Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ὠ φίλε Κρίτων , ἡ προθυμία σου πολλοῦ ἀξία, εἰ μετά τινος ὀρθότητος εἴη· εἰ δὲ μὴ, ὅσῳ μείζων, τοσούτῳ χαλεπωτέρα. σκοπεῖσθαι οὖν χρὴ ἡμᾶς, εἴτε ταῦτα πρακτέον εἴτε μὴ, ὡς ἐγὼ οὐ μόνον νῦν, ἀλλὰ καὶ ἀεὶ τοιοῦτος οἷος τῶν ἐμῶν μηδενὶ ἄλλῳ πείθεσθαι ἢ τῷ λόγῳ ὃς ἄν μοι λογιζομένῳ βέλτιστος φαίνηται.

τοὺς δὲ λόγους οὓς ἐν τῷ ἔμπροσθεν ἔλεγον οὐ δύναμαι νῦν ἐκβάλλειν, ἐπειδή μοι ἥδε ἡ τύχη γέγονεν , ἀλλὰ σχεδόν τι ὅμοιοι φαίνονταί μοι, καὶ τοὺς αὐτοὺς πρεσβεύω καὶ τιμῶ οὕσπερ καὶ πρότερον · ὧν ἐὰν μὴ βελτίω ἔχωμεν λέγειν ἐν τῷ παρόντι, εὖ ἴσθι ὅτι οὐ μή σοι συγχωρήσω, οὐδ’ ἂν πλείω τῶν νῦν παρόντων ἡ τῶν πολλόν δύναμις ὥσπερ παῖδας ἡμᾶς μορμολύττηται, δεσμούς τε καὶ θανάτους ἐπιπέμπουσα καὶ χρημάτων ἀφαιρέσεις.

πῶς οὖν ἂν μετριώτατα . σκοποίμεθα αὐτά ; εἰ πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβοιμεν, ὃν σὺ λέγεις, τὸν περὶ τῶν δοξῶν, πότερον καλῶς ἐλέγετο ἑκάστοτε ἢ οὒ, ὅτι ταῖς μὲν δεῖ τῶν δοξῶν προσέχειν τὸν νοῦν, ταῖς δὲ οὔ· ἢ πρὶν μέν με δεῖν ἀποθνήσκειν καλῶς ἐλέγετο, νῦν δὲ κατάδηλος ἄρα ἐγένετο ὅτι ἄλλως ἕνεκα λόγου ἐλέγετο, ἦν δὲ παιδιὰ καὶ φλυαρία ὡς ἀληθῶς.

ἐπιθυμῶ δ’ ἔγωγε ἐπισκέψασθαι, ὦ Κρίτων, κοινῇ μετὰ σοῦ, εἴ τί μοι ἀλλοιότε- [*](7 Ὦ φίλε — ] Plato Criton. p. 46 b.)

v.2.p.178
ρος φανεῖται, ἐπειδὴ ὧδ᾿ ἔχω, ἢ ὁ αὐτὸς, καὶ ἐάσομεν χαίρειν ἢ πεισόμεθα αὐτῷ. ἐλέγετο δέ πως , ὡς ἐγᾦμαι, ἑκάστοτε ὧδε ὑπὸ τῶν οἰομένων τι λέγειν ὥσπερ νῦν δὴ ἐγὼ ἔλεγον, ὅτι τῶν δοξῶν ἃς οἱ ἄνθωποι δοξάζουσι δέοι τὰς μὲν περὶ πολλοῦ ποιεῖσθαι, τὰς δὲ μή.

τοῦτο πρὸς θεῶν, ὦ Κρίτων, οὐ δοκεῖ καλῶς σοι λέγεσθαι; σὺ γὰρ, ὅσα γε τάνθρώπεια, ἐκτὸς εἶ τοῦ μέλλειν ἀποθνήσκειν αὔριον, καὶ οὐκ ἄν σε παρακρούοι ἡ παροῦσα συμφορά. σκόπει δή · οὐχ ἱκανῶς δοκεῖ σοι λέγεσθαι ὅτι οὐ πάσας χρὴ τὰς δόξας τὰς τῶν ἀνθρώπων τιμᾶν, ἀλλὰ τὰς μὲν, τὰς δ᾿ οὔ; οὐδὲ πάντων, ἀλλὰ τῶν μὲν, τῶν δ᾿ οὔ; τί φῄς; ταῦτα οὐχὶ καλῶς λέγεται;

Καλῶς.

Οὐκοῦν τὰς μὲν χρηστὰς τιμᾶν, τὰς δὲ πονηρὰς μή;

Ναί.

Χρησταὶ δὲ οὐχ αἱ τῶν φρονίμων, πονηραὶ δὲ αἱ τῶν ἀφρόνων;

Πῶς δὲ οὔ;

Φέρε δὴ, πῶς αὖ τὰ τοιαῦτα ἐλέγετο; γυμναζόμενος ἀνὴρ καὶ τοῦτο πράττων πότερον παντὸς ἀνδρὸς ἐπαίνῳ καὶ ψόγῳ καὶ δόξῃ τὸν νοῦν προσέχει, ἢ ἑνὸς μόνου ἐκείνου ὃς ἂν τυγχάνῃ ἰατρὸς ἢ παιδοτρίβης ὤν;

῾Ενὸς μόνου.

Οὐκοῦν φοβεῖσθαι χρὴ τοὺς ψόγους καὶ ἀσπάζεσθαι τοὺς ἐπαίνους τοὺς τοῦ ἑνὸς ἐκείνου, ἀλλὰ μὴ τοὺς τῶν πολλῶν.

Δηλαδή.

Ταύτῃ. ἄρα αὐτῷ πρακτέον καὶ γυμναστέον, καὶ

v.2.p.179
ἐδεστέον γε καὶ ποτέον, ᾗ ἂν τῷ ἐνὶ δοκῇ τῷ ἐπιστάτῃ καὶ ἐπαί·οντι μᾶλλον ἢ ξύμπασι τοῖς ἄλλοις.

Ἒστι ταῦτα.

Εἷεν. ἀπειθήσας δὲ τῷ ἐνὶ καὶ ἀτιμάσας αὐτοῦ τὴν δόξαν καὶ τοὺς ἐπαίνους, τιμήσας δὲ τοὺς τῶν πολλόν καὶ μηδὲν ἐπαιόντων ἆρα οὐδὲν κακὸν πείσεται ;

Πῶς γὰρ οὔ ;

Τί δ’ ἐστὶ τὸ κακὸν τοῦτο ; καὶ ποῖ τείνει , καὶ εἰς τί τῶν τοῦ ἀπειθοῦντος ;

Δηλονότι εἰς τὸ σῶμα · τοῦτο γὰρ διόλλυσι.

Καλῶς λέγεις. οὐκοῦν καὶ τὰ ἄλλα, ὠ Κρίτων, οὕτως, ἵνα μὴ πάντα διίωμεν. καὶ δὴ καὶ περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ αἰσχρῶν καὶ καλῶν καὶ ἀγαθῶν καὶ κακῶν, περὶ ὧν νῦν ἡ βουλὴ ἡμῖν ἐστι, ’πό τερον τῇ τῶν πολλῶν δόξῃ δεῖ ἡμᾶς ἕπεσθαι καὶ φοβεῖσθαι αὐτὴν, ἢ τῇ τοῦ ἑνὸς, εἴ τίς ἐστιν ἐπαίων, ὅν δεῖ καὶ αἰσχύνεσθαι καὶ φοβεῖσθαι μᾶλλον ἢ ξύμπαντας τοὺς ἄλλους; ᾧ εἰ μὴ ἀκολουθήσομεν, διαφθεροῦμεν ἐκεῖνο καὶ λωβησόμεθα ὃ τῷ μὲν δικαίῳ βέλτιον ἐγίνετο, τῷ δὲ ἀδίκῳ ἀπώλλυτο. ἢ οὐδέν ἐστι τοῦτο;

Οἶμαι ἔγωγε, ὠ Σώκρατες.

Φέρε δὴ, ἐὰν τὸ ὑπὸ τοῦ ὑγιεινοῦ μὲν βέλτιον γινόμενον, ὑπὸ τοῦ νοσώδους δὲ διαφθειρόμενον διολέσωμεν , πειθόμενοι μὴ τῇ τῶν ἐπαιόντων δόξῃ, ἆρα βιωτὸν ἡμῖν ἐστι διεφθαρμένου αὐτοῦ ; ἔστι δέ που τοῦτο σῶμα, ἢ οὐχί;

Ναί.

Ἀρ’ οὖν βιωτὸν ἡμῖν ἐστι μετὰ μοχθηροῦ καὶ διεφθαρμένου σώματος;

Οὐδαμῶς.

v.2.p.180

Ἀλλὰ μετ’ ἐκείνου ἄρα ἐστὶν ἡμῖν βιωτὸν διεφθαρμένου ὃ τὸ ἄδικον μὲν λωβᾶται, τὸ δὲ δίκαιον ὀνίνησιν; ἢ φαυλότερον ἡγούμεθα εἶναι τοῦ σώματος ἐκεῖνο , ὅ τι ποτ’ ἐστὶ τῶν ἡμετέρων , περὶ ὃ ἥ τε ἀδικία καὶ ἡ δικαιοσύνη ἐστίν;

Οὐδαμῶς.

Ἀλλὰ τιμιώτερον;

Πολύ γε.

Οὐκ ἄρα, ὠ βέλτιστε, πάνυ ἡμῖν οὕτω φροντιστέον τί ἐροῦσιν οἱ πολλοὶ ἡμᾶς , ἀλλὰ τί ὁ ἐπαίων περὶ τῶν δικαίων καὶ ἀδίκων, ὁ εἷς, καὶ αὐτὴ ἡ ἀλήθεια. ὥστε πρῶτον μὲν ταύτῃ οὐκ ὀρθῶς εἰσηγῇ, εἰσηγούμενος τῆς τῶν πολλῶν δόξης δεῖν ἡμᾶς φροντέζειν περὶ τῶν δικαίων καὶ καλῶν καὶ ἀγαθῶν καὶ τῶν ἐναντίων.”

Καὶ ὁ σωτήριος δὲ λόγος φησὶ “ δόξαν τὴν παρὰ ἀνθρώπων ζητεῖτε, καὶ τὴν δόξαν τὴν παρὰ μόνου τοῦ ἑνὸς οὐ ζητεῖτε.” διὸ καὶ ἡμεῖς ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν ὀρθῶς πράττομεν οὐ σκοποῦντες τί ἡμὰς οἶ πολλοὶ ἐροῦσιν, ἀλλὰ τί βούλεται εἷς ὁ τοῦ θεοῦ λόγος, ὃν ἅπαξ κρίσει ἑλομένους προσήκει ὁμοίως καὶ τότε ὥσπερ αὖ καὶ πρότερον τιμᾶν, καὶ μὴ μετατίθεσθαι , μηδ’ ἂν ἡ τῶν πολλῶν δύναμις ὥσπερ παῖδας ἡμᾶς μορμολύττηται. τοιοῦτοι δὲ ἦσαν καὶ οἶ πάλαι παρ’ Ἑβραίοις ἐν μαρτυρίῳ διαλάμψαντες.