Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ἐκ δὲ δὴ φορᾶς τε καὶ κινήσεως καὶ κράσεως πρὸς ἄλληλα γίνεται πάντα ἃ δή φαμεν εἶναι, οὐκ ὀρθῶς προσαγορεύοντες. ἔστι μὲν γὰρ οὐδέποτε οὐδὲν, ἀεὶ δὲ γίνεται. καὶ περὶ τούτου πάντες ἐξαίσιοι σοφοὶ πλὴν Παρμενίδου ξυμφέρεσθον, Πρωταγόρας τε καὶ Ἡράκλειτος καὶ Ἐμπεδοκλῆς, καὶ τῶν ποιητῶν οἷ ἄκροι τῆς ποιήσεως ἑκατέρας, κωμῳδίας μὲν Ἐπίχαρμος, τραγῳδίας δὲ Ὅμηρος, εἰπὼν

  • Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,
  • πάντα εἴρηκεν ἔκγονα ῥοῆς τε καὶ κινήσεως. ἢ οὐ δοκεῖ τοῦτο λέγειν;

    Ἔμοιγε.

    Τίς οὖν ἂν ἔτι πρός γε τοσοῦτον στρατόπεδον καὶ στρατηγὸν Ὅμηρον δύναιτο ἀμφισβητήσας μὴ καταγέλαστος γενέοθαι;”

    Εἶθ’ ἐξῆς προïὼν τῷ λόγῳ ἐπιφέρει λέγων

    “ Προσιτέον οὖν ἐγγυτέρω, ὡς ὁ ὑπὲρ Πρωταγόρου λόγος ἐπέταττε, καὶ σκεπτέον τὴν φερομένην ταύτην οὐσίαν διακρούοντα, εἴτε ὑγιὲς εἴτε σαθρὸν φθέγγεται. μάχη δ’ οὖν περὶ αὐτῆς οὐ φαύλη οὐδ’ ὀλίγοις γέγονε.

    Πολλοῦ καὶ δεῖ φαύλη εἶναι, ἀλλὰ περὶ μὲν τὴν c Ἰωνίαν ἐπιδίδωσι πάμπολυ. οἱ γὰρ τοῦ Ἡρακλείτον ἑταῖροι χορηγοῦσι τούτου τοῦ λόγου μάλα ἐρρωμένως.

    [*](3 ἐν τῷ Θεαιτήτῳ] p. 152. 179.)
    v.2.p.259

    Τῷ τοι, ὠ φίλε Θεόδωρε, μᾶλλον σκεπτέον καὶ ἐξ ἀρχῆς 9 ὥσπερ αὐτοὶ ὑποτείνονται.

    Παντάπασι μὲν οὖν. καὶ γὰρ, ὠ Σώκρατες, περὶ τούτων τῶν Ἡρακλειτείων, ἢ ὥσπερ σὺ λέγεις Ὁμηρείων τε καὶ ἔτι παλαιοτέρων, αὐτοῖς μὲν τοῖς περὶ τὴν Ἔφεσον, ὅσοι προσποιοῦνται ἔμπειροι εἶναι, οὐδὲν μᾶλλον οἷόν τε διαλεχθῆναι ἢ τοῖς οἰστρῶσιν. ἀτεχνῶς γὰρ κατὰ τὰ συγγράμματα φέρονται, τὸ δὲ ἐπιμεῖναι ἐπὶ λόγῳ καὶ ἐρωτήματι καὶ ἡσυχίως ἐν μέρει ἀποκρίνασθαί τε καὶ ἐρέσθαι, ἧττον αὐτοῖς ἔνι ἢ τὸ μηδέν· μᾶλλον δὲ ὑπερβάλλει τὸ οὐδ’ οὐδὲν πρὸς τὸ μηδὲ σμικρὸν ἐνεῖναι τοῖς ἀνδράσιν ἡσυχίας. ἀλλ’ ἄν τινά τι ἔρῃ, ὥσπερ ἐκ φαρέτρας ῥηματίσκια αἰνιγματώδη ἀνασπῶντες ἀποτοξεύουσι, καὶ ἂν τούτου ζητῇς λόγον λαβεῖν, τί εἴρηκεν, ἑτέρῳ πεπλήξῃ καινῶς μετωνομασμένῳ, περανεῖς δὲ οὐδέποτε οὐδὲν πρὸς οὐδένα αὐτῶν, οὐδέ γε ἐκεῖνοι αὐτοὶ πρὸς ἀλλήλους, ἀλλ’ εὖ πάνυ φυλάττουσι τὸ μηδὲν βέβαιον ἐὰν εἶναι μήτ’ ἐν λόγῳ μήτ’ ἐν ταῖς αὑτῶν ψυχαῖς, ἡγούμενοι, ὡς ἐμοὶ δοκεῖ, αὐτὸ στάσιμον εἶναι. τούτῳ δὲ πάνυ πολεμοῦσι, καὶ καθ’ ὅσον δύνανται πανταχόθεν ἐκβάλλουσιν.

    Ἴσως, ὦ Θεόδωρε, τοὺς ἄνδρας μαχομένους ἑώρακας, εἰρηνεύουσι δὲ οὐ συγγέγονας· οὐ γάρ σοι ἑταῖροί εἰσιν. ἀλλ’, οἶμαι, τὰ τοιαῦτα τοῖς μαθηταῖς ἐπὶ σχολῆς φράζουσιν, οὓς ἂν βούλωνται ὁμοίους αὑτοῖς ποιῆσαι.

    Ποίοις μαθηταῖς, ὠ δαιμόνιε; οὐδὲ γίγνεται τῶν τοιούτων ἕτερος ἑτέρου μαθητὴς, ἀλλ’ αὐτόματοι ἀναφύονται, ὁπόθεν ἂν τύχῃ ἕκαστος αὐτῶν ἐνθουσιάσας, καὶ τὸν ἕτερον ὁ ἕτερος οὐδὲν ἡγεῖται πάρα μὲν οὑν τούτων, ὅπερ ῃα ἔρων, οὐκ αν

    v.2.p.260
    ποτε λάβοις λόγον οὔτε ἑκόντων οὔτε ἀκόντων· αὐτοὺς δὲ δεῖ παραλαβόντας ὥσπερ πρόβλημα ἐπισκοπεῖσθαι.

    Καὶ μετρίως γε λέγεις. Τὸ δὲ δὴ πρόβλημα ἄλλο τι παρειλήφαμεν παρὰ μὲν τῶν ἀρχαίων, μετὰ ποιήσεως ἐπικρυπτομένων τοὺς πολλοὺς, ὡς ἡ γένεσις τῶν πάντων Ὠκεανός τε καὶ Τηθὺς ῥεῦμα τυγχάνει καὶ οὐδὲν ἕστηκε, παρὰ δὲ τῶν ὑστέρων, ἅτε σοφωτέρων, ἀναφανδὸν ἀποδεικνυμένων, ἵνα καὶ οἱ σκυτοτόμοι αὐτῶν τὴν σοφίαν μάθωσιν ἀκούσαντες καὶ παύσωνται ἠλιθίως οἰόμενοι τὰ μὲν ἑστάναι, τὰ δὲ κινεῖσθαι τῶν ὄντων, μαθόντες δὲ ὅτι πάντα κινεῖται τιμῶσιν αὐτούς; ὀλίγου δὲ ἐπελαθόμην, ὦ Θεόδωρε, ὅτι ἄλλοι αὖ τἀναντία τούτοις ἀπεφήναντο,

  • Οἷον ἀκίνητον τελέθει τῷ πάντ᾿ ὄνομ᾿ εἶναι,
  • Καὶ ἄλλα ὅσα Μέλισσοί τε καὶ Παρμενίδαι ἐναντιούμενοι Πᾶσι τούτοις διισχυρίζονται, ὡς ἕν τε πάντα ἐστὶ καὶ ἕστηκεν αὐτὸ ἐν ἑαυτῷ, οὐκ ἔχον χώραν ἐν ᾗ κινεῖται.

    Τούτοις οὖν, ὦ ἑταῖρε, πᾶσι τί χρησόμεθα; Κατὰ σμικρὸν γὰρ προϊόντες λελήθαμεν ἀμφοτέρων εἰς τὸ μέσον πεπτωκότες, καὶ ἐὰν μή πη ἀμυνόμενοι διαφύγωμεν, δίκην δώσομεν ὥσπερ οἰ ἐν ταῖς παλαίστραις διὰ γραμμῆς παίζοντες, ὅταν ὑπ᾿ ἀμφοτέρων ληφθέντες ἕλκωνται εἰς τἀναντία.”

    Ταῦτα μὲν ἐν Θεαιτήτῳ. Μεταβὰς δὲ ἑξῆς ἐπὶ Τὸν Σοφιστὴν αὖθις περὶ τῶν πρὸ αὐτοῦ γενομένων φυσικῶν φιλοσόφων τοιάδε φησίν

    “Εὐκόλως μοι δοκεῖ Παρμενίδης ἡμῖν διειλέχθαι Καὶ πᾶς ὅστις ἡμῖν πώποτε ἐπὶ κρίσιν ὥρμησε τοῦ τὰ ὄντα διορίσασθαι πόσα τε καὶ ποῖά ἐστι. — Μῦθόν [*](58 Εὐκόλως —] Plato Sophist. p. 242. 245.)

    v.2.p.261
    τινα ἕκαστος φαίνεταί μοι διηγεῖσθαι, παισὶν ὡς οὖσιν ἡμῖν. ὁ μὲν ὡς τρία τὰ ὄντα, πολεμεῖ δὲ ἀλλήλοις ἐνίοτε αὐτῶν ἄττα πη, τοτὲ δὲ καὶ φίλα γιγνόμενα γάμους τε καὶ τόκους καὶ τροφὰς τῶν ἐκγόνων παρέχεται· δύο δὲ ἕτερος εἰπὼν, ὑγρὸν καὶ ξηρὸν ἢ θερμὸν καὶ ψυχρὸν, συνοικίζει τε αὐτὰ καὶ ἐκδίδωσι. τὸ δὲ παρ’ ἡμῖν Ἐλεατικὸν ἔθνος ἅπαν, ἀπὸ Ξενοφάνους τε καὶ ἔτι πρόσθεν ἀρξάμενον, ὡς ἑνὸς ὄντος τῶν πάντων καλουμένων, οὕτω διεξέρχεται τοῖς μύθοις. Ἰάδες δέ τινες καὶ Σικελικαὶ ὕστερον Μοῦσαι ξυνενόησαν ὅτι συμπλέκειν ἀσφαλέστερον ἀμφότερα καὶ λέγειν ὡς τὸ ὂν πολλά τε καὶ ἴν ἐστιν, ἔχθρᾳ δὲ καὶ φιλίᾳ συνέχεται. διαφερόμενον γὰρ ἀεὶ ξυμφέρεται, φασὶν αἶ συντονώτεραι τῶν Μουσῶν· αἱ δὲ μαλακώτεραι τὸ μὲν ἀεὶ ταῦτα οὕτως ἔχειν ἐχάλασαν· ἐν μέρει δὲ τοτὲ μὲν ἓν εἶναί φασι τὸ πᾶν καὶ φίλον ὑπ’ Ἀφροδίτης, τοτὲ δὲ πολλὰ καὶ πολέμιον αὐτὸ αὑτῷ διὰ νεῖκός τι. ταῦτα δὲ πάντα εἰ μὲν ἀληθῶς τις ἢ μὴ τούτων εἴρηκε, χαλεπὸν καὶ πλημμελὲς οὕτω μεγάλα κλεινοῖς καὶ παλαιοῖς ἀνδράσιν ἐπιτιμᾶν.”

    Καὶ μετὰ βραχέα ἐπιλέγει

    “Τοὺς μὲν τοίνυν διακριβολογουμένους ὄντος τε πέρι καὶ μὴ πάντας μὲν οὐ διεληλύθαμεν, ὅμως δ’ ἱκανῶς ἐχέτω· τοὺς δὲ ἄλλως λέγοντας αὖ θεατέον, ἵν᾿ ἐκ πάντων ἴδωμεν ὅτι τὸ ὂν τοῦ μὴ ὄντος οὐδὲν εὐπορώτερον εἰπεῖν ὅ τι ποτέ ἐστιν.

    Οὐκοῦν πορεύεσθαι χρὴ καὶ ἐπὶ τούτους.

    Καὶ μὴν ἔοικέ γε ἐν αὐτοῖς οἶον γιγαντομαχία τις εἷναι διὰ τὴν ἀμφισβήτησιν περὶ τῆς οὐσίας πρὸς ἀλλήλους.

    Πῶς;

    Οἱ μὲν εἰς γῆν ἐξ οὐρανοῦ καὶ τοῦ ἀοράτου πάντα

    v.2.p.262
    ἕλκουσι, ταῖς χερσὶν ἀτεχνῶς πέτρας καὶ δρῦς περιλαμβάνοντες. τῶν γὰρ τοιούτων ἐφαπτόμενοι πάντων διισχυρίζονται τοῦτο εἶναι μόνον ὃ παρέχει πρόσ βολὴν καὶ ἐπαφήν τινα , ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι , τῶν δὲ ἄλλων εἴ τις φήσει μὴ σῶμα ἔχον εἶναι, καταφρονοῦντες τὸ παράπαν καὶ οὐδὲν ἐθέλοντες ἄλλο ἀκούειν.

    Ἦι δεινοὺς εἴρηκας ἄνδρας· ἤδη γὰρ καὶ ἐγὼ τούτων πλέον οἷς προσέτυχον.

    Τοιγαροῦν οἱ πρὸς αὐτοὺς ἀμφισβητοῦντες μάλα εὐλαβῶς ἄνωθεν ποθὲν ἀμύνονται, νοητὰ ἄττα καὶ ἀσώματα εἴδη βιαζόμενοι τὴν ἀληθινὴν οὐσίαν εἶναι· τὰ δὲ ἐκείνων σώματα καὶ τὴν λεγομένην ὑπὸ τούτων ἀλήθειαν κατὰ σμικρὰ διαθραύοντες ἐν τοῖς λόγοις γένεσιν ἀντὶ οὐσίας φε- ρομένην τινὰ προσαγορεύουσιν. ἐν μέσῳ δὲ περὶ ταῦτα ἄπλετος ἀμφοτέρων μάχη τις, ὦ Θεαίτητε, ἀεὶ ξυνέστηκεν.

    Ἀληθῆ.”

    Διὰ δὴ τοσούτων τοὺς πρὸ αὐτοῦ φυσικοὺς φιλοσόφους διαβέβληκεν ὁ Πλάτων. ὁποίαν δὲ αὐτὸς περὶ τῶν ἐζητημένων ἐπήγετο δόξαν ἐν τοῖς πρὸ τούτου διειλήφαμεν, ὅτε συμφωνεῖν αὐτὸν τοῖς Ἐβραίων δόγμασι καὶ τῇ Μώσεως συντρέχειν περὶ τοῦ ὄντος διδασκαλίᾳ παριστῶμεν.

    Καὶ τοὺς αὐτοῦ δὲ τοῦ Πλάτωνος διαδόχους φέρε τῷ λόγῳ θεωρήσωμεν. Πλάτωνά φασιν ἐν Ἀκα- δημίᾳ συστησάμενον τὴν διατριβὴν πρῶτον Ἀκαδημαϊκὸν κληθῆναι, καὶ τὴν ὀνομασθεῖσαν Ἀκαδημαϊκὴν φιλοσοφίαν συστήσασθαι. μετὰ δὲ Πλάτωνα Σπεύσιππον τὸν ἐξ ἀδελφῆς Πλάτωνος, τῆς Ποτώνης, εἶτα Ξενοκράτην, ἔπειτα Πολέμωνα τὴν διατρι-

    v.2.p.263
    βῆν ὑποδέξασθαι.

    τούτους δὲ ἀφ᾿ ἑστίας ἀρξαμένους εὐθὺς τὰ Πλατωνικά φασι παραλύειν, στρεβλοῦντας τὰ τῷ διδασκάλῳ φανέντα ξένων εἰσαγωγαῖς δογμάτων , ὥστε σοι μὴ εἰς μακρὸν ἐλπίζειν τὴν τῶν θαυμαστῶν ἐκείνων διαλόγων ἰσχὺν ἀποσβῆναι, ἅμα τε τῇ τοῦ ἀνδρὸς τελευτῇ καὶ τὴν τῶν δογμάτων διαδοχὴν συναποτελευτῆσαι· μάχης ἐντεῦθεν καὶ στάσεως ἀπὸ τῶνδε ἀρξαμένης, οὔποτε καὶ εἰς δεῦρο διαλειπούσης , τοὺς τὰ αὐτῷ φίλα ζηλοῦν ἀσπαζομένους οὐδένας μὲν ὄντας, πλὴν εἰ μὴ εἶς που ἢ δεύτερος ἐν ὅλῳ τῷ βίῳ, ἢ καί τινες ἄλλοι κομιδῇ βραχεῖς τὸν ἀριθμὸν, οὐδ᾿ αὐτοὶ πάμπαν ἀλλότριοι τῆς ἐπιπλάστου σοφιστείας· ἐπεὶ καὶ οἱ πρόσθεν τὸν Πλάτωνα διαδεξάμενοι τοιοίδε τινες διαβέβληνται.

    Πολέμωνα γάρ φασι διαδέξασθαι Ἀρκεσίλαον, ὃν δὴ κατέχει λόγος ἀφέμενον τῶν Πλάτωνος δογμάτων ξένην τινὰ καὶ, ὥς φασι, δευτέραν συστήσασθαι Ἀκαδημίαν. φάναι γὰρ περὶ ἁπάντων ἐπέχειν δεῖν· εἶναι γὰρ πάντα ἀκατάληπτα καὶ τοὺς εἰς ἑκάτερα λόγους ἰσοκρατεῖς ἀλλήλοις, καὶ τὰς αἰσθήσεις δὲ ἀπίστους εἶναι καὶ πάντα λόγον. ἐπῄνει γοῦν ῾Ησιόδου τουτὶ τὸ ἀπόφθεγμα

  • κρύψαντες γὰρ ἔχουσι θεοὶ νόον ἀνθρώποισιν.
  • ἐπειρᾶτο δὲ καὶ παράδοξά τινα ἀνακαινίζειν.

    μετὰ δὲ τὸν Ἀρκεσίλαον τοὺς ἀμφὶ Καρνεάδην καὶ Κλειτόμαχον, τῆς τῶν προτέρων δόξης ἀποτραπέντας, τρίτης Ἀκαδημίας αἰτίους γενέσθαι φασίν. ἔνιοι δὲ καὶ τετάρτην προστιθέασι τὴν τῶν περὶ τὸν Φίλωνα καὶ Χαρμίδην. τινὲς δὲ καὶ πέμπτην καταλέγουσι τὴν τῶν περὶ τὸν Ἀντίοχον.

    Τοιαύτη μέν τις ἡ αὐτοῦ Πλάτωνος ὑπῆρξε δια-

    v.2.p.264
    δοχή. ὁποῖοι δὲ γεγόνασιν οἵδε τὸν τρόπον, ἀνάγνωθι τὰς ὧδε ἐχούσας Νουμηνίου τοῦ Πυθαγορείου φωνὰς, ἃς τέθειται ἐν τῷ πρώτῳ ὧν ἐπέγραψε ‘ Περὶ τῆς τῶν Ἀκαδημαϊκῶν πρὸς Πλάτωνα διαστάσεως.”