Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Ὅταν δὲ χρονίζῃ τοῦτο δρῶν καὶ πλησιάζῃ μετὰ τοῦ ἅπτεσθαι ἔν τε γυμνασίοις καὶ ἐν ταῖς ἅλλαις ὁμιλίαις, τότε δὴ ἡ τοῦ ῥεύματος ἐκείνου πηγὴ, ὃν ἵμερον Ζεὺς Γανυμήδους ἐρῶν ὠνόμασε, πολλὴ φερομένη πρὸς τὸν ἐραστὴν ἡ μὲν εἰς αὐτὸν ἔδυ, ἡ δ᾿ ἀπομεστουμένου ἔξω ἀπορρεῖ· καὶ οἶον πνεῦμα ἤ τις ἠχὼ ἀπὸ λείων τε καὶ στερεῶν ἁλλομένη πάλιν ὅθεν ὡρμήθη φέρεται , οὕτω τὸ τοῦ κάλλους ῥεῦμα πάλιν εἰς τὸν καλὸν διὰ τῶν ὀμμάτων ἰὸν, ᾗ πέφυκεν ἐπὶ τὴν ψυχὴν ἰέναι ἀφικόμενον , καὶ ἀναπτερῶσαν τὰς διόδους τῶν πτερῶν, ἄρδει τε καὶ ὥρμησε πτε- [*](3 Γυναικὶ μὲν — ] Plato Rep. 5. p. 460.) [*](19 Ὅταν δὲ — ] Phaedr. p. 255.)

v.2.p.247
ροφυεῖν καὶ τὴν τοῦ ἐρωμένου αὖ ψυχὴν ἔρωτος ἐνέπλησεν. ἐρᾷ μὲν οὖν, ὅτου δὲ ἀπορεῖ, καὶ οὔθ’ ὅ τι πέπονθεν οἶδεν, οὐδ’ ἔχει φράσαι, ἀλλ’ οἶον ἀπ’ ἄλλου ὀφθαλμίας ἀπολελαυκὼς πρόφασιν εἰπεῖν οὐκ ἔχει.”

Καὶ ἐπιλέγει ἐξῆς

Ἐπιθυμεῖ δὲ ἐκείνῳ παραπλησίως μὲν, ἀσθενεστέρως δὲ, ὁρᾶν, ἅπτεσθαι, φιλεῖν, συγκατακεῖσθαι· καὶ δὴ, οἶον εἰκὸς, ποιεῖ τὸ μετὰ τοῦτο ταχὺ ταῦτα. ἐν οὖν τῇ συγκοιμήσει τοῦ μὲν ἐραστοῦ ὁ ἀκόλαστος ἵππος ἔχει ὅ τι λέγοι πρὸς τὸν ἡνίοχον, καὶ ἀξιοῖ ἀντὶ πολλῶν πόνων σμικρὰ ἀπολαῦσαι· ὁ δὲ τῶν παιδικῶν ἔχει μὲν οὐδὲν εἰπεῖν, σπαργῶν δὲ καὶ ἀπορῶν περιβάλλει τὸν ἐραστὴν καὶ φιλεῖ, ὡς σφόδρα εὔνουν ἀσπαζόμενος· ὅταν τε συγκατακέωνται, οἷός ἐστι μὴ ἀπαρνηθῆναι τὸ αὐτοῦ μέρος Χαρίσασθαι τῷ ἐρῶντι, εἰ δεηθείη τυγχάνειν. . . .

ἐὰν μὲν δὴ οὖν εἰς τεταγμένην δίαιταν καὶ φιλοσοφίαν νικήσῃ τὰ βελτίω τῆς διανοίας, μακάριον καὶ ὁμονοητικὸν τὸν ἐνθάδε βίον διάγουσιν, ἐγκρατεῖς ἑαυτῶν καὶ κόσμιοι ὄντες.”

Εἶτα μεθ’ ἕτερα ἐπιλέγει

“Ἐὰν δὲ διαίτῃ φορτικωτέρᾳ τε καὶ φιλοτίμῳ δὲ χρήσωνται, τάχ’ ἄν που ἐν μέθαις ἤ τινι ἄλλῃ ἀμελείᾳ τὼ ἀκολάστω αὐτοῖν ὑποζυγίω λαβόντε τὰς ψυχὰς ἀφρούρους, συναγαγόντε εἰς ταὐτὸ, τὴν ὑπὸ τῶν πολλῶν μακαριστὴν αἵρεσιν εἱλέσθην καὶ διεπραξάσθην· καὶ διαπραξαμένω τὸ λοιπὸν ἤδη χρῶνται μὲν αὐτῇ, σπάνια δὲ, ἅτε οὐ πάσῃ δεδογμένα τῇ διανοίᾳ πράττοντες.

φίλω μὲν οὑν καὶ τούτω, ἧττον δὲ ἐκείνων ἀλλήλοιν διά τε τοῦ ἔρωτος καὶ ἔξω γενομένω διάγουσι, πίστεις τὰς μεγίστας ἡγου-

v.2.p.248
μένω ἀλλήλοιν δεδωκέναι τε καὶ δεδέχθαι, ἃς οὐ θεμιτὸν εἶναι λύσαντας εἰς ἔχθραν ποτὲ ἐλθεῖν.

ἐν δὲ τῇ τελευτῇ ἄπτεροι μὲν, ὡρμηκότες δὲ πτεροῦσθαι ἐκβαίνουσι τοῦ σώματος, ὥστε οὐ σμικρὸν ἆθλον τῆς ἐρωτικῆς μανίας φέρονται. εἰς γὰρ σκότον καὶ τὴν ὑπὸ γῆς πορείαν οὐ νόμος ἐστὶν ἔτι ἐλθεῖν τοῖς κατηργμένοις ἤδη τῆς ὑπουρανίου πορείας, ἀλλὰ φανὸν βίον διαγαγόντας εὐδαιμονεῖν μετ’ ἀλλήλων πορευομένους, καὶ ὁμοπτέρους ἔρωτος χάριν. ταῦτα τοσαῦτα, ὦ παῖ, καὶ οὕτω θεῖά σοι δωρήσεται ἡ παρ’ ἐραστοῦ φιλία.”

Τοιαῦτα μὲν τὰ Πλάτωνος, ἀλλ’ οὐ τὰ Μωσέως, ὃς διαρρήδην τούτοις ἐναντία νομοθετεῖ, μεγάλῃ τῇ φωνῇ τὴν κατὰ παιδεραστῶν προσήκουσαν προφερόμενος δίκην. φησὶ γοῦν “ὃς ἂν κοιμηθῇ μετὰ ἄρσενος κοίτην γυναικὸς, βδέλυγμα ἐποίησαν ἀμφότεροι· θανάτῳ θανατούσθωσαν, ἔνοχοί εἰσι.” καὶ “ἐπικατάρατος πᾶς ὁ κοιμώμενος μετὰ ἄρσενος κοίτην γυναικός.” τί δεῖ τανῦν ἀπελέγχειν, ὡς παρεὶς ὁ σοφώτατος τὸν παιδεραστὴν, οὐδὲ γὰρ ἐν τοῖς Νόμοις ἠξίωσε κατὰ παιδεραστῶν θανάτου δίκην ὁρίσασθαι, προστάττει θανάτῳ ζημιοῦν οἰκετῶν τὸν μὴ καταμηνύσαντα θησαυρὸν ὑφ’ ἑτέρου τινὸς εὑρημένον; ἐπάκουσον δὲ καὶ τῶνδε, ἔνα μή με συκοφαντεῖν ὑπολάβῃς