Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ἕτι τοῦ Πλάτωνος λέγοντος τὴν ψυχὴν διακοσμεῖν τὰ πάντα διήκουσαν διὰ πάντων‚ καὶ ταύτην ὑφ’ ἧς καὶ οἱ λοιποὶ διοικεῖσθαι συγχωροῖεν ἂν ἕκαστα, καὶ μηδὲν ἄλλο εἶναι τὴν φύσιν ἢ ψυχὴν, καὶ δηλονότι ψυχὴν οὐκ ἄλογον‚ καὶ ἐκ τούτων συνάγοντος ὅτι πάντα κατὰ πρόνοιαν γίνεται, εἴ γε καὶ κατὰ φύσιν· πρὸς οὐδὲν τούτων ἡμῖν Ἀριστοτέλης

v.2.p.367
ὁμολογεῖ.

οὐ γὰρ εἶναι τὴν φύσιν ψυχὴν, καὶ τὰ περὶ γῆν ὑπὸ μὲν φύσεως διοικεῖσθαι. εἶναι γὰρ ἐφ᾿ ἑκάστῳ τῶν πραγμάτων ἄλλας καὶ τὰς αἰτίας. τῶν ἐχόντων αἰτίαν τὴν εἱμαρμένην ὑποτίθησι, τῶν δὲ ὑπὸ σελήνην τὴν φύσιν, τῶν δὲ ἀνθρωπίνων φρόνησιν καὶ πρόνοιαν καὶ ψυχήν· τὸ μὲν γλαφυρὸν ἐν ταῖς τοιαύταις διαιρέσεσι παρεχόμενος, τὸ δὲ ἀναγκαῖον οὐ συνορῶν.

εἰ γὰρ μὴ μία τις εἴη δύναμις ἔμψυχος διήκουσα διὰ τοῦ παντὸς καὶ πάντα συνδοῦσα καὶ συνέχουσα, οὔτ᾿ ἂν εὐλόγως τὸ πᾶν οὔτε καλῶς διοικούμενον εἶναι δύναιτο. τῆς δ᾿ αὐτῆς ἦν ἄρ᾿ ἀβλεψίας καὶ πόλιν ἐλπίσαι ποτὲ καλῶς χωρὶς ἑνώσεως διαγενέσθαι, καὶ τὸ πᾶν τόδε ἡγήσασθαι πάγκαλον τῷ λόγῳ διαφυλάξειν , οἷόν περ φαίνεται, μὴ συνδήσαντα καὶ συναρμόσαντα ἑνός τινος ὁμοίου κοινωνίᾳ.

καὶ τοιοῦτον μέν τι πρᾶγμα τὸ διοικοῦν ἕκαστα εἶναί φησιν, οἶον ἀρχὴν εἶναι κινήσεως, τοῦτο δὲ εἶναι ψυχὴν οὐ βούλεται· καίτοι καὶ τοῦ Πλάτωνος αὐτοῦ δεικνύντος ὅτι τοῖς κινουμένοις ἅπασιν ἀρχὴ καὶ πηγὴ τῆς κινήσεως ἡ ψυχή. καὶ ὃ μὲν ἂν ἔργον εἴη ψυχῆς λογικῆς καὶ φρονίμου τὸ μηδὲν μά- μάτην ποιεῖν, τοῦτο ἀνατίθησι τῇ φύσει, τοῦ δὲ ὀνό- ματος αὐτῇ τῆς ψυχῆς οὐ μεταδίδωσιν, ὥσπερ ἐκ τῶν ὀνομάτων, ἀλλ᾿ οὐκ ἐκ τῶν δυνάμεων, τῶν πραγμάτων λαμβανομένων.”