Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ὑποπτεύων δέ γε καὶ ἄλλα εἶναι πολλὰ εἶπον ὡς, εἰ φανείη τι τούτων ἀμφοῖν βέλτιον, ὑπὲρ τῶν

v.2.p.320
δευτερείων νῷ πρὸς ἡδονὴν ξυνδιαμαχοίμην, ἡδονὴ δὲ καὶ δευτερείων στερήσοιτο.

Εἰπες γὰρ οὑν.

Καὶ μετὰ ταῦτά γε πάντων ἱκανώτατα τούτοιν οὐδέτερον ἱκανὸν ἀνεφάνη.

Ἀληθέστατα.

Οὐκοῦν παντάπασιν ἐν τούτῳ τῷ λόγῳ καὶ νοῦς ἀπήλλακτο καὶ ἡδονὴ, μηδὲ τἀγαθὸν αὐτὸ μηδέτερον αὐτοῖν εἶναι στερομένων αὐταρκείας καὶ τῆς τοῦ ἱκανοῦ καὶ τελέου δυνάμεως;

Ὀρθότατα.

Φανέντος δέ γε ἄλλου τινὸς κρείττονος τούτοιν ἑκατέρου, μυρίῳ γ’ αὖ νοῦς ἡδονῆς οἰκειότερον καὶ προσφυέστερον πέφανται νῦν τῇ τοῦ νικῶντος ἰδέᾳ.

Πῶς γὰρ οὔ;

Οὐκοῦν πέμπτον κατὰ τὴν κρίσιν, ὡς νῦν ὁ λόγος ἀπεφήνατο, γίγνοιτ’ ἂν ἡ τῆς ἡδονῆς δύναμις.

Ἔοικεν.

Πρῶτον δέ γε οὐδ’ ἂν οἱ πάντες βόες τε καὶ ἵπποι καὶ τὰ ἄλλα ξύμπαντα θηρία φῶσι τῷ τὸ χαίρειν διώκειν· οἷς πιστεύοντες, ὥσπερ μάντεις ὄρνισιν, οἱ πολλοὶ κρίνουσι τὰς ἡδονὰς εἰς τὸ ζῆν ἡμῖν εὖ κρατίστας εἶναι, καὶ τοὺς θηρίων ἔρωτας οἴονται κυρίους εἶναι μάρτυρας μᾶλλον ἢ τοὺς τῶν ἐν μούσῃ φιλοσόρῳ μεμαντευμένων ἑκάστοτε λόγων.

Ἀληθέστατα, ὦ Σώκρατες, εἰρῆσθαί σοι νῦν ἤδη φαμὲν ἅπαντες.”

Ταῦτα ὁ Πλάτων’. ἐγὼ δέ σοι καὶ Διονυσίου, τῆς κατὰ Χριστὸν φιλοσοφίας ἐπισκόπου ἀνδρὸς, ἀπὸ τῶν Περὶ φύσεως βραχέα τῶν πρὸς Ἐπίκουρον ἀντειρημένων παραθήσομαι. σὺ δὲ λαβὼν ἀνάγνωθι τὰς οὕτως ἐχούσας αὐτοῦ φωνάς

v.2.p.321