Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Ἐργάζεσθαι δέ γε καὶ διοικεῖν καὶ τε καὶ προκήδεσθαι καὶ τὰ τοιαῦτα τοῖς μὲν ἀργοῖς καὶ ἄφροσι καὶ ἀσθενέσι καὶ κακούργοις ἴσως ἐπαχθῆ, οἷς ἐγκατέλεξεν ἑαυτὸν Ἐπίκουρος, τοιαῦτα φρονήσας περὶ τῶν θεῶν· τοῖς δὲ σπουδαίοις καὶ δυνατοῖς καὶ συνετοῖς καὶ σώφροσιν, οἵους εἶναι χρὴ τοὺς φιλοσόφους, (πόσῳ γε μᾶλλον τοὺς θεούς;) οὐχ ὅπως ἀηδῆ ταῦτα καὶ προσάντη, ἀλλὰ καὶ τερπνότατα, καὶ πάντων μᾶλλον ἀσπαστότατα, οἶς τὸ ἀμελὲς καὶ τὸ μέλλειν τι πράττειν τῶν χρηστῶν ὄνειδος, ὡς ἐκείνους τε ποιητὴς νουθετεῖ συμβουλεύων

  • μηδ’ ἀναβάλλεσθαι ἔς τ’ αὔριον·
  • καὶ προσεπαπειλῶν
  • αἰεὶ δ’ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.
  • ἡμᾶς τε σεμνότερον παιδεύει προφήτης, θεοπρεπῆ μὲν ὄντως ἔργα τὰ κατ’ ἀρετὴν ὑπάρχειν λέγων, τὸν δὲ ὀλιγωροῦντα τούτων ἐξάγιστον “ γὰρ (φησὶν) ὁ ποιῶν τὰ ἔργα κυρίου ἀμελῶς.”

    καὶ τοῖς μὲν ἀμαθέσιν ἡστινοσοῦν τέχνης καὶ ἀτελεστέροις διὰ τὸ τῆς πείρας ἄηθες καὶ τὸ τῶν ἔργων ἀτριβὲς κάματος ἐγγίνεται ταῖς ἐπιχειρήσεσιν· οἶ δὲ προκόπτοντες, καὶ μᾶλλον ἔτι οἱ τέλειοι, ῥᾳδίως ἃ

    v.2.p.332
    μετίασι κατορθοῦντες γάνυνται, καὶ μᾶλλον ἂν ἕλοιντο τὰ εἰωθότα πράττοντες ἀνύειν καὶ τελεσιουργεῖν ἢ πάντα σφίσιν ὑπάρξαι τὰ ἐν ἀνθρώποις ἀγαθά.

    Δημόκριτος γοῦν αὐτὸς, ὥς φασιν, ἔλεγε βούλεσθαι μᾶλλον μίαν εὑρεῖν αἰτιολογίαν ἢ τὴν Περσῶν οἶ βασιλείαν γενέσθαι, καὶ ταῦτα μάτην καὶ ἀναιτίως αἰτιολογῶν, ὡς ἂν ἀπὸ κενῆς ἀρχῆς καὶ ὑποθέσεως πλανωμένης ὁρμώμενος, καὶ τὴν ῥίζαν καὶ τὴν κοινὴν ἀνάγκην τῆς τῶν ὄντων φύσεως οὐχ ὁρῶν, σοφίαν δὲ μεγίστην ἡγούμενος τὴν τῶν ἀσόφως καὶ ἠλιθίως συμβαινόντων κατανόησιν, καὶ τὴν τύχην τῶν μὲν καθόλου καὶ τῶν θείων δέσποιναν ἐφιστὰς καὶ βασιλίδα, καὶ πάντα γενέσθαι κατ’ αὐτὴν ἀποφαινόμενος, τοῦ δὲ τῶν ἀνθρώπων αὐτὴν ἀποκηρύττων βίου καὶ τοὺς πρεσβεύοντας αὐτὴν ἐλέγχων ἀγνώμονας.

    τῶν γοῦν Ὑποθηκῶν ἀρχόμενος λέγει Ἄνθρωποι τύχης εἴδωλον ἐπλάσαντο, πρόφασιν ἰδίης ἀνοίης.” φύσει γὰρ γνώμη τύχῃ μάχεται· τὴν ἐχθίστην τῇ φρονήσει ταύτην αὐτὴν ἔφασαν κρα- τεῖν· μᾶλλον δὲ καὶ ταύτην ἄρδην ἀναιροῦντες καὶ ἀφανίζοντες ἐκείνην ἀντικαθιστᾶσιν αὐτῆς. οὐ γὰρ εὐτυχῆ τὴν φρόνησιν, ἀλλ’ ἐμφρονεστάτην ὑμνοῦσι τὴν τύχην.

    οἶ μὲν οὑν τῶν βιωφελῶν ἔργων ἐπιστάται ταῖς πρὸς τὸ ὁμόφυλον ἐπικουρίαις ἀγάλλονται, ἐπαίνου τε ὀρέγονται καὶ Κλεοῦς ἐφ’ οἶς αὐτῶν προκάμνουσιν οἱ μὲν τρέφοντες, οἱ δὲ κυβερνῶντες, οἶ δ’ ἰώμενοι, οἱ δὲ πολιτευόμενοι· οἶ δέ γε φιλόσοφοι καὶ σφόδρα παιδεύειν ἐπιχειροῦντες ἀν- θρώπους φρυάττονται.

    ἢ τολμήσουσιν Ἐπίκουρος ἢ Δημόκριτος εἰπεῖν ὡς ἀσχάλλουσι φιλοσοφοῦντες ; ἀλλ’ οὐδὲ θυμηδίαν ταύτης ἂν ἑτέραν προθεῖντο. καὶ γὰρ εἰ τὸ ἀγαθὸν ἡδονὴν εἶναι φρονοῦσιν, ἀλλ’

    v.2.p.333
    αἰδεσθήσονταί γε μὴ λέγειν ἥδιον αὑτοῖς εἶναι τὸ φιλοσοφεῖν.

    τοὺς δὲ θεοὺς περὶ ὧν οἶ μὲν ποιηταὶ παρ’ αὐτοῖς ᾄδουσι δοτῆρας ἐάων, οὗτοι δὲ οἶ φιλόσοφοι μετὰ τωθείας εὐφημοῦσι, θεοὶ πάντων ἀγαθῶν ἀδώρητοί τε καὶ ἀμέτοχοι· καὶ τίνι τρόπῳ τεκμηριοῦνται θεοὺς εἶναι, μήτε παρόντας καὶ πράττοντάς τι ὁρῶντες, (ὡς οἱ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας θαυμάσαντες διὰ τὸ θέειν ἔφασαν κεκλῆσθαι θεούς) μήτε τινὰ δημιουργίαν αὐτοῖς ἢ κατασκευὴν προσνέμοντες, ἵν ἐκ τοῦ θεῖναι, τοῦτ’ ἔστι ποιῆσαι, θεοποιήσωσιν αὐτούς· (τούτου γὰρ ἕνεκα πρὸς ἀλήθειαν ὁ τῶν ἁπάντων ποιητὴς καὶ δημιουργὸς μόνος ἐστὶ θεός·) μήτε διοίκησιν ἢ κρίσιν ἢ χάριν αὐτῶν τινα πρὸς ἀνθρώπους ἐκτιθέμενοι, ἵνα φόβον ἢ τιμὴν ὀφλήσαντες προσκυνήσωμεν αὐ- τοῖς;

    “Ἤ τοῦ κόσμου προκύψας Ἐπίκουρος καὶ οὐράνιον ὑπερβὰς περίβολον, ἢ διά τινων κρυφίων ἃς μόνος οἶδεν ἐξελθὼν πυλῶν, οὓς ἐν τῷ κενῷ κατεῖδε θεοὺς, καὶ τὴν πολλὴν αὐτῶν ἐμακάρισε τρυφήν· κἀκεῖθεν ἐπιθυμητὴς γενόμενος τῆς ἡδονῆς καὶ τῆς ἐν τῷ κενῷ ζηλωτὴς διαίτης, οὕτω πάντας ἐπὶ τὴν τοῦ μακαρισμοῦ τούτου μετουσίαν ἐξομοιωθησομένους ἐκείνοις τοῖς θεοῖς παρακαλεῖ, συμπόσιον αὐτοῖς μακάριον, οὐχ ὅπερ οἶ ποιηταὶ τὸν οὐρανὸν ἣ τὸν Ὄλυμπον, ἀλλὰ τὸ κενὸν συγκροτῶν, ἔκ τε τῶν ἀτόμων τὴν ἀμβροσίαν αὐτοῖς παρατιθεὶς καὶ προπίνων αὐτοῖς ἐξ ἐκείνων τὸ νέκταρ ;

    καὶ δὴ καὶ κατ’ ἐκείνων τῶν μηδὲν πρὸς ἡμὰς ὅρκους τε καὶ ὁρκισμοὺς μυρίους τοῖς ἑαυτοῦ βιβλίοις ἐγγράφει, ὀμνύς τε συνεχῶς μὰ Δία” καὶ “νὴ Δία,” τε τοὺς ἐντυγχάνοντας καὶ πρὸς οὓς διαλέγοιτο “πρὸς

    v.2.p.334
    τῶν θεῶν, ” οὔ τί που δεδιὼς αὐτὸς ἢ ἐκείνους τὴν ἐπιορκίαν, κενὸν δὲ τοῦτο καὶ ψεῦδος καὶ ἀργὸν καὶ ἄσημον ἐπιφθεγγόμενος τοῖς λόγοις αὑτοῦ παράρτημα, οἷον εἰ καὶ χρέμπτοιτο καὶ πτύοι τὸ τε πρόσωπον στρέφοι καὶ τὴν χεῖρα κινοίη. τοιαύτη γὰρ ἀδιανόητος ἦν ἡ παρ’ αὐτῷ καὶ ματαία ὑπόκρισις ἡ τῶν θεῶν ὀνομασία.

    ἀλλὰ τοῦτο μὲν πρόδηλον, ὅτι μετὰ τὸν Σωκράτους θάνατον κατεπτηχὼς Ἀθηναίους ὡς μὴ δοκοίη τοῦθ’ ὅπερ ἦν ἄθεος κενὰς αὐτοῖς ἀνυποστάτων θεῶν τερατευσάμενος ἐζωγράφησε σκιάς. οὔτε γὰρ εἰς οὐρανὸν ἀνέβλεψε νοεροῖς ὀφθαλμοῖς, ἔνα τῆς ἐναργοῦς ἄνωθεν φωνῆς ἀκούσῃ, ἧς ὁ προσεκτικὸς θεατὴς κατακούσας ἐμαρτύρησεν ὅτι “ οἷ οὐρανοὶ διηγοῦνται δόξαν ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα, οὔτε τῇ διανοίᾳ κατεῖδεν εἰς τοὔδαφος· ἔμαθε γὰρ ἂν ὅτι “τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ, καὶ ὅτι κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς.” καὶ μετὰ γάρ φησι “κύριος εἰς τὴν γῆν ἐπέβλεψε καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὑτοῦ. ψυχὴν παντὸς ζῴου ἐκάλυψε τὸ πρόσωπον αὐτῆς.”

    εἰ δὲ μὴ τυφλώττουσιν, ἐπισκεψάσθωσαν τὴν παμποίκιλον τῶν ζῴων πολυπλήθειαν, τὰ χερσαῖα, τὰ πτηνὰ, τὰ ἔνυδρα, καὶ κατανοησάτωσαν ὡς ἀληθὴς ἐπὶ τῇ πάντων κρίσει γέγονεν ἡ μαρτυρία τοῦ δεσπότου του καὶ πάντα κατὰ τὴν αὐτοῦ πρόσταξιν πέφηνε καλά. ”

    Ταῦτά μοι ἀπὸ πλείστων ἐξήνθισται τῶν πρὸς Ἐπίκουρον Διονυσίῳ τῷ καθ’ ἡμᾶς ἐπισκόπῳ πεποιημένων. μετελθεῖν δὲ καιρὸς τοὺς περὶ τὸν Ἀριστοτέλην καὶ τὴν τῶν Στωϊκῶν φιλοσόφων αἵρεσιν, τά τε λοιπὰ τῆς τῶν θαυμαστῶν φυσιολόγων

    v.2.p.335
    ἐπιθεωρῆσαι, ὡς ἂν καὶ τῆς ἐκ τούτων ἀναχωρήσεως τὸν ἑ ’ξ ἡμῶν ἀπολογισμὸν παράσχωμεν τοῖς φιλεγκλή- φιλεγκλήμοσιν.