Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τοῦ τε Ὁμηρικοῦ Τυδείδου ὁποτέροις μετείη ἀγνοουμένου, οὔτε εἰ Τρῶσίν ὁμιλέοι οὔτε εἰ καὶ Ἀχαιοῖς, οὐδὲν ἧττον Ἀρκεσίλαος ἠγνοεῖτο. τὸ γὰρ ἕνα τε λόγον καὶ ταὐτόν ποτ’ εἰπεῖν οὐκ ἐνῆν ἐν αὐτῷ, οὐδέ γε ἠξίου ἀνδρὸς εἶναί πω τὸ τοιοῦτο δεξιοῦ οὐδαμῶς. ὠνομάζετο οὖν

v.2.p.268
  • δεινὸς σοφιστὴς, τῶν ἀγυμνάστων σφαγεύς.
  • ὥσπερ γὰρ αἱ ἔμπουσαι ἐν τοῖς φαντάσμασι τοῖς τῶν λόγων ὑπὸ παρασκευῆς τε καὶ μελέτης ἐφάρματτεν, ἐγοήτευεν, οὐδὲν εἶχεν εἰδέναι οὔτε αὐτὸς οὔτε τοὺς ἄλλους ἐᾶν· ἐδειμάτου δὲ καὶ κατεθορύβει, καὶ σοφισμάτων γε καὶ λόγων κλοπῆς φερόμενος τὰ πρῶτα κατέχαιρε τῷ ὀνείδει, καὶ ἡβρύνετο θαυμαστῶς, ὅτι μήτε τί αἰσχρὸν ἢ καλὸν , μήτε ἀγαθὸν μήτε αὖ κα- κόν ἐστι τί ᾔδει , ἀλλ᾿ ὁπότερον εἰς τὰς ψυχὰς πέσοι τοῦτο εἰπὼν, αὖθις μεταβαλὼν ἀνέτρεπεν ἂν πλεοναχῶς ἢ δι᾿ ὅσων κατεσκευάκει.

    ἦν οὖν ὕδραν τέμνων ἑαυτὸν καὶ τεμνόμενος ὑφ᾿ ἑαυτοῦ, ἀμφότερα ἀλλήλων δυσκρίτως, καὶ τοῦ δέοντος ἀσκέπτως, πλὴν τοῖς ἀκούουσιν ἤρεσεν, ὁμοῦ τῇ ἀκροάσει εὐπρόσωπον ὄντα θεωμένοις· ἦν οὖν ἀκουόμενος καὶ βλεπόμενος ἥδιστος , ἐπεί τε προσειθίσθησαν ἀποδέχεσθαι αὐτοῦ τοὺς λόγους ἰόντας ἀπὸ καλοῦ προσώπου τε καὶ στόματος οὐκ ἄνευ τῆς ἐν τοῖς ὄμμασι φιλοφροσύνης.

    δεῖ δὲ ταῦτα ἀκοῦσαι μὴ ἁπλῶς, ἀλλ᾿ ἔσχεν ὧδε ἐξ ἀρχῆς. συμβαλὼν γὰρ ἐν παισὶ Θεοφράστῳ, ἀνδρὶ πράῳ καὶ οὐκ ἀφυεῖ τὰ ἐρωτικὰ, διὰ τὸ καλὸς εἶναι , ἔτι ὢν ὡραῖος , τυχὼν ἐραστοῦ Κράντορος τοῦ Ἀκαδημαικοῦ, προσεχώρησε μὲν τούτῳ, οἷα δὲ τὴν φύσιν οὐκ ἀφυὴς, τρεχούσῃ χρησάμενος αὐτῇ ῥᾳδίᾳ, θερμουργὸς ὑπὸ φιλονεικίας, μετασχὼν μὲν ρου εἰς τὰ πεπανουργημένα πιθάνια ταῦτα τὰ κομψὰ, ὡμιληκὼς δὲ Πύρρωνι· (ὁ δὲ Πυρρῶν ἐκ Δημοκρίτου ὥρμητο ὁπόθεν γέ ποθεν·) οὗτος μὲν δὴ ἔνθεν καταρτυθεὶς, πλὴν τῆς προσρήσεως, ἐνέμεινε Πύρρωνι, ὡς τῇ πάντων ἀναιρέσει.

    Μνασέας γοῦν καὶ Φιλόμηλος καὶ Τίμων οἶ σκεπτικοὶ σκεπτικὸν αὐτὸν προσονομάζουσιν, ὥσπερ καὶ αὐτοὶ ἦσαν, ἀναι-

    v.2.p.269
    ροῦντα καὶ αὐτὸν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καὶ τὸ πιθανόν.

    λεχθεὶς οὖν αἰτίᾳ τῶν Πυρρωνείων Πυρρώνειος, αἰδοῖ τοῦ ἐραστοῦ ὑπέμεινε λέγεσθαι Ἀκαδημαϊκὸς ἔτι. ἦν μὲν τοίνυν Πυρρώνειος , πλὴν τοῦ ὀνόματος· ᾿Ακαδημαϊκὸς δ᾿ οὐκ ἦν , πλὴν τοῦ λέγεσθαι. οὐ γὰρ πείθομαι, τοῦ Κνιδίου Διοκλέους φάσκοντος ἐν ταῖς ἐπιγραφομέναις Διατριβαῖς Ἀρκεσί- λαον φόβῳ τῶν Θεοδωρείων τε καὶ Βίωνος τοῦ σοφιστοῦ ἐπεισιόντων τοῖς φιλοσοφοῦσι καὶ οὐδὲν ὀκνούντων ἀπὸ παντὸς ἐλέγχειν, αὐτὸν ἐξευλαβηθέντα, ἵνα μὴ πράγματα ἔχῃ, μηδὲν μὲν δόγμα ὑπειπεῖν φαινόμενον, ὥσπερ δὲ τὸ μέλαν τῆς σηπίας προβαλέσθαι πρὸ ἑαυτοῦ τὴν ἐποχήν. τοῦτ᾿ οὖν ἐγὼ οὐ πείθομαι.

    οἱ δ᾿ οὖν ἔνθεν ἀφορμηθέντες, ὅ τε Ἀρκεσίλαος καὶ Ζήνων, ὑπὸ τῶν τοιούτων ἀρωγῶν, ἀμφοτέροις συμπολεμούντων λόγων, τῆς μὲν ἀρχῆς ὅθεν ἐκ Πολέμωνος ὡρμήθησαν ἐπιλανθάνονται, διαστάντες δέ γε καὶ σφέας αὐτοὺς ἀρτύναντες,

  • σὺν δ᾿ ἔβαλον ῥινοὺς, σὺν δ᾿ ἔγχεα, καὶ μένε᾿ ἀνδρῶν
  • χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
  • ἔπληντ᾿ ἀλλήλῃσι, πολὺς δ᾿ ὀρυμαγδὸς ὀρώρει.
  • ἀσπὶς ἄρ᾿ ἀσπίδ᾿ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ᾿ ἀνήρ
  • ἐδνοπάλιζεν.
  • ἔνθα δ᾿ ἅμ᾿ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
  • ὀλλύντων τε καὶ ὀλλυμένων ,
  • τῶν Στωϊκῶν·

    οἱ᾿ Ἀκαδημαϊκοὶ γὰρ οὐκ ἐβάλλοντο ὑπ᾿ αὐτῶν, ἀγνοούμενοι ᾗ ἦσαν ἁλῶναι δυνατώτεροι. ἡλίσκοντο δὲ, τῆς βάσεως αὐτοῖς σεισθείσης, εἰ μήτε ἀρχὴν ἕλοιεν μήτε μάχεσθαι ἀφορμήν. ἡ μὲν δὴ ἀρχὴ ἦν τὸ μὴ Πλατωνικὰ λέγοντας αὐτοὺς ἐλέγξαι· τὸ δὲ μηδ᾿ ἔχειν τινὰ ἀφορμὴν, ἣν εἷπον μόνον ἕν τι μετέστρεψαν ἀπὸ τοῦ ὅρου τοῦ περὶ τῆς καταλη-

    v.2.p.270
    πτικῆς φαντασίας ἀφελόντες.

    ὅπερ νῦν μὲν οὐκ ἔστι μηνύειν μοι ἐν καιρῷ, μνησθήσομαι δ’ αὐτοῦ αὖθις ἐπὰν κατὰ τοῦτο μάλιστα γενέσθαι μέλλω. διαστάντες δ’ οὖν εἰς τὸ φανερὸν ἔβαλλον ἀλλήλους οὐχ οἶ δύο, ἀλλ’ ὁ Ἀρκεσίλαος τὸν Ζήνωνα. ὁ γὰρ Ζήνων εἶχε δή τι τῇ μάχῃ σεμνὸν καὶ βαρὺ καὶ Κηφισοδώρου τοῦ ῥήτορος οὐκ ἄμεινον· ὃς δὴ ὁ Κηφισόδωρος, ἐπειδὴ ὑπ’ Ἀριστοτέλους βαλλόμενον ἑαυτῷ τὸν διδάσκαλον Ἰσοκράτην ἐώρα, αὐτοῦ μὲν Ἀριστοτέλους ἦν ἀμαθὴς καὶ ἄπειρος, ὑπὸ δὲ τοῦ καθορᾶν ἔνδοξα τὰ Πλάτωνος ὑπάρχοντα, οἰηθεὶς κατὰ Πλάτωνα τὸν Ἀριστοτέλην φιλοσοφεῖν, ἐπολέμει μὲν Ἀριστοτέλει, ἔβαλλε δὲ Πλάτωνα, καὶ κατηγόρει ἀρξάμενος ἀπὸ τῶν ἰδεῶν, τελευτῶν εἰς τὰ ἄλλα, ἃ οὐδ’ αὐτὸς ᾔδει, ἀλλὰ τὰ νομιζόμενα ἀμφ’ αὐτῶν ᾗ λέγεται ὑπονοῶν.

    πλὴν οὗτος μὲν ὁ ᾧ ἐπολέμει μὴ μαχόμενος, ἐμάχετο ᾧ μὴ πολεμεῖν ἐβούλετο. ὁ μέντοι Ζήνων καὶ αὐτὸς, ἐπειδὴ τοῦ Ἀρκεσιλάου μεθίετο, εἰ μὲν μηδὲ Πλάτωνι ἐπολέμει, λέμει, ἐφιλοσόφει δήπου ἐμοὶ κριτῇ πλείστου ἀξίως, ἕνεκά γε τῆς εἰρήνης ταύτης. εἰ δ’ οὐκ ἀγνοῶν μὲν ἴσως τὰ Ἀρκεσιλάου, τὰ μέντοι Πλάτωνος ἀγνοῶν, ὡς ἐξ ὧν αὐτῷ ἀντέγραψεν ἐλέγχεται, ὅτι ἐποίησεν ἐναντία καὐτὸς, μήτε ὃν ᾔδει πλήττων, ὅν τε οὐκ ἐχρῆν ἀτιμότατα καὶ αἴσχιστα περιυβρικὼς, καὶ ταῦτα πολὺ κάκιον ἢ προσήκει κυνί.

    πλὴν διέδειξέ γε μὴν μεγαλοφροσύνῃ ἀποσχόμενος τοῦ Ἀρκεσιλάου. ἤτοι γὰρ ἀγνοίᾳ τῶν ἐκείνου, ἢ δέει τῶν Στωϊκῶν,

  • πολέμοιο μέγα στόμα πευκεδανοῖο
  • ἀπετρέψατο ἄλλῃ εἰς Πλάτωνα. ἀλλὰ καὶ περὶ μὲν τῶν Ζήνωνι εἰς Πλάτωνα καλῶς τε καὶ αἰδημόνως
    v.2.p.271
    οὐδαμῶς νεωτερισθέντων εἰρήσεταί μοι αὖθίς ποτε, ἐὰν φιλοσοφίας σχολὴν ἀγάγω. μή ποτε μέντοι ἀγά- γοιμι σχολὴν τοσαύτην, τοότου γοῦν ἕνεκεν, εἰ μὴ ὑπὸ παιδιᾶς.

    τὸν δ᾿ οὖν Ζήνωνα ὁ Ἀρκεσίλαος ἀντίτεχνον καὶ ἀξιόνικον ὑπάρχοντα θεωρῶν τοὺς παρ᾿ ἐκείνου ἀποφερομένους λόγους καθῄρει, καὶ οὐδὲν ὤκνει.

    καὶ περὶ μὲν τῶν ἄλλων ἃ ἐμεμάχητο ἐκείνῳ οὔτ᾿ ἴσως εἰπεῖν ἔχω, εἴτε καὶ εἶχον, οὐδὲν ἔδει νῦν αὐτῶν μνησθῆναι· τὸ δὲ δόγμα τοῦτο αὐτοῦ πρώτου εὑρομένου, καὐτὸ καὶ τὸ ὄνομα βλέπων εὐδοκιμοῦν ἐν ταῖς Ἀθήναις , τὴν καταληπτικὴν φαντασίαν, πάσῃ μηχανῇ ἐχρῆτο ἐπ᾿ αὐτήν. ὁ δ᾿ ἐν τῷ ἀσθενεστέρῳ ὢν, ἡσυχίαν ἄγων, οὐ δυνάμενος ἀδικεῖσθαι, Ἀρκεσιλάου μὲν ἀφίετο, πολλὰ ἂν εἰπεῖν ἔχων, ἀλλ᾿ οὐκ ἤθελε, τάχα δὲ μᾶλλον ἄλλως, πρὸς δὲ τὸν οὐκέτι ἐν ζῶσιν ὄντα Πλάτωνα ἐσκιαμάχει, καὶ τὴν ἀπὸ ἁμάξης πομπείαν πᾶσαν κατεθορύβει, λέγων ὡς οὔτ᾿ ἂν τοῦ Πλάτωνος ἀμυνομένου, ὑπερδικεῖν τε αὐτοῦ ἄλλῳ οὐδενὶ μέλον· εἴτε μελήσειεν Ἀρκεσιλάῳ, αὐτός γε κερδανεῖν ᾤετο ἀποτρεψάμενος ἀφ᾿ ἑαυτοῦ τὸν Ἀρκεσίλαον. τοῦτο δὲ ᾔδη καὶ Ἀγα- θοκλέα τὸν Συρακόσιον ποιήσαντα τὸ σόφισμα ἐπὶ τοὺς Καρχηδονίους.

    οἱ Στωϊκοὶ δὲ ὑπήκουον ἐκπεπληγμένοι. ἡ μοῦσα γὰρ αὐτοῖς οὐδὲ τότε ἦν φιλολόγος οὐδ᾿ ἐργάτις χαρίτων, ὑφ᾿ ὧν ὁ Ἀρκεσίλαος τὰ μὲν περικρούων , τὰ δὲ ὑποτέμνων, ἄλλα δ᾿ ὑπο σκελίζων, κατεγλωττίζετο αὐτοὺς καὶ πιθανὸς ἦν. τοιγαροῦν πρὸς οὓς μὲν ἀντέλεγεν ἡττωμένων, ἐν οἷς δὲ λέγων ἦν καταπεπληγμένων , δεδειγμένον πως τοῖς τότε ἀνθρώποις ὑπῆρχε μηδὲν εἷναι μήτ᾿ οὖν ἔπος, μήτε πάθος, μήτε ἔργον ἔν βραχὺ, μηδὲ ἄχρηστον τοὐναντίον ὀφθῆναί ποτ᾿ ἂν, εἴ τι μὴ ᾿Αρκεσι-

    v.2.p.272
    λάω δοκεῖ τῷ Πιταναίῳ· τῷ δ’ ἄρα οὐδὲν ἐδόκει οὐδ’ ἀπεφαίνετο οὐδὲν μᾶλλον ἢ ῥηματίσκια ταῦτ’ εἶναι καὶ φόβους.”