Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Κομιδῆ ἄρα ὁ θεὸς ἀπλοῦν καὶ ἀληθὲς ἔν τ’ ἔργῳ καὶ λόγῳ , καὶ οὔτε αὐτὸς μεθέσταται, οὔτε ἄλλους ἐξαπατᾷ, οὔτε κατὰ φαντασίας, οὔτε κατὰ σημείων πομπὰς, οὔθ’ ὕπαρ οὔτ’ ὄναρ. Οὕτως, ἔφη, ἔμοιγε καὶ αὐτῷ φαίνεται σοῦ λέγοντος. Συγχωρεῖς ἄρα, ἔφην, τοῦτον δεύτερον τύπον εἶναι ἐν ᾧ δεῖ περὶ θεῶν καἰ λέγειν καὶ ποιεῖν, ὡς μήτε
Πολλὰ ἄρα Ὁμήρου ἐπανινοῦντες ἄλλα τοῦτο οὐκ ἐπαινεςόμεθα, τὴν τοῦ ἐνυπνίου πομπὴν ὑπὸ Διὸς τῷ Ἀγαμέμνονι· οὐδ᾿ Αἰσχύλου, ὅταν φῇ ἡ Θέτις, 5 τὸν Ἀπόλλω ἐν τοῖς αὐτῆς γάμοις ᾄδοντα
ὅταν τις τοιαῦτα λέγῃ περὶ θεῶν, χαλεπανομέν τε καὶ χορὸν οὐ δώσομεν, οὐδὲ τοὺς διδασκάλους ἐάσομεν ἐπὶ παιδείᾳ χρῆσθαι τῶν νέων, εἰ μέλλουσιν ἡμῖν οἱ φύλακες θεοσεβεῖς τε καὶ θεῖοι γίγνεσθαι, καθ᾿ ὅσον ἀνθρώπῳ ἐπὶ πλεῖστον οἷόν τε. Παντάπασιν, ἔφη, ἔγωγε τοὺς τύπους τούτους συγχωρῶ, καὶ ὡς νόμοις ἂν αὐτοῖς χρῴμην.”
Ταῦτα μὲν ὁ Πλάτων. εὕροις δ᾿ ἂν τὴν Ἑβραίων γραφὴν οὐδαμῶς μὲν μύθους αἰσχροὺς περὶ Τοῦ τῶν ὅλων θεοῦ, ἀλλ᾿ οὐδὲ περὶ τῶν ἀμφ᾿ αὐτὸν θείων ἀγγέλων, οὐδέ γε περὶ τῶν θεοφιλῶν ἀνδρῶν ὁμοίως ταῖς Ἑλληνικαῖς θεολογίαις περιέχουσαν, τὸν δὲ ὑπὸ τοῦ Πλάτωνος ἐκτεθέντα τύπον, ὅτι τε ἀγαθὸς ὢν ὁ θεὸς τυγχάνει, καὶ τὰ πρὸς αὐτοῦ γεγονότα πάντα τοιαῦτα.
ἐφ᾿ ἑκάστῳ δ᾿ οὖν τῶν δημιουργημάτων ὁ θαυμάσιος Μωςῆς ἐπιλέγει “καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν.” ἐπί τε πᾶσι τὸν περὶ πάντων συγκεφαλαιούμενος λόγον φηςὶ “καὶ εἶδεν ὁ θεὸς πάντα
διὸ καὶ παρὰ τῷ προφήτῃ εἰσῆκται λέγων ὁ θεὸς πρὸς τὸν ἐξ οἰκείας προαιρέσεως κακὸν γεγενημένον. “ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς τὰ ὀπίσω ἡ ἄμπελος ἡ ἀλλοτρία;” εἰ δέ που λέγοιτο κακὰ τοῖς φαύλοις ἐκ θεοῦ συμβαίνειν, ὁμωνύμως ἀκουστέον, ὡς τῶν τιμωριῶν οὕτω κεκλημένων, ἃς ἀγαθὸς ὢν ὁ θεὸς οὐκ ἐπὶ βλάβῃ τῶν τιμωρουμένων, ἐπ᾿ ὠφελείᾳ δὲ καὶ συμφέροντι λέγεται ἐπάγειν· ὥσπερ ἂν καὶ ἰατρὸς ἐπὶ σω- τηρίᾳ τῶν καμνόντων κακὰ νομίζοιτο προσφέρειν τὰς ἀλγεινὰς καὶ πικρὰς θεραπείας.
διὸ καὶ ἐπὶ τῆς θείας γραφῆς ἔνθα εἴρηται κακὰ ἀνθρώποις ἐπάγεσθαι ὑπὸ τοῦ θεοῦ, τὰ παρὰ τῷ Πλάτωνι λεκτέον, ὡς ὁ μὲν θεὸς δίκαιά τε καὶ ἀγαθὰ εἰργάζετο , καὶ ὅτε τὰ σκυθρωπὰ καὶ ἀνθρώποις κακὰ νενομισμένα τοῖς τούτων ἀξίοις ἐπῆγεν, οἱ δὲὤναντο κολαζόμενοι, οὐ μόνον κατὰ τὸν φιλόσοφον , ἀλλὰ καὶ κατὰ τὴν Ἑβραίων γραφὴν λέγουσαν “ὃν γὰρ ἀγαπᾷ κύριος 25 παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.”