Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Γεγόνασι δέ τινες οἱ ἀξιοῦντες τῇ αἰσθήσει καὶ ταῖς φαντασίαις μόναις δεῖν πιστεύειν. ἔνιοι μέντοι φασὶ καὶ τὸν Ὅμηρον αἰνίττεσθαι τὸ τοιοῦτο πάντων ἀποφαίνοντα τὸν Ὠκεανὸν ἀρχὴν, ὡς ἐν ῥύσει τῶν πραγμάτων ὄντων· ὧν δ᾿ ἴσμεν ἔοικε μὲν καὶ Μητρόδωρος ὁ Χῖος τὸ αὐτὸ τοῦτο λέγειν, οὐ μὴν ἀλλ᾿ ἄντικρύς γε Πρωταγόρας ὁ Ἀβδηρίτης.

οὗτος γὰρ ἔφη μέτρον εἶναι πάντων χρημάτων τὸν ἄνθρωπον, τῶν μὲν ὄντων ὡς ἔστι, τῶν δ᾿ οὐκ ὄν- των ὡς οὐκ ἔστιν· ὁποῖα γὰρ ἑκάστῳ φαίνεται τὰ πράγματα, τοιαῦτα καὶ εἶναι· περὶ δὲ τῶν ἄλλων μηδὲν ἡμᾶς δύνασθαι διισχυρίσασθαι.

πρὸς δὲ τούτους εἴποι τις ἂν ἃ καὶ Πλάτων ἐν Θεαιτήτῳ· πρῶ- τον μὲν, τί δήποτε, τοιούτων γε δὴ τῶν πραγμάτων ὄντων, ἠξίωσαν εἶναι μέτρον τῆς ἀληθείας τὸν ἂνθρωπον, ἀλλ᾿ οὐ σῦν ἢ κυνοκέφαλον ; ἔπειτα δὲ πῶς ἔλεγον εἶναι σοφοὺς ἑαυτοὺς, εἰ δὴ πᾶς τις αὐτὸς ἑαυτῷ μέτρον ἐστὶ τῆς ἀληθείας ; ἢ πῶς ἐλέγχουσι τοὺς ἄλλους, εἴπερ ἑκάστῳ τὸ φαινόμενον ἀληθές ἐστιν; ἀγνοοῦμέν τέ τινα, καίτοι πολλάκις αἰσθανό-

v.2.p.313
μένοι, καθάπερ ἐπειδὰν τῶν βαρβάρων ἀκούωμεν;

ὅ γε μὴν θεασάμενος ὁτιοῦν, εἶτα μεμνημένος, οἶδε μὲν, αἰσθάνεται δ’ οὐκέτι. καὶ εἰ θατέρῳ μὲν ὀφθαλμῷ μύσαι, θατέρῳ δ’ ὁρῴη, δῆλον ὅτι ταὐτὸ καὶ εἴσεται καὶ οὐκ εἴσεται.

πρὸς δὲ τούτοις, εἰ τὸ φαινόμενον ἑκάστῳ καὶ ἀληθές ἐστιν, ἡμῖν δὲ οὐ φαίνεται τὰ ὑπ’ ἐκείνων λεγόμενα ἀληθῆ, καὶ τὸ μὴ εἶναι πάντων πραγμάτων μέτρον τὸν ἄνθρωπον ἀληθὲς ἂν εἴη.

καὶ μὴν οἵ γε τεχνῖται τῶν ἀτέχνων διαφέρουσι καὶ οἱ ἔμπειροι τῶν ἀπείρων, καὶ διὰ τοῦτο μᾶλλον προορᾷ τὸ μέλλον ἔσεσθαι κυβερνήτης καὶ ἰατρὸς καὶ στρατηγός.

ἁπλῶς τε ἀναιροῦσιν οὗτοί γε τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὸ ἐξ ἀνάγκης, καὶ τὸ ἐνδεχόμενον, καὶ τὸ κατὰ φύσιν, καὶ τὸ παρὰ φύσιν. οὕτω δ’ ἂν εἴη ταὐτὸ καὶ ὂν καἰ οὐκ ὄν. οὐδὲν γὰρ κωλύει ταὐτὸ τοῖς μὲν εἶναι φαίνεσθαι, τοῖς δὲ μὴ εἶναι· καὶ ταὐτὸ ἂν εἴη ἄνθρωπος καὶ ξύλον· ἔσθ’ ὅτε γὰρ φαίνεται ταὐτὸ τῷδε μὶν ἄνθρωπος, τῷδε δὲ ξύλον.

ἅπας τε λόγος ἀληθὴς ἂν εἴη, διὰ τοῦτο δὲ καὶ ψευδής· καὶ οἶ βουλευόμενοι καὶ δικάζοντες οὐκ ἂν ἔχοιεν οὐδὲν ποιεῖν. καὶ τὸ δεινότατον, ἔσονται γὰρ οἶ αὐτοὶ σπουδαῖοι καὶ μοχθηροὶ καὶ ταὐτὸ κακία καὶ ἀρετή. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτά τις ἂν ἔχοι λέγειν· ἀλλὰ γὰρ οὐδὲν δεῖ πλειόνων λόγων πρὸς τοὺς οὐκ οἰομέ- νοῦς ἔχειν νοῦν καὶ λόγον.”

Εἶθ’ ἑξῆς

“Ἐπεὶ δ’ ἔτι νῦν εἰσί τινες οἶ πᾶσαν καὶ πᾶσαν φαντασίαν ἀληθῆ λέγοντες εἶναι, μικρὰ καὶ περὶ τούτων εἴπωμεν. ἐοίκασι γὰρ οὗτοί γε δεδοικέναι μήποτε, εἰ ψευδεῖς εἴποιεν αἰσθήσεις εἷναί τινας, οὐκ ἂν σχοῖεν τὸ κριτήριον καὶ τὸν κανόνα βέβαιον οὐδ’ ἐχέγγυον· οὐχ ὁρῶσι δὲ ὡς οὐκ ἂν

v.2.p.314
φθάνοιεν οὕτω γε καὶ τὰς δόξας ἁπάσας ἀληθεῖς ἀποφαίνοντες· πολλὰ γὰρ δὴ καὶ ταύταις πεφύκαμεν κρίνειν· καὶ οὐδὲν ἧττον ἀξιοῦσιν αὐτῶν τὰς μὲν ἀληθεῖς εἶναι, τὰς δὲ ψευδεῖς.

ἔπειτα δὲ σκοπῶν ἴδοι τις ἂν οὐδὲ τῶν ἄλλων κριτηρίων ἀεὶ καὶ διὰ παντὸς ἀψευδὲς οὐδὲν, οἶον λέγω ζυγὸν, ἢ τόρνον, ἤ τι τῶν τοιούτων· ἀλλ’ ἕκαστον αὐτῶν ὡδὶ μὲν ἔχον ὑγιές ἐστιν, ὡδὶ δὲ μοχθηρόν· καὶ τουτονὶ μὲν χρώμενον τὸν τρόπον ἀληθεύει, τουτονὶ δὲ ψεύδεται. καὶ μὴν εἴ γε πᾶσα αἴσθησις ἀληθὴς ἦν, οὐκ ἔδει τοσοῦτον διαφέρειν αὐτάς. ἄλλαι γάρ εἰσιν ἐγγύθεν καὶ πόρρωθεν, καὶ νοσούντων καὶ ἐρρωμένων, καὶ τεχνιτῶν καὶ ἀτέχνων, καὶ φρονίμων καὶ ἀφρόνων. τὰς δὲ δὴ τῶν μεμηνότων παντάπασιν ἂν εἴη ἄτοπον λέγειν ἀληθεῖς εἶναι καὶ τὰς τῶν παρορώντων καὶ παρακουόντων· εὔηθες γὰρ ἂν ἦν τὸ λεγόμενον, ὡς ὁ παρορῶν ἤτοι ὁρᾷ ἢ οὐχ ὁρᾷ· φαίη γὰρ ἄν τις ὅτι ὁρᾷ μὲν, ἀλλ’ οὐκ ὀρθῶς.

ὁπόταν μέντοι φῶσιν ὡς ἡ μὲν αἴσθησις οὖσα ἄλογος οὐδὲν προστίθησιν οὐδ’ ἀφαιρεῖ, φαίνονται τἀμποδὼν οὐχ ὁρῶντες· ἐπὶ γὰρ τοῦ ἐρετμοῦ τοῦ ἐν τῷ ὕδατι, κἀπὶ τῶν γραφῶν καὶ μυρίων ἄλλων, ἡ αἴσθησίς ἐστιν ἡ ἀπατῶσα. διὸ καὶ μεμφόμεθα πάντες ἐπὶ τῶν τοιούτων οὐ τὸν νοῦν ἡμῶν, ἀλλὰ τὴν φαντασίαν. ἐλέγχει γὰρ ὁ λόγος αὐτὸς ἑαυτὸν ἀξιῶν ἅπασαν ἀληθῆ φαντασίαν εἶναι. τὴν γὰρ ἡμετέραν, δι’ ἣν οὐκ οἰόμεθα πᾶσαν εἶναι τοιαύτην, ψευδῆ πάντως ἀποφαίνει. συμβαίνει τοίνυν αὐτοῖς ἅπασαν φαντασίαν ἀληθῆ καὶ ψευδῆ λέγειν εἶναι.

καθόλου δὲ ἁμαρτάνουσιν ἀξιοῦντες ὁποῖα ἂν ἡμῖν φαίνηται τὰ πράγματα, τοιαῦτα καὶ εἶναι. τοὐναντίον γὰρ, ὁποῖα πέφυκε, τοιαῦτα φαίνεται, καὶ οὐχ ἡμεῖς αὐτὰ ποιοῦμεν οὕτως ἔχειν, ἀλλ’

v.2.p.315
ὐπ’ ἐκείνων αὐτοὶ διατιθέμεθά πως. ἐπεὶ καὶ γελοῖον εἴη ἂν εἰ διανοηθείημεν ἡμεῖς, ὥσπερ οἶ ζωγράφοι καὶ πλάσται, σκύλακας ἢ χιμαίρας, ἀξιοῦν εὐθὺς εἶναι ταῦτα, καὶ διὰ τοῦτο φαντάζεσθαι καθάπερ εὐτρεπῆ παρεστῶτα.”

Διότι μὲν οὖν οὐκ ὀρθῶς λέγουσιν οἱ φάσκοντες εἶναι πᾶσαν αἴσθησιν καὶ πᾶσαν φαντασίαν ἀληθῆ δῆλον ἐκ τούτων· ἀλλὰ γὰρ καὶ τούτων οὕτως ἐχόντων αὖθις οἶ περὶ τὸν Ἐπίκουρον ἐκ τῆς Ἀριστίππου διαδοχῆς ὁρμώμενοι πάντα ἡδονῆς ἐξῆπτον καὶ αἰσθήσεως, μόνα τὰ πάθη καταληπτὰ καὶ τέλος ἀγαθῶν τὴν ἡδονὴν εἶναι ὁριζόμενοι.

λέγεται δὲ ὁ Ἐπίκουρος ὑπὸ μέν τινων μηδενὸς ἀκηκοέναι, ἐντυχεῖν δὲ τοῖς τῶν παλαιῶν συγγράμμασιν· ὑπό τινων δ’ ὅτι ἤκουσε Ξενοκράτους, ὕστερον δὲ καὶ Ναυσι- φάνους τοῦ Πύρρωνος γενομένου γνωρίμου. τίνα δὴ οὖν τὰ καὶ πρὸς αὐτὸν ἀντειρημένα τυγχάνει θεασώμεθα.