Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὤρα καὶ τὸν ἄλλον τῦφον τῶν ἀπ᾿ Ἀριστοτέλους τῶν τε Στωϊκῶν φιλοσόφων ἄνωθεν ὡς ἀπὸ σκηνῆς κατοπτεῦσαι, καὶ τὴν λοιπὴν δὲ πᾶσαν φυσιολογίαν τῶν τὰς ὀφρῦς ἀνατεινομένων συνιδεῖν, ὡς ἂν μάθοιμεν καὶ τὰ παρὰ τοῖσδε σεμνολογούμενα, τά τε πρὸς αὐτοὺς αὖ πάλιν ὑπὸ τῶν οἰκείων ἀντιλεγόμενα.

οὕτω γὰρ καὶ τῆς τούτων ἀναχωρήσεως τὸ παρ᾿ ἡμῖν κεκριμένον εὐλόγου πάσης ἀπολύοιτ᾿ ἂν κατηγορίας, ὅτι δὴ μὴ ἀγνοίᾳ τῶν παρ᾿ αὐτοῖς σεμνῶν, ἐξητασμένῃ δὲ καὶ βεβασανισμένῃ κρίσει, τὴν παρὰ τοῖς νενομισμένοις βαρβάροις ἀλήθειάν τε καὶ εὐσέβειαν τῶν Ἑλληνικῶν ἁπάντων προτετιμήκαμεν.

ἄρξομαι δὲ ἀπὸ τῶν Ἀριστοτέλους. ἄλλοι μὲν οὖν τὸν βίον τἀνδρὸς διαβεβλήκασι, φιλόσοφοι δὲ καὶ ἄλλως οὐκ ἀφανεῖς τινες ἦσαν καὶ οὗτοι. ἐμοὶ δ᾿ οὐ φίλον τὸν ἄνδρα οὐδ᾿ αὐταῖς ἀκοαῖς ἀνέχεσθαι κακῶς πρὸς τῶν οἰκείων ἀγορευόμενον. διόπερ τὰς ὑπὲρ αὐτοῦ μᾶλλον ἐκθήσομαι ἀπολογίας ἀπὸ τῶν Ἀριστοκλέους τοῦ Περι-

v.2.p.339
πατητικοῦ, ὃς ἐν τῷ ἑβδόμῳ Περὶ φιλοσοφίας τάδε περὶ αὐτοῦ γράφει

“Πῶς γὰρ οἷόν τε, καθάπερ φησὶν Ἐπίκουρος ἐν τῇ περὶ τῶν ἐπιτηδευμάτων ἐπιστολῇ, νέον μὲν ὄντα καταφαγεῖν αὐτὸν τὴν πατρῴαν οὐσίαν, ἔπειτα δὲ ἐπὶ τὸ στρατεύεσθαι συνῶσαι, κακῶς δὲ πράττοντα ἐν τούτοις ἐπὶ τὸ φαρμακοπωλεῖν ἐλθεῖν, ἔπειτα ἀναπεπιαμένου τοῦ Πλάτωνος περιπάτου πᾶσι παραβαλεῖν αὐτόν;

ἢ πῶς ἄν τις ἀποδέξαιτο Τιμαίου τοῦ Ταυρομενίτου λέγοντος ἐν ταῖς ἱστορίαις ἀδόξου θύρας αὐτὸν ἰατρείου καὶ τὰς τυχούσας ὀψὲ τῆς ἡλικίας κλεῖσαι;

τίς δ’ ἂν πεισθείη τοῖς ὑπ’ Ἀριστοξένου τοῦ μουσικοῦ λεγομένοις ἐν τῷ βίῳ τοῦ Πλάτωνος; έν γὰρ τῇ πλάνῃ καὶ τῇ ἀποδημίᾳ φησὶν ἐπανίστασθαι καὶ ἀντοικοδομεῖν αὐτῷ τινας Περίπατον ξένους ὄντας. οἴονται οὐν ἔνιοι ταῦτα περὶ Ἀριστοτέλους λέγειν αὐτὸν, Ἀριστοξένου διὰ παντὸς εὐφημοῦντος Ἀριστοτέλην.

καταγέλαστα δ’ εἰκότως εἶναι φαίη τις ἂν καὶ τὰ ἀπομνημονεύματα τὰ Ἀλεξίνου ἐριστικοῦ. ποιεῖ γὰρ Ἀλέξανδρον παῖδα διαλεγόμενον τῷ πατρὶ Φιλίππῳ, καὶ διαπτύοντα μὲν τοὺς τοῦ Ἀριστοτέλους λόγους, ἀποδεχόμενον δὲ Νικαγόραν, τὸν Ἑρμῆν ἐπικληθέντα.

καὶ Εὐβουλίδης δὲ προδήλως ἐν τῷ κατ’ αὐτοῦ βιβλίῳ ψεύδεται, πρῶτον μὲν ποιήματα ψυχρὰ προφερόμενος, ὡς γεγραφότων ἄλλων περὶ τοῦ γάμου καὶ τῆς πρὸς Ἑρμείαν οἰκειόητος αὐτῷ ἔπειτα Φιλίππῳ φάσκων αὐτὸν προσκόψαι, καὶ τελευτῶντι Πλάτωνι μὴ παραγενέσθαι, τά τε βιβλία αὐτοῦ διαφθεῖραι.

τὴν μὲν γὰρ Δημοχάρους κατηγορίαν κατὰ τῶν φιλοσόφων τί χρὴ λέγειν; οὐ γὰρ Ἀριστοτέλην μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους κακῶς εἴρηκεν. ἔτι γε μὴν αὐτὰς τὰς διαβολὰς σκοπῶν ἄν τις

v.2.p.340
ληρεῖν αὐτὸν φαίη. λέγει γὰρ ἐπιστολὰς Ἀριστοτέλους ἁλῶναι κατὰ τῆς πόλεως τῆς Ἀθηναίων, καὶ Στάγειρα τὴν πατρίδα προδοῦναι Μακεδόσιν αὐτόν· ἔτι δὲ κατασκαφείσης Ὀλύνθου μηνύειν ἐπὶ τοῦ λαρυροπωλίου Φιλίππω τοὺς πλουσιωτάτους τῶν Ὀλυνθίων.

ἠλίθια δὲ διαβέβληκεν αὐτὸν καὶ Κηφισόδωρος, ὁ Ἰσοκράτους μαθητὴς, τρυφερὸν καὶ τένθην καὶ ἄλλα τὰ τοιαῦτα λέγων αὐτὸν εἶναι.

πάντα δ’ ὑπερπαίει μωρίᾳ τὰ ὑπὸ Λύκωνος εἰρημένα, τοῦ λέγοντος εἷναι Πυθαγορικὸν ἑαυτόν. φησὶ γὰρ θύειν Ἀριστοτέλην θυσίαν τετελευτηκυίᾳ τῇ γυναικὶ τοιαύτην ὁποίαν Αθηναῖοι τῇ Δήμητρι, καὶ ἐν ἐλαίῳ θερμῷ λουόμενον τοῦτο δὴ πιπράσκειν· ἡνίκα δὲ εἰς Χαλκίδα ἀπῄει, τοὺς τελώνας εὑρεῖν ἐν τῷ πλοίῳ λοπάδια χαλκᾶ τέτταρα καὶ ἑβδομήκοντα.

καὶ σχεδὸν οἶ μὲν πρῶτοι διαβαλόντες Ἀριστοτέλην τοσοῦτοι γεγόνασιν· ὣν οἱ μὲν κατὰ τοὺς αὐτοὺς ἦσαν χρόνους, οἶ δὲ μικρὸν ὕστερον ἐγένοντο· πάντες δὲ σοφισταὶ καὶ ἐριστικοὶ καὶ ῥήτορες, ὧν καὶ τὰ ὀνόματα καὶ τὰ βιβλία τέθνηκε τῶν σωμάτων μᾶλλον. τοὺς μὲν γὰρ μετὰ ταῦτα γεγονότας, εἶτα δὲ τὰ ὑπ’ ἐκείνων εἰρημένα λέγοντας, παντάπασιν ἐὰν δεῖ χαίρειν, καὶ μάλιστα τοὺς μηδ’ ἐντετυχηκότας τοῖς βιβλίοις αὐτῶν, ἀλλ’ αὐτοσχεδιάζοντας, ὁποῖοί εἰσι καὶ οἱ λέγοντες τριακοσίας ἔχειν λοπάδας αὐτόν. οὐδεὶς γὰρ ἂν εὑρεθείη περὶ αὐτοῦ τοιοῦτον οὐδὲν εἰρηκὼς τῶν τότε ὄντων ὅτι μὴ Λύκων. οὗτος μέντοι, καθάπερ ἔφην, εἴρηκεν εὑρῆσθαι λοπάδια πέντε καὶ ἑβδομήκοντα.

οὐ μόνον δὲ καὶ ἐκ τῶν χρόνων καὶ ἐκ τῶν διαβεβληκότων τεκμήραιτό τις ἂν ὅτι ψευδῆ πάντα τὰ εἰρημένα ἐστὶν, ἀλλὰ κἀκ τοῦ μὴ πάντας τὰ αὐτὰ διαβάλλειν, ἀλλ’ ἕκαστον ἴδιά τινα λέγειν·

v.2.p.341
ὧν εἴπερ ἦν ἕν ὁτιοῦν ἀληθὲς, ἐχρῆν δήπου ἀλλ’ οὐχ ἅπαξ αὐτὸν ὑπὸ τῶν τότε ἀπολωλέναι.

φανερὸν οὑν ὅτι καθάπερ πολλοῖς καὶ ἄλλοις, οὕτω καὶ Ἀριστοτέλει συνέβη, διά τε τὰς πρὸς τοὺς βασιλεῖς φιλίας καὶ διὰ τὴν ἐν τοῖς λόγοις ὑπεροχὴν ὑπὸ τῶν τότε σοφιστῶν φθονεῖσθαι. δεῖ δὲ τοὺς εὖ φρονοῦντας μὴ εἰς τοὺς διαβάλλοντας ἀποβλέπειν μόνον, ἀλλὰ καὶ εἰς τοὺς ἐπαινοῦντας καὶ ζηλοῦντας αὐτόν· μακρῷ γὰρ πλείους καὶ βελτίους εὑρεθεῖεν ἂν οὗτοί γε.

τὰ μὲν οὑν ἄλλα προδήλως πέπλασται· δύο δὲ ταῦτα δοκεῖ πιστεύεσθαι δι’ ἃ ψέγουσί τινες αὐτόν· ἓν μὲν, ὅτι Ἐρμείου γήμειε φύσει μὲν ἀδελφὴν, θετὴν δὲ θυγατέρα Πυθιάδα, κολακεύων αὐτόν· (Θεόκριτος γοῦν ὁ Χῖος ἐποίησεν ἐπί- γραμμα τοιοῦτον

  • Ἑρμείου εὐνούχου τε καὶ Εὐβούλου τόδε δούλου
  • μνῆμα κενὸν κενόφρων θῆκεν Ἀριστοτέλης·
  • ὃς διὰ τὴν ἀκρατῆ γαστρὸς φύσιν εἵλετο ναίειν
  • ἀντ’ Ἀκαδημείας Βορβόρου ἐν προχοαῖς.)
  • ἕτερον δὲ, ὅτι ἠχαρίστησε Πλάτωνι.

    περὶ μὲν οὖν Ἑρμείου καὶ τῆς Ἀριστοτέλους πρὸς αὐτὸν φιλίας ἄλλοι τε πολλοὶ συγγεγράφασι καὶ δὴ καὶ Ἀπελλικῶν, οὗ τοῖς βιβλίοις ὁ ἐντυχὼν πεπαύσεται βλασφημῶν αὐτούς.

    περὶ δὲ τοῦ γάμου τοῦ Πυθιάδος ἀποχρώντως αὐτὸς ἐν ταῖς πρὸς Ἀντίπατρον ἐπιστολαῖς ἀπολελόγηται. τεθνεῶτος γὰρ Ἑρμείου, διὰ τὴν πρὸς ἐκεῖνον εὔνοιαν ἔγημεν αὐτὴν, ἄλλως μὲν σώφρονα καὶ ἀγαθὴν οὖσαν, ἀτυχοῦσαν μέντοι διὰ τὰς καταλαβούσας συμφορὰς τὸν ἀδελφὸν αὐτῆς.”

    Εἶθ’ ἑξῆς

    “Μετὰ δὲ τὴν Πυθιάδος τῆς Ἑρμείου τελευτὴν Ἀριστοτέλης ἔγημεν Ἐρπυλλίδα Σταγειρῖτιν, ἐξ ἧς

    v.2.p.342
    υἱὸς αὐτῷ Νικόμαχος ἐγένετο. τοῦτον δέ φασιν ὀρφανὸν τραφέντα παρὰ Θεοφράστῳ καὶ δὴ μειρακίσκον ὄντα ἀποθανεῖν ἐν πολέμῳ.”

    Ἀλλὰ ταῦτα μὲν ἐκ τῆς δηλωθείσης Ἀριστοκλέους ἐκκείσθω γραφῆς· ἤδη δὲ καὶ τὴν δογματικὴν Ἀριστοτέλους φιλοσοφίαν θεωρῆσαι καιρός.

    Μώσεως καὶ τῶν παρ’ Ἑβραίοις προφητῶν τέλος εἶναι τοῦ μακαρίως ζῆν τὴν τοῦ τῶν ὅλων θεοῦ γνῶσίν τε καὶ φιλίαν δι’ εὐσεβείας συντελουμένην ὑποθεμένων, εὐσέβειάν τε εἶναι ἀληθῆ διδαξάντων τὴν διὰ πάσης ἀρετῆς τῷ θεῷ εὐαρέστησιν, (ταύτην γὰρ εἶναι τῶν ἀγαθῶν αἰτίαν, ἐπὶ μόνῳ γὰρ τῷ θεῷ τὰ πάντα κεῖσθαι καὶ παρ’ αὐτοῦ τὰ πάντα τοῖς θεοφιλέσι χορηγεῖσθαι) τοῦ τε Πλάτωνος τὰ συνῳδὰ τούτοις ὁριζομένου καὶ τέλος εὐδαιμονίας τὴν ἀρετὴν τὴν ἀποφαινομένου, τὴν ἑτέραν ὁδεύσας ὁ Ἀριστοτέλης οὐκ ἄλλως εὐδαίμονά τινά φησιν ἔσεσθαι ἢ καὶ διὰ τῆς τοῦ σώματος εὐπαθείας καὶ τῆς τῶν ἐκτὸς περιουσίας, ὦν ἄνευ μηδὲ τὴν ἀρετὴν ὠφελεῖν. πρὸς ὃν ὅπως ἐνέστησαν διεψευσμένην αὐτοῦ τὴν ὑπόληψιν ἀπελέγχοντες οἶ Πλάτωνος γνώριμοι πάρεστι μα- θεῖν διὰ τούτων