Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἢ τὸν μέγαν τοῦτον οἶκον τὸν ἐξ οὐρανοῦ καὶ γῆς συνεστῶτα, καὶ διὰ τὸ μέγεθος καὶ πλῆθος τῆς ἐπιφαινομένης αὐτῷ σοφίας καλούμενον κόσμον, ὑπὸ τῶν σὺν οὐδενὶ κόσμῳ φερομένων ἀτόμων κεκοσμῆσθαι καὶ γεγονέναι κόσμον ἀκοσμίαν;

πῶς δὲ κινήσεις καὶ ὁδοὺς εὐτάκτους ἐξ ἀτάκτου προάγεσθαι φορᾶς; πῶς δὲ τὴν παναρμόνιον τῶν οὐρανίων χορείαν ἐξ ἀμούσων καὶ ἀναρμόστων συνᾴδειν ὀργάνων;”

Τίνα δὲ τρόπον, μιᾶς οὔσης καὶ τῆςαὐ τῆς ἀπασῶν οὐσίας καὶ τῆς αὐτῆς ἀφθάρτου φύσεως, πλὴν τῶν μεγεθῶν, ὥς φασι, καὶ τῶν σχημάτων, τὰ μέν ἐστι θεῖα καὶ ἀκήρατα καὶ αἰώνια, ὡς αὐτοὶ φήσαιεν ἂν, σώματα, ἢ μακραίωνά γε κατὰ τὸν οὕτως ὀνομάσαντα, φαινόμενά τε καὶ ἀφανῆ· φαινόμενα μὲν ἥλιος καὶ σελήνη καὶ ἀστέρες γῆ τε καὶ ὕδωρ, ἀφανῆ δὲ θεοί τε καὶ δαίμονες καὶ ψυχαί; ταῦτα γὰρ οὐδὲ θέλοντες ὑπάρχειν ἀρνήσασθαι δύνανται.

τὰ δὲ μακροβιώτατα ζῷά τε καὶ φυτά· ζῷα μὲν ἔν τε ὄρνισιν, ὥς φασιν, ἀετοὶ κόρακές τε καὶ φοίνι-

v.2.p.324
κες· ἔν τε χερσαίοις ἔλαφοί τε καὶ ἐλέφαντες καὶ δράκοντες· ἐν δὲ τοῖς ἐνύδροις τὰ κήτη· δένδρα δὲ φοίνικες καὶ δρύες καὶ περσέαι· καὶ τῶν γε δένδρων τὰ μέν ἐστιν ἀειθαλῆ, ἃ καὶ καταριθμήσας τις εἷπεν εἶναι τεσσαρακαίδεκα· τὰ δὲ πρὸς καιρὸν ἀνθεῖ καὶ φυλλορροεῖ· τὰ δὲ πλεῖστα τῶν τε φυομένων καὶ τῶν γεννωμένων ἐστὶν ὠκύμορα καὶ βραχυτελῆ, ὦν ἐστι καὶ ὁ ἄνθρωπος, ὡς εἷπέ τις ἁγία περὶ αὐτοῦ γραφή βροτὸς δὲ γεννητὸς γυναικὸς ὀλιγόβιος.’

ἀλλὰ τοὺς συνδέσμους φήσουσι τῶν ἀτόμων διαλλάττοντας αἰτίους γίνεσθαι τῆς περὶ τὴν διαμονὴν διαφορᾶς. τὰ μὲν γὰρ ὑπ’ αὐτῶν πεπυκνῶσθαι καὶ κατεσφίγχθαι λέγειν, ὥστ’ αὐτὰ παντελῶς δυσαπάλλακτα γεγονέναι πιλήματα, τὰ δὲ μανοτέραν καὶ χαλῶσαν τὴν συνάφειαν τῶν ἀτόμων ἐπ’ ἔλαττον ἢ πλέον ἐσχηκέναι, ὡς ἢ θᾶττον ἢ μὴ μετὰ πολὺ τῆς κολλήσεως αὐτῶν ἀφίστασθαι· καὶ τὰ μὲν ἐκ τοιῶνδε καὶ ὧδέ πως ἐσχηματισμένων, τὰ δὲ ἐξ ἑτέρων ἑτεροίως διακειμένων συμμεμίχθαι. ”

‟ Τίς οὖν ὁ φυλοκρινῶν συναγείρων τε καὶ ἀναχέων καὶ τάσδε μὲν οὕτω συντάττων εἰς ἥλιον, τάσδε δὲ ὡδὶ, ἵνα ἡ σελήνη γένηται, καὶ ἑκάστας συμφέρων κατὰ τὴν οἰκειότητα πρὸς ἑκάστου φαῦσιν ἀστέρος; οὔτε γὰρ αἱ ἡλιακαὶ τοσαίδε καὶ τοιαίδε καὶ ὧδέ πως ἑνωθεῖσαι πρὸς ἐργασίαν σελήνης ἂν καταβεβήκεσαν, οὔτε αἶ τῶν σεληνιακῶν ἀτόμων πλεκτάναι γεγόνασί ποτε ἥλιος· ἀλλ’ οὐδὲ ἀρκτοῦρος, εἰ καὶ λαμπρός ἐστι, τὰς ἑωσφόρου μεγαλοφρονήσαιτό ποτε ἂν ἀτόμους ἔχειν, οὐδὲ Ὠρίωνος αἱ Πλειάδες. καλῶς γὰρ ὁ Παῦλος διέστειλεν εἰπὼν ῾ ἄλλη δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη δόξα ἀστέρων·” ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν

v.2.p.325
δόξῃ.

καὶ εἰ μὲν ἀνεπαίσθητος αὐτῶν ὡς ἀψὐχων ἡ σύμπηξις ἐγένετο, ἐπιστήμονος αὐταῖς ἔδει δημιουργοῦ· εἰ δὲ ἀπροαίρετος καὶ κατ’ ἀνάγκην, ὡς ἀλόγων, ἡ σύνερξις, σοφός τις αὐτὰς ἀγελάρχης συνελαύνων ἐπεστάτησεν· εἰ δὲ ἑκουσίως ἐθελουρ- γῆσαι συγκέκλεινται, θαυμάσιός τις αὐτῶν ἀρχιτέκτων ἐργοδοτῶν προηγήσατο· ἢ καθάπερ εὔτακτος στρατηγὸς οὐ συγκεχυμένην εἴασε τὴν στρατιὰν καὶ πάντας ἀναμὶξ, ἀλλ’ ἐν μέρει μὲν τὴν ἵππον, ἰδίᾳ δὲ τοὺς ὁπλίτας, τούς τε ἀκοντιστὰς καθ’ ἑαυτοὺς, καὶ χωρὶς τοὺς τοξότας, καὶ τοὺς σφενδονήτας ἔνθα ἐχρῆν διετάξατο, ἔνα ἀλλήλοις οἶ ὁμόσκευοι συμμαχοῖεν.

εἰ δὲ τοῦτο χλεύην οἴονται τὸ παράδειγμα διὰ τὸ μεγάλων σωμάτων με πρὸς τὰ ἐλάχι- στα ποιεῖσθαι σύγκρισιν, ἐπὶ τὰ σμικρότατα μεταβησόμεθα.”

Εἶτα τούτοις ἐξῆς ἐπιλέγει

‟ Εἰ δὲ μήτε λέξις μήτε ἐκλογὴ μήτε τάξις αὐταῖς ἄρχοντος ἐπικέοιτο, αὐταὶ δὲ ἐφ’ ἑαυτῶν αὑτὰς ἐκ τῆς πολλῆς κατὰ τὴν ῥύσιν τύρβης διευθύνουσαι, καὶ τὸν πολὺν τῶν συμπτώσεων διεκπερῶσαι κυδοιμὸν, αἱ ὅμοιαι πρὸς τὰς ὁμοίας οὐχ ὑπὸ τοῦ θεοῦ κατὰ τὸν ποιητὴν ἄγοιντο, συντρέχοιεν δὲ καὶ συναγελάζοιντο γνωρίζουσαι τὰς συγγενεῖς, θαυμαστή γε τῶν ἀτόμων ἡ δημοκρατία, δεξιουμένων τε ἀλλήλας τῶν φίλων καὶ περιπλεκομένων, εἰς μίαν τε κατασκηνοῦν συνοικίαν ἐπειγομένων, καὶ τῶν μὲν ἀποτετορνευμένων αὐτομάτων εἰς ἥλιον φωστῆρα μέγαν, ἵνα ποιήσωσι τὴν ἡμέραν, τῶν δὲ εἰς πολλὰς ἴσως πυραμίδας ἀστέρων ἀναπεφλεγμένων, ἔνα καὶ ὅλον στεφανώσωσι τὸν οὐρανὸν, τῶν δὲ περιτεταγμένων, ἵνα αὐτὸν εἰκῆ στερεώσωσι καὶ καμαρώσωσι τὸν αἰθέρα εἰς

v.2.p.326
τὴν τῶν φωστήρων ἐπιβάθραν, ἐπιλέξωνταί τε ἑαυταῖς αἱ συνωμοσίαι τῶν χυδαίων ἀτόμων μονὰς, καὶ διακληρώσωνται τὸν οὐρανὸν εἰς οἴκους ἑαυταῖς καὶ σταθμούς. ”

Εἶτα μεθ’ ἕτερά φησιν

“ Ἀλλ’ οὐδὲ τὰ φανερὰ ὁρῶσιν οὗτοι οἱ πολλοῦ γε δέουσι συνορᾶν καὶ τὰ ἀφανῆ. ἐοίκασι γὰρ μηδὲ ἀνατολὰς ἐποπτεύειν τεταγμένας καὶ δύσεις μήτε τῶν ἄλλων μήτε τὰς ἐκπρεπεστάτας ἡλίου, μηδὲ χρῆσθαι ταῖς δι’ αὐτῶν δεδωρημέναις ἀνθρώποις ἐπικουρίαις, ἀναπτομένῃ μὲν εἰς ἐργασίαν ἡμέρᾳ, ἐπηλυγαζούσῃ δὲ νυκτὶ πρὸς ἀνάπαυλαν. ἐξελεύσεται γὰρ ἄνθρωπος (φησὶν) ἐπὶ τὸ ἔργον αὑτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὑτοῦ ἴως ἑσπέρας.”

ἀλλ’ οὐδὲ τὴν ἑτέραν ἐπισκοποῦσιν ἀνακύκλησιν αὐτοῦ, καθ’ ἣν ὡρισμένας ὥρας καὶ καιροὺς κὐκαίρους καὶ τροπὰς ἀπαρατρέπρους ἀποτελεῖ, ὑπὸ τῶν ἐξ ὧν ἐστιν ἀτόμων ὁδηγούμενος. ἀλλὰ κἂν μὴ θέλωσιν οἱ δείλαιοι, ὡς δ’ οὖν πιστεύουσιν οἱ δίκαιοι μέγας κύριος ὁ ποιήσας αὐτὸν καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσε πορείαν.”

ἄτομοι γὰρ ὑμῖν φέρουσιν, ὢ τυφλοὶ, καὶ ὑετοὺς, ἔνα ἡ γῆ τροφὰς ὑμῖν τε καὶ πᾶσι τοῖς ἐπ’ αὐτῆς ζῴοις ἀνῇ; θέρος τε ἐπάγουσιν, ἵνα καὶ τοὺς ἀπὸ δένδρων εἰς τρυφὴν καρποὺς λάβητε; καὶ διὰ τί μὴ ταῖς ἀτόμοις προσκυνεῖτε καὶ θύετε ταῖς ἐπικάρποις; ἀχάριστοί γε μηδὲ ἀπαρχὰς αὐταῖς ὀλίγας τῶν πολλῶν δωρεῶν, ἃς παρ’ αὐτῶν ἔχετε, ἀφιεροῦντες.”

Καὶ μετὰ βραχέα φησὶν

ὁ δὲ πολυεθνὴς καὶ πολυμιγὴς δῆμος τῶν ἀστέρων, οὓς αἷ πολυπλανεῖς καὶ ἀεὶ διαρριπτούμεναι συνέστησαν ἄτομοι, χώρας ἑαυτοῖς κατὰ συνθήκας

v.2.p.327
ἀπεδάσαντο, ὥσπερ ἀποικίαν ἢ συνοικίαν ἀνελόμενοι, μηδενὸς οἰκιστοῦ μηδὲ οἰκοδεσπότου προεστηκότος· καὶ τὰς πρὸς τοὺς πλησιοχώρους γειτνιάσεις ἐνωμότως καὶ μετ’ εἰρήνης φυλάττουσιν, οὐχ ὐπερβαίνοντες οὓς κατειλήφασιν ἐξ ἀρχῆς ὅρους, ὥσπερ ὑπὸ τῶν βασιλίδων ἀτόμων νομοθετούμενοι.

ἀλλ’ οὐκ ἄρχουσιν ἐκεῖναι· πῶς γὰρ αἱ μηδ’ οὖσαι; ἀλλὰ θείων λογίων ἐπακούσατε “ ἐν κρίσει κυρίου τὰ αὐτοῦ. ἀπ’ ἀρχῆς καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστειλε μερίδας αὐτῶν, ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὑτοῦ καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν.

Καὶ μετὰ βραχέα φησὶν

Η τίς οὕτως εὔτακτος πεδιάδα γῆν διώδευσε φάλαγξ, οὐ προθέοντος οὐδενὸς, οὐκ ἐκτρεπομένου, οὐκ ἐμποδοστατοῦντος, οὐκ ἀπολειπομένου τῶν συμπαρατεταγμένων, ὡς ἰσόστοιχοι καὶ συνασπιδοῦντες ἀεὶ προίασιν, ὁ συνεχής τε καὶ ἀδιάστατος ἀόχλητός τε καὶ ἀνεμπόδιστος τῶν ἄστρων στρατός;

ἀλλ’ ἐγκλίσεσι καὶ ταῖς εἰς πλάγιον ἐκνεύσεσι γίνονταί τινες αὐτῶν ἄδηλοι τροπαί. καὶ μὴν ἀεὶ καιροφυλα- κοῦσι καὶ προορῶνται τὰς χώρας, ὅθεν ἕκαστος οἶ τούτοις προσεσχηκότες. εἰπάτωσαν οὖν ἡμῖν οἱ τῶν ἀτόμων τομεῖς καὶ τῶν ἀμερῶν μερισταὶ καὶ τῶν ἀσυνθέτων συναγωγεῖς καὶ τὰ ἄπειρα περινοοῦντες, πόθεν ἡ κυκλοφορικῂ τῶν οὐρανίων καὶ περιοδία, οὐχ ἑνὸς παραλόγως ἀτόμων πήγματος οὕτω σφενδονηθέντος, ἀλλὰ τοσούτου κυκλικοῦ χοροῦ κατὰ ῥυθμὸν ἴσα βαίνοντος καὶ συμπεριδινου- μένου, πόθεν ἀδιάτακτοι καὶ ἀπροαίρετοι καὶ ἀγνῶτες ἀλλήλων συνέμποροι παμπληθεῖς συνανεστράφησαν. καλῶς τε ὁ προφήτης ἐν τοῖς ἀδυνάτοις καὶ ἀνενδείκτοις ἔταξε τὸ ξένους κἂν δύο συνδραμεῖν

v.2.p.328
“ εἰ πορεύσονται (φησὶ) δύο ἐπὶ τὸ αὐτὸ ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς;”

Ταῦτ’ εἰπὼν μυρία τε ἄλλα τούτοις ἐπαγαγὼν ἐξῆς κατασκευάζει διὰ πλειόνων τὸ πρόβλημα ἀπό τε τῶν κατὰ μέρος στοιχείων τοῦ παντὸς, ἀπό τε τῶν ἐν τούτοις παντοδαπῶν ζῴων, καὶ δὴ καὶ ἀπὸ τῆς τἀνθρώπου φύσεως. ἐξ ὧν ἔτι βραχέα τοῖς εἰρημένοις προσθεὶς καταπαύσω τὸν παρόντα λόγον.