Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἡγοῦμαι δὲ δεῖν πρώτιστα πάντων ἄνωθεν ἀπὸ τῆς πρώτης καταβολῆς τῶν παρ’ Ἕλλησι φιλοσόφων ἀπάρξασθαι, καὶ τοὺς πρόσθεν ἢ Πλάτωνα γενέσθαι φυσικοὺς ἐπικληθέντας φιλοσόφους καταμαθεῖν, τίνες ποτὲ γεγόνασι, καὶ ὁποίων ἔτυχεν ἡ κατ’ αὐτοὺς φιλοσοφία προστατῶν τοῦ λόγου, εἶτ’ ἐπὶ τὴν τοῦ Πλάτωνος παρελθεῖν διαδοχὴν, καὶ τίνες ποτ’ ἦσαν καὶ οἵδε, τάς τε πρὸς ἀλλήλους λογομαχίας αὐτῶν ἐπισκέψασθαι, ἐπιθεωρῆσαι δὲ καὶ τῶν ἄλλων αἱρέσεων τὰς διαστάσεις, τῶν τε δοξῶν τὰς ἀντικαταστάσεις, ἐν αἷς πυκτεύοντας τοὺς γενναίους καὶ φιλοτίμως διαπληκτιζομένους, ὥσπερ ἐπὶ σκηνῆς τοῖς θεαταῖς, παραδείξω.

αὐτίκα γοῦν μάλα θεασώμεθα ὅπως μὲν ὁ Πλάτων’ τοὺς πρὸ αὐτοῦ

v.2.p.255
πρώτους ἔσκωπτεν, ὅπως δὲ τοὺς Πλάτωνος οἰκείους τε καὶ διαδόχους ἄλλοι· καὶ αὖ πάλιν ὅπως οἶ Πλάτωνος ἑταῖροι τὰ σοφὰ τῆς Ἀριστοτέλους πολυνοίας ἀπήλεγχον· ὅπως θ’ οἶ τὸν Ἀριστοτέλην καὶ τὸν Περίπατον αὐχοῦντες τὰ δοκοῦντα τοῖς τὴν ἐναντίαν πρεσβεύουσι τὸ μηθὲν ὄντα παρίστων.

καὶ τὰ δεινὰ δὲ καὶ ἀκριβῆ τῆς τῶν Στωïκῶν λεπτολογίας ὑφ’ ἑτέρων αὖ πάλιν ὄψει καταγελώμενα, πάντας τε πανταχόθεν κατὰ τῶν πέλας κονιομένους καὶ μάχην καὶ πάλην ἀνδρικώτατα συνισταμένους, ὡς διὰ Χειρῶν ἤδη καὶ γλώττης, ἢ μᾶλλον διὰ καλάμου καὶ μέλανος, τὸν κατὰ ἀλλήλων αὐτοὺς πόλεμον ἐπιτειχίζεσθαι, μονονουχὶ βάλλοντας καὶ βαλλομένους τοῖς διὰ λόγων δόρασί τε καὶ παντευχίαις.

περιέξει δ’ ἡμῖν τὸ στάδιον ἐν τῷ γυμνικῷ τῷδε ἀγῶνι γυμνοὺς ἀληθείας ἀπάσης πρὸς τοῖς δηλωθεῖσι καὶ τοὺς πᾶσιν ὁμοῦ τοῖς δογματικοῖς φιλοσόφοις ἐξ ἐναντίας ἀραμένους τὰ ὅπλα, τοὺς ἀμφὶ Πύρρωνα λέγω, μηδὲν εἶναι καταληπτὸν ἐν ἀνθρώποις ἀποφηναμένους, καὶ τούς τε κατ’ Ἀρίστιππον μόνα λέγοντας τὰ πάθη εἷναι καταληπτὰ, καὶ αὖ πάλιν τοὺς κατὰ Μητρόδωρον καὶ Πρωταγόραν μόναις δεῖν φάσκοντας ταῖς τοῦ σώματος πιστεύειν αἰσθήσεσι.

ἔμπαλιν δὲ τούτοις συναποδύσομεν τοὺς ἀμφὶ Ξενοφάνην καὶ Παρμενίδην τὴν ἐναντίαν παραταξαμένους καὶ τὰς αἰσθήσεις ἀνελόντας.

οὐ παρήσομεν δὲ οὐδὲ τοὺς τῆς ἡδονῆς προμάχους, ἀλλὰ καὶ τούτων τὸν ἀριστέα Ἐπίκουρον σὺν τοῖς εἰρημένοις καταλέξομεν. πρὸς ἅπαντας δὲ ὁμοῦ τοῖς σφετέροις αὐτῶν βέλεσι τὸν κατ’ αὐτῶν ἀντιθήσομεν ἔλεγχον.

καὶ τῶν ἐπίκλην δὲ φυσικῶν ἁπάντων ὁμοῦ τῶν τε δογμάτων τὰς διαφωνίας καὶ τῆς σπουδῆς τὴν ἀχρηστομάθειαν εἰς

v.2.p.256
φανερὸν οἴσω, οὔ τι που μισέλλην οὐδὲ μισόλογος τις ὢν, πολλοῦ γε δέω, διαβολῆς δ’ αἰτίαν ἀπολυόμενος, ὅτι δὴ τῆς Ἑλληνικῆς παιδείας ἥκιστα μεταποιηθέντες τὰ Ἑβραίων λόγια προτετιμήκαμεν.