰρ ἔτι τὸ Πλατωνικὸν ἀπολείπεται, εἰ μὴ τἀς πρώτας καὶ ἀρχικωτάτας φύσεις ταύτας συγχωρήσεταί τις αὐτοῖς ὑπὲρ Πλάτωνος. ταῦτα γάρ ἐστιν οἶς μάλιστα τῶν ἄλλων ὑπερέχει.

νοήσας γὰρ θεὸν πρὸς αὐτὰ τῶν ἀπάντων πατέρα καὶ δημιουργὸν καὶ δεσπότην καὶ κηδεμόνα, καὶ γνωρίζων ἐκ τῶν ἔργων τὸν τεχνίτην πρότερον νοῆσαι τοῦτο ὃ μέλλει δημιουργήσειν, εἶθ’ οὕτω τῷ νοηθέντι κατόπιν ἐπὶ τῶν πραγμάτων προσάγειν τὴν ὁμοιότητα·

v.2.p.369
ταὐτὸν δὴ, τὰ τοῦ θεοῦ νοήματα πρεσβύτερα τῶν πραγμάτων‚ τὰ τῶν γενομένων παραδείγματα, ἀσώματα καὶ νοητὰ, κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα ἀεὶ, μάλιστα μὲν καὶ πρώτως αὐτὰ ὄντα, παραίτια δὲ καὶ τοῖς ἄλλοις τοῦ εἶναι τοιαῦτα ἕκαστα οἷά περ ἐστὶ, κατὰ τὴν πρὸς αὐτὰ ὁμοιότητα, συνιδὼν ὁ Πλάτων ὄντα οὐ ῥᾷστα ὀφθῆναι, οὐ μὴν οὐδὲ λόγῳ σαφῶς δηλωθῆναι δυνάμενα, αὐτὸς ὡς οἶόν τε ἦν ὑπὲρ αὐτῶν εἰπεῖν καὶ φρονῆσαι καὶ παρασκευάσαι τοὺς μέλλοντας ἐπακολουθήσειν πραγματευσάμενος ταῦτα, καὶ τὴν σύμπασαν αὑτοῦ φιλοσοφίαν εἰς τοῦτο συνταξάμενος, περὶ ταῦτά φησι καὶ τὴν τούτων νόησιν καὶ τὴν σοφίαν εἶναι καὶ τὴν ἐπιστήμην, δι’ ἧς τὸ ἀνθρώπινον τέλος καὶ ἡ μακαριστὴ βιοτὴ παραγίνεται.”

Τοσαῦτα ὁ Ἀττικός. παρῆν δὲ καὶ τούτων ἔτι πλείω ἐκ τῆς δηλωθείσης παραθέσθαι τοῦ ἀνδρὸς γραφῆς· πλὴν ἀλλὰ τοῖς ἐκτεθεῖσιν ἀρκεσθέντες μετα- βησόμεθα καὶ ἐπὶ τὴν τῶν Στωϊκῶν αἵρεσιν.

Σωκράτους τοίνυν ἀκουστὴς ἐγένετο Ἀντισθένης. Ἡρακλεωτκός τις ἀνὴρ τὸ φρόνημα, ὃς ἔφη τοῦ ἥδεσθαι τὸ μαίνεσθαι κρεῖττον εἶναι· διὸ καὶ παρῄνει τοῖς γνωρίμοις μηδέποτε χάριν ἡδονῆς δάκτυλον ἐκτείνειν.

τούτου δὲ ἀκουστὴς γέγονε Διογενὴς ὁ κύων, ὃς καὶ αὐτὸς θηριωδέστατα φρονεῖν δόξας πολλοὺς ἐπηγάγετο. τοῦτον Κράτης διεδέξατο· Κράτητος δὲ ἐγένετο Ζήνων ὁ Κιτιεὺς, ὁ τῆς τῶν Στωϊκῶν φιλοσόφων αἱρέσεως καταστὰς ἀρχηγός

Ζήνωνα δὲ Κλεάνθης διεδέξατο, Κλεάνθην δὲ Χρύσιππος, τοῦτον δὲ Ζήνων ὁ ἕτερος καὶ οἶ καθεξῆς. λέγονται δ’ οὗτοι πάντες διαφερόντως καὶ βίου στερροῦ καὶ διαλεκτικῆς ἐπιμεληθῆναι. τά γέ τοι τῆς κατ’ αὐτοὺς φιλοσοφίας δόγματα ὧδέ πως ἔχει

v.2.p.370