Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Πῶς αὐτῶν ἀνασχώμεθα τυχηρὰ λεγόντων εἶναι συμπτώματα τὰ σοφὰ καὶ διὰ τοῦτο τὰ καλὰ δημιουργήματα; ὣν ἕκαστόν τε καθ’ ἑαυτὸ γενόμενον ὤφθη τῷ προστάξαντι γενέσθαι καλὸν καὶ συλλήβδην ὁμοίως ἅπαντα. καὶ εἶδε γὰρ, φησὶν, ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.

ἀλλ’ οὐδὲ ἀπὸ τῶν μικρῶν τῶν συνήθων καὶ παρὰ πόδας νουθετοῦνται παραδειγμάτων, ἐξ ὧν δύνανται μανθάνειν ὅτι χρειῶδες μὲν καὶ πρὸς ὠφέλειαν ἔργον οὐδὲν ἀνεπιτηδεύτως οὐδὲ συμβατικῶς ἀπεργάζεται, ἀλλὰ χειρουργούμενον εἰς τὴν πρέπουσαν ὑπηρεσίαν καταρτίζεται· ὅταν δὲ εἰς ἄχρηστον μεταπίπτῃ καὶ ἀνωφελὲς, τότε διαλυόμενον ἀορίστως καὶ ὡς ἂν τύχῃ διασκίδναται, ἅτε μηκέτι μεταχειριζομένης μηδὲ διαταττούσης αὐτὸ τῆς σοφίας, ᾗ τοῦ συνεστάναι τοῦτο ἔμελεν.

ἱμάτιόν τε γὰρ οὐ χωρὶς ἱστουργοῦ συνισταμένων τῶν στημόνων οὐδὲ τῆς κρόκης αὐτομάτως παρεμπλεκομένης ἀνυφαίνεται· εἰ δὲ κατατριβείη, τὰ λακισθέντα διαρριπτεῖται ῥάκη. οἰκία τε ἀνοικοδομεῖται καὶ πόλις οὐ τοὺς μέν τινας δεχομένη θεμελίοις αὐτομολοῦντας λίθους, τοὺς δὲ ἀναπηδῶντας εἰς τὰς ἐπιβολὰς, ἀλλὰ κατὰ χώραν ὁ τοιχοδόμος τοὺς εὐθέτους ἐπιφέρει· κατ’ καταρριφθείσης δὲ, ὡς ἂν παρείκῃ, κατενεχθεὶς ἕκαστος ἀπεσφάλη.

καὶ κατασκευαζομένης νεὼς οὐχ ἡ μέν τις ὑπέβαλεν ἑαυτὴν τρόπις, ὁ δὲ κατὰ μέσην ἑαυτὸν ἱστὸς ὤρθωσε, καὶ τῶν ἄλλων ἕκαστον ξύλων ἣν ἔτυχεν ἐξ ἑαυτοῦ θέσιν κατέλαβεν· οὐδὲ τὰ λεγόμενα ἑκατὸν τῆς ἁμάξης ξύλα καθ’ ὃν εὗρε κενὸν τόπον ἕκαστον συνεπάγη, ἀλλ’ ὁ τέκτων ἑκατέρας συνεκόμισε καίριον· εἰ δὲ διαλυθείη ἡ ναῦς ἐνθαλασσεύουσα, ἢ φερομένη κατὰ γῆν ἅμαξα, ὅπη τύχῃ τὰ ξύλα τὰ μὲν

v.2.p.323
ὑπὸ τῶν κυμάτων, τὰ δὲ ὑπὸ τῆς συντόνου ῥύμης διασπείρεται.

οὕτως ἂν ἁρμόζοι λέγειν αὐτοῖς καὶ τἀς ἀτόμους, ἀργὰς μενούσας καὶ ἀχειροποιήτους καὶ ἀχρήστους, εἰκῆ φέρεσθαι. ὁράτωσαν γὰρ τὰς ἀθεάτους ἐκεῖνοι καὶ τὰς ἀνοήτους νοείτωσαν, οὐχ ὁμοίως ἐκείνῳ, ὃς φανερωθὲν ἑαυτῷ τοῦτο ὑπὸ τοῦ θεοῦ πρὸς αὐτὸν ὁμολογεῖ τὸ ἀκατέργαστόν σου εἴδοσαν οἶ ὀφθαλμοί μου.”

ὅταν δὲ καὶ ἅ φασιν ἐξ ἀτόμων ὑφάσματα γίνεσθαι τὰ εὐήτρια, ταῦθ’ ὑπαὐτῶν ἀσόφως καὶ ἀναισθήτως αὐτουργεῖσθαι λέγωσι, τίς ἀνέξεται τὰς ἀτόμους ἀκούων ἐρίθους, ὧν καὶ ὁ ἀράχνης ἐστὶ σοφώτερος χειροτεχνῶν ἐξ ἑαυτοῦ;