Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Καθ’ ἓν ἕκαστον τοίνυν τῶν τριῶν πρὸς τὴν ἡδονὴν καὶ τὸν νοῦν κρίνωμεν. δεῖ γὰρ ἰδεῖν ποτέρῳ μᾶλλον ξυγγενὲς ἕκαστον αὐτῶν ἀπονεμουμεν.

Κάλλους καὶ ἀληθείας καὶ μετριότητος πέρι λέγεις;

Ναί. πρῶτον δέ γε ἀληθείας λαβοῦ, ὠ Πρώταρχε, καὶ λαβόμενος, βλέψας εἰς τρία, νοῦν καὶ ἀλήθειαν καὶ ἡδονὴν, πολὺν ἐπισχὼν χρόνον, ἀπόκριναι σαυτῷ πότερον ἡδονὴ ξυγγενέστερον ἢ νοῦς ἀληθείᾳ.

Τί δὲ χρόνου δεῖ; πολὺ γὰρ, οἶμαι, διαφέρετον. ἡδονὴ μὲν γὰρ ἁπάντων τὸ ἀλαζονέστατον· ὡς δὲ λόγος, καὶ ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τὰ ἀφροδίσια, αἱ· δὴ μέγισται δοκοῦσιν εἷναι, καὶ τὸ ἐπιορκεῖν συγγνώμην εἴληφε παρὰ θεῶν, ὡς καθάπερ παίδων τῶν ἡδομένων νοῦν οὐδὲ τὸν ὀλίγιστον κεκτημένων· νοῦς δὲ ἤτοι ταὐτὸν καὶ ἀλήθειά ἐστιν ἢ πάντων ὁμοιότατόν τε καὶ ἀληθέστατον.

Οὐκοῦν τὸ μετὰ τοῦτο τὴν μετριότητα ὡσαύτως σκέψῃ, πότερον ἡδονὴ φρονήσεως, ἢ φρόνησις ἡδονῆς πλείω κέκτηται;

Εὔσκεπτόν γε καὶ ταύτην σκέψιν προβέβληκας. οἶμαι γὰρ ἡδονῆς μὲν καὶ περιχαρείας οὐδὲν τῶν [*](7 Καθ’ ἒ ’ν ἕκαστον — ] Plato Phileb. p. 65.)

v.2.p.318
πεφυκὸς ἀμετρότερον εὑρεῖν ἄν τινα, νοῦ δὲ καὶ ἐπιστήμης ἐμμετρότερον οὐδ᾿ ἂν ἔν ποτε.

Καλῶς εἴρηκας. ὅμως δ᾿ ἔτι λέγε τὸ τρίτον. νοῦς ἡμῖν κάλλους μετείληφε πλέον ἢ τὸ τῆς ἡδονῆς γένος, ὥστε εἶναι καλλίω νοῦν ἡδονῆς, ἢ τοὐναντίον;

Ἄρ᾿ οὖν φρόνησιν μὲν καὶ νοῦν, Σώκρατες, οὐδεὶς πώποτε οὔθ᾿ ὕπαρ οὔτ᾿ ὄναρ αἰσχρὸν οὔτε εἶδεν οὔτώ ἐπενόησεν οὐδαμοῦ οὐδαμῶς, οὔτε γιγνόμενον οὔτε ὄντα οὔτε ἐσόμενον;

Ὀρθῶς.

Ἡδονὰς δέ γε δήπου, καὶ ταύτας σχεδὸν τὰς μεγίστας, ὅταν ἴδωμεν ἡδόμενον ὁντινοῦν, ἢ τὸ γελοῖον ἐπ᾿ αὐταῖς ἤ τὸ πάντων αἴσχιστον ἑπόμενον ὁρῶντες αὐτοί τε αἰσχυνόμεθα καὶ ἀφανίζοντες κρύπτομεν ὅτι μάλιστα, νυκτὶ πάντα τὰ τοιαῦτα δι- δόντες , ὡς φῶς οὐ δέον ὁρᾶν αὐτά.

Πάντη δὴ φήσεις, ὦ Πρώταρχ, ὑπό τε ἀγγέλων πέμπων καὶ παροῦσι φράζων ὡς ἡδονὴ κτῆμα οὐκ ἔστι πρῶτον οὐδ᾿ αὖ δεύτερον, ἀλλὰ πρῶτον μέν πη περὶ μέτρον καὶ τὸ μέτριον καὶ τὸ καίριον καὶ πάνθ᾿ ὁπόσα χρὴ τοιαῦτα νομίζειν τὴν ἀΐδιον ᾑρῆσθαιφύσιν.

Φαίνεται γοῦν ἐκ τῶν νῦν λεγομένων.

Δεύτερον μὲν περὶ τὸ σύμμετρον καὶ καλὸν καὶ τὸ τέλειον καὶ ἱκανὸν καὶ πάνθ᾿ ὁπόσα τῆς γενέσεως αὖ ταύτης ἐστί.

Ἔοικε γοῦν.

Τὸ τοίνυν τρίτον, ὡς ἡ ἐμὴ μαντεία, νοῦν καὶ φρόνησιν τιθεὶς οὐκ ἂν μέγα τι τῆς ἀληθείας παρεξέλθοις.

Ἴσως.

Ἀρ᾿ οὖν οὐ τέταρτα, ἃ τῆς ψυχῆς αὐτῆς ἔθε-

v.2.p.319
μὲν, ἐπιστήμας τε καὶ τέχνας καὶ δόξας ὀρθὰς λεχθείσας, ταῦτ’ εἶναι τὰ πρὸς τοῖς τρισὶ τέτταρα, εἴπερ τοῦ ἀγαθοῦ ἐστι μᾶλλον ἢ τῆς ἡδονῆς ξυγγενῆ,

Τάχ΄ ἄν.

Πέμπτας τοίνυν ἃς ἡδονὰς ἔθεμεν ἀλύπους ὁρισάμενοι, καθαρὰς ἐπονομάσαντες τῆς ψυχῆς αὐτῆς ἐπιστήμας, ταῖς δὲ αἰσθήσεσιν ἑπομένας.

Ἴσως.

Ἔκτῃ δ’ ἐν γενεᾷ, φησὶν Ὀρφεὺς,

  • καταπαύσατε κόσμον αοιδῆς,
  • ἀτὰρ κινδυνεύει καὶ ὁ ἡμέτερος λόγος ἐν ἕκτῃ καταπεπαυμένος εἶναι κρίσει. τὸ δὲ μετὰ ταῦθ’ ἡμῖν οὐδὲν λοιπὸν πλὴν ὥσπερ κεφαλὴν ἀποδοῦναι τοῖς εἰρημένοις.

    Οὐκοῦν χρή.

    Ἴθι δὴ, τὸ τρίτον τῷ σωτῆρι τὸν αὐτὸν δια- μαρτυράμενοι λόγον ἐπεξέλθωμεν.

    Ποῖον δή;

    Φίληβος τἀγαθὸν ἔθετο ἡμῖν ἡδονὴν εἶναι πᾶσαν καὶ παντελῆ.

    Τὸ τρίτον, ὦ Σώκρατες, ὡς ἔοικας, ἔλεγες ἀρτίως τὸν ἐξ ἀρχῆς ἐπαναλαβεῖν δεῖν λόγον.

    Ναί. τὸ δέ γε μετὰ τοῦτο ἀκούωμεν. ἐγὼ γὰρ δὴ κατιδὼν ἅπερ νῦν διελήλυθα, καὶ δυσχεράνας τὸν Φιλήβου λόγον οὐ μόνον, ἀλλὰ καὶ ἄλλων πολλάκις μυρίων, εἶπον ὡς ἡδονῆς γε νοῦς εἴη μακρῷ βέλτιόν τε καὶ ἄμεινον τῷ τῶν ἀνθρώπων βίῳ.

    Ἠν ταῦτα.

    Ὑποπτεύων δέ γε καὶ ἄλλα εἶναι πολλὰ εἶπον ὡς, εἰ φανείη τι τούτων ἀμφοῖν βέλτιον, ὑπὲρ τῶν

    v.2.p.320
    δευτερείων νῷ πρὸς ἡδονὴν ξυνδιαμαχοίμην, ἡδονὴ δὲ καὶ δευτερείων στερήσοιτο.

    Εἰπες γὰρ οὑν.

    Καὶ μετὰ ταῦτά γε πάντων ἱκανώτατα τούτοιν οὐδέτερον ἱκανὸν ἀνεφάνη.

    Ἀληθέστατα.

    Οὐκοῦν παντάπασιν ἐν τούτῳ τῷ λόγῳ καὶ νοῦς ἀπήλλακτο καὶ ἡδονὴ, μηδὲ τἀγαθὸν αὐτὸ μηδέτερον αὐτοῖν εἶναι στερομένων αὐταρκείας καὶ τῆς τοῦ ἱκανοῦ καὶ τελέου δυνάμεως;

    Ὀρθότατα.

    Φανέντος δέ γε ἄλλου τινὸς κρείττονος τούτοιν ἑκατέρου, μυρίῳ γ’ αὖ νοῦς ἡδονῆς οἰκειότερον καὶ προσφυέστερον πέφανται νῦν τῇ τοῦ νικῶντος ἰδέᾳ.

    Πῶς γὰρ οὔ;

    Οὐκοῦν πέμπτον κατὰ τὴν κρίσιν, ὡς νῦν ὁ λόγος ἀπεφήνατο, γίγνοιτ’ ἂν ἡ τῆς ἡδονῆς δύναμις.

    Ἔοικεν.

    Πρῶτον δέ γε οὐδ’ ἂν οἱ πάντες βόες τε καὶ ἵπποι καὶ τὰ ἄλλα ξύμπαντα θηρία φῶσι τῷ τὸ χαίρειν διώκειν· οἷς πιστεύοντες, ὥσπερ μάντεις ὄρνισιν, οἱ πολλοὶ κρίνουσι τὰς ἡδονὰς εἰς τὸ ζῆν ἡμῖν εὖ κρατίστας εἶναι, καὶ τοὺς θηρίων ἔρωτας οἴονται κυρίους εἶναι μάρτυρας μᾶλλον ἢ τοὺς τῶν ἐν μούσῃ φιλοσόρῳ μεμαντευμένων ἑκάστοτε λόγων.

    Ἀληθέστατα, ὦ Σώκρατες, εἰρῆσθαί σοι νῦν ἤδη φαμὲν ἅπαντες.”

    Ταῦτα ὁ Πλάτων’. ἐγὼ δέ σοι καὶ Διονυσίου, τῆς κατὰ Χριστὸν φιλοσοφίας ἐπισκόπου ἀνδρὸς, ἀπὸ τῶν Περὶ φύσεως βραχέα τῶν πρὸς Ἐπίκουρον ἀντειρημένων παραθήσομαι. σὺ δὲ λαβὼν ἀνάγνωθι τὰς οὕτως ἐχούσας αὐτοῦ φωνάς

    v.2.p.321