Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Ἴσως δὴ, εἶπον, παρὰ τὸ εἰωθὸς γελοῖα ἂν φαίνοιτο πολλὰ περὶ τὰ νῦν δὴ λεγόμενα, εἰ πράξεται ᾗ λέγεται. Καὶ μάλα, ἔφη. Τίδ’, ἦν δ’ ἐγὼν, γελοιότατον αὐτῶν ὁρᾷς; ἢ δῆλα δὴ ὅτι γυμνὰς τὰς γυναῖκας ἐν ταῖς παλαίστραις γυμναζομένας μετὰ τῶν ἀνδρῶν, οὐ μόνον τὰς νέας, ἀλλ’ ἤδη καὶ τὰς πρεσβυτέρας, ὥσπερ τοὺς γέροντας ἐν τοῖς γυμνασίοις, ὅταν ῥυσοὶ καὶ μὴ ἡδεῖς τὴν ὄψιν ὅμως φιλογυμναστῶσι.”

Καὶ ἐπιλέγει ἑξῆς

“Ο δὲ γελῶν ἀνὴρ ἐπὶ γυμναῖς ταῖς γυναιξὶ τοῦ βελτίστου ἕνεκα γυμναζομέναις , ἅτε δὴ τοῦ γελοίου σοφίας δρέπων καρπὸν, οὐδὲ οἶδεν, ὡς ἔοικεν , ἐφ’ ᾦ γελᾷ.”

Φησὶ δὲ καὶ ἐν ἑβδόμῳ τῶν Νόμων

“ ‘Ως ἄρα δεήσει τοὺς παῖδας καὶ τὰς παῖδας [*](15 Ἴσως δὴ —] Plato Rep. 5. p. 452. 457.) [*](28 ἐν ἑβδόμῳ τῶν Νόμων —] p. 813. 796.804. 813.)

v.2.p.242
ὀρχεῖσθαι δηλαδὴ καὶ γυμνάξεσθαι μανθάνειν· καὶ τοῖς μὲν παιςὲν ὀρχησταὶ, ταῖς δὲ ὀρχηστρίδες ἄν εἶεν πρὸς τὸ διαπονεῖν οὐκ ἀνεπιτηδειότερον.”

Τίθησι δ’ ἐν αὐτῷ καὶ τάδε

“Ἡ δὲ αὖ που παρ’ ἠμῖν κόρη καὶ δέσποινα, εὐφρανθεῖσα τῇ τῆς χορείας παιδείᾳ, οὐκ ᾠήθη δεῖν κεναῖς χερςὶν ἀθύρειν, κανοπλίᾳ δὲ παντελεῖ κοσμηθεῖσα οὕτω τὴν ὄρχησιν διαπεραίνειν· ἅ δὴ πάντως μιμεῖσθαι πρέπον ἄν εἴη κόρους τε ἅμα καὶ κόρας.”

Καὶ πολεμεῖν δὲ γυναιξὶν ὧδὲ πη νομοθετεῖ

“Ἐν δὲ τούτοις μισθοῖς, οἰκοῦντας ξένους, διδάσκειν τε πάντα ὅσα πρὸς τὸν πόλεμόν ἐστι μαθήματα τοὺς φοιτῶντας ὅσα τε πρὸς μουσικὴν, οὐχ ὅν μὲν ἄν ὁ πατὴρ βούληται, φοιτῶντα, ὃν δ' ἄν μὴ, ἐῶντα τῆς παιδείας, ἀλλὰ τὸ λεγόμενον πάντα ἄνδρα καὶ παῖδα κατὰ τὸ δυνατὸν, ὡς τῆς πόλεως μᾶλλον ἤ τῶν γεννητόρων ὄντας, παιδευτέον ἐξ ἀνάγκης.

ταυτὰ δὲ δὴ καὶ περὶ θηλειῶν ὁ μὲν ἐμὸς νόμος ἄν εἴποι πάντα, ὅσαπερ καὶ περὶ τῶνἀρρένων, ἴσα καὶ τὰς θηλείας ἀσκεῖν δεῖν· καὶ οὐδὲν φοβηθεὶς εἴποιμ’ ἄν τοῦτον τὸν λόγον οὔτε ἱππικῆς οὔτε γυμναστικῆς, ὡς ἀνδράσι μὲν πρέπον ἄν εἴη, γυναιξὶ δὲ οὐκ ἄν πρέπον.”

Καὶ πάλιν ἑξῆς ὑποβάς φησι

“Γυμνάσια τιθῶμεν καὶ τὰ περὶ τὸν πόλεμον 25 πάντα τοῖς σώμασι διαπονήματα τοξικῆς τε καὶ πάσης ῥίψεως καὶ πελταστικῆς καὶ ἁπάσης ὁπλομαχίας καὶ διεξόδων τακτικῶν καὶ ἁπάσης πορείας στρατοπέδων καὶ στρατοπεδεύσεων καὶ ὅσα εἰς ἱππικὴν μαθήματα ξυντείνει. πάντων γὰρ τούτων διδασκάλους τε εἶναι δεῖ κοινοὺς, ἀρνυμένους μισθὸν παρὰ τῆς πόλεως, καὶ τούτων μαθητἀς τοὺς ἐν τῇ πόλει παῖ-

v.2.p.243
δᾴς τε καὶ ἄνδρας, καὶ κόρας καὶ γυναῖκας πάντων τούτων ἐπιστημονας· κόρας μὲν οὔσας ἔτι πάσαν ἐν ὅπλοις ὄρχησιν καὶ μάχην μεμελετηκυίας, γυναῖκας δὲ διεξόδων καὶ τάξεων καὶ θέσεως καὶ ἀναιρέσεως ὅπλων ἡμμένας.”

Ἀλλ’ οὐδὲ τούτοις ὁ Ἑβραίων ἐπινεύσειε λόγος, ἀντιφθέγξεται δὲ τἀναντία, μηδ’ ἐπ’ ἀνδρῶν ῥώμαις, μὴ ὅτι γε γυναικῶν τὴν ἐν πολέμοις ἀνατιθεὶς κατόρθωσιν, πάντα δὲ εἰς θεὸν ἀνάγων καὶ τὴν παρὰ τοῦδε συμμαχίαν. λέγει δ’ οὐν ‟ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἶ οἰκοδομοῦντες αὐτόν. ἐὰν μὴ κύριος φυλάξῃ πόλιν , εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.

ὁ δέ γε θαυμαστὸς φιλόσοφος θέα ὡς καὶ εἰς τὸν γυμνικὸν εἰσάγει τὰς γυναῖκας ἀγῶνα, ὧδέ πη λέγων

“Γυναιξὶ Γυναιξὶ δὲ, κόραις μὲν ἀνήβοις γυμναῖς στάδιον καὶ δίαυλον καὶ ἔφιππον καὶ δόλιχον, ἐν αὐτῷ τῷ δρόμῳ ἁμιλλωμέναις· ταῖς δὲ τριακαιδεκέτεσι μέχρι γάμου μενούσαις κοινωνίας, μὴ μακρότερον εἴκοσιν ἐτῶν μηδ’ ἔλαττον ὀκτωκαίδεκα· πρεπούσῃ δὲ στολῇ ταύταις ἐσταλμέναις καταβατέον ἐπὶ τὴν ἅμιλλαν τούτων τῶν δρόμων.

καὶ τὰ μὲν περὶ δρόμους ἀνδράσι τε καὶ γυναιξὶ ταῦτ’ ἔστω· τὰ δὲ κατ’ ἰσχὺν, ἀντὶ μὲν πάλης καὶ τῶν τοιούτων τὰ νῦν ὅσα βαρέα, τὴν ἐν τοῖς ὅπλοις μάχην, ἔνα τε πρὸς ἔνα διαμαχομένους καὶ δύο πρὸς δύο.”

Καὶ ἑξῆς εἰπὼν

“ Ταυτὸν δὴ καὶ τοὺς περὶ ὁπλομαχίαν ἄκρους παρακαλοῦντας, χρὴ τούτους νομοθετεῖν κελεύειν·”

  • ἐπιφέρει λέγων
  • [*](16 Γυναιξὶ δὲ —] Plato Leg. p. 833. 834.)
    v.2.p.244

    ‟Τὰ αὐτὰ δὲ καὶ περὶ τῶν θηλειῶν ἔστω νομοθετούμενα, τῶν μέχρι γάμων.”

    Εἶτα πάλιν τούτοις ἑξῆς συνάψας τοὺς περὶ πελταστικῆς καὶ παγκρατίου καὶ τόξου λίθων τε ἐκ χειρὸς βολῆς καὶ διὰ σφενδόνης νόμους, ἵππων τε πέρι ἀγῶνος, πάλιν κἀνταῦθα περὶ τῶν θηλειῶν ἐπάγει λέγων

    ‘Θηλείας δὲ περὶ τούτων νόμοις μὲν καὶ ἐπιτάξεσιν οὐκ ἄξια βιάζεσθαι τῆς κοινωνίας· ἐὰν δὲ ἐξ αὐτῶν τῶν ἔμπροσθεν παιδευμάτων εἰς ἔθος ἰόντων ἡ φύσις ἐνδέχηται καὶ μὴ δυσχεραίνῃ παῖδας ἢ παρθένους κοινωνεῖν, ἐᾶν καὶ μὴ ψέγειν.”

    Τοσαῦτα τοῦ Πλάτωνος τὰ περὶ γυναικῶν. τοῦ δ’ αὐτοῦ καὶ ὁ θαυμάσιος ὅδε τυγχάνει νόμος

    Ἐάν τις παῖδας θηλείας καταλίπῃ, δἰ ἀδελφῶν τε καὶ ἀδελφιδῶν ἐπανιὼν, ἔμπροσθεν μὲν τῶν ἀρρένων, ὕστερον δὲ θηλειῶν ἐνὶ γένει· τὴν δὲ τοῦ τῶν γάμων χρόνου συμμετρίαν τε καὶ ἀμετρίαν δικαστὴς σκοπῶν κρινέτω, γυμνοὺς μὲν τοὺς ἄρρενας, γυμνὰς δὲ ὀμφαλοῦ μέχρι θεώμενος τὰς θηλείας.”

    Ἀλλὰ καὶ ἐν ταῖς ἑορταῖς δεῖν αὐτάς φησι γυμνὰς χορεύειν ἐν ἕκτῳ τῶν Νόμων λέγων οὕτως

    “Τῆς οὖν τοιαύτης σπουδῆς ἕνεκα χρὴ καὶ τὰς παιδιὰς ποιεῖσθαι χορεύοντάς τε καὶ χορευούσας, κούρους τε καὶ κόρας, καὶ ἅμα δὴ θεωροῦντάς τε καὶ θεωρουμένους μετὰ λόγου τε καὶ ἡλικίας τινὸς ἐχοὐσης εἰκυίας προφάσεις, γυμνοὺς καὶ γυμνὰς μέχρι περ αἰδοῦς σώφρονος ἑκάστων.”

    Πρὸς τούτοις ἅπασιν ἐπάκουσον καὶ τῶνδε [*](15 Ἐάν τις παῖδας —] Plat. Leg. 11. p. 925.) [*](23 Τῆς οὖν —] Plat. Leg. 6. p. 771.)

    v.2.p.245
    τῶν ἐν Πολιτείᾳ περὶ τοῦ κοινὰς εἶναι τὰς γυναῖκας νόμου.

    “Tούτῳ, ἦν δ’ ἐγὼ, ἕπεται νόμος καὶ τοῖς ἔμπροσθεν τοῖς ἄλλοις, ὡς ἐγᾦμαι, ὅδε. Τίς; Τὰς γυναῖκας ταύτας τῶν ἀνδρῶν τούτων πάντων πάσας εἶναι κοινὰς, ἰδίᾳ δὲ μηδενὶ μηδεμίαν συνοικεῖν· καὶ τοὺς παῖδας αὖ κοινοὺς, καὶ μήτε γονέα ἔκγονον εἰδέναι τὸν αὑτοῦ μήτε παῖδα γονέα.”

    Καὶ ἑξῆς ἐπιλέγει

    “Εἰκὸς, ἔφη. Σὺ μὲν τοίνυν, ἦν δ’ ἐγὼ, ὁ νομοθέτης αὐτοῖς, ὥσπερ τοὺς ἄνδρας, οὕτω καὶ τὰς γυναῖκας ἐκλέξας παραδώσεις καθόσον οἶόν τε ὁμοφυεῖς· οἱ δὲ, ἅτε οἰκίας τε καὶ ξυσσίτια κοινὰ ἔχοντες, ἰδίᾳ δὲ οὐδενὸς οὐδὲν τοιοῦτον κεκτημένου, ὁμοῦ δὴ ἔσονται, ὁμοῦ δὲ ἀναμεμιγμένων καὶ ἐν γυμνασίοις καὶ ἐν τῇ ἄλλῃ τροφῇ ὑπ’ ἀνάγκης, οἶμαι, τῆς ἐμφύτου ἄξονται πρὸς τὴν ἀλλήλων μίξιν. ἢ οὐκ ἀναγκαῖά σοι δοκῶ λέγειν; Οὐ γεωμετρικαῖς γε, ἠ δ’ ὃς, ἀλλ’ ἐρωτικαῖς ἀνάγκαις, αἳ κινδυνεύουσιν ἐκείνων δριμύτεραι εἶναι πρὸς τὸ πείθειν τε καὶ ἕλκειν τὸν πολὺν λεών.”

    Ἀλλὰ τούτων μὲν ἴσως τις ἑτέρως διηγήσεται τὴν τοῦ λόγου διάνοιαν, μὴ τὸ νομιζόμενον φὰς ὑποβάλλειν. μὴ γὰρ ἀδιαστόλως εἰπεῖν πάσας εἷναι κοινὰς τὰς γυναῖκας, ὡς καὶ τοῖς τυχοῦσιν ἀκολασταίνειν ἐξεῖναι, ἀλλ’ ἐπὶ τῇ τῶν ἀρχόντων ἐξουσίᾳ κεῖσθαι τὴν πρὸς τοὺς ἄνδρας διανέμησιν αὐτῶν. οὕτω γὰρ εἶναι κοινὰς, ὡς ἂν καὶ τὰ δημόσια χρήματα φαίη τις εἶναι κοινὰ, οἷς προσήκει διανεμόμενα πρὸς τῶν ἐπιτετραμμένων. καὶ δὴ ταῦθ’ οὕτως . [*](1 ἐν Πολιτείᾳ —] 5. p. 457. 458.)

    v.2.p.246
    ἐχέτω.

    τί δ᾿ ἂν εἴποις μαθὼν ὡς καὶ μὴ ἐκφέρειν εἰς φῶς τὰ κυούμενα προστάττει, λέγων ὧδε;

    “Γυναικὶ μὲν, ἦν δ᾿ ἐγὼ, ἀρξαμένῃ ἀπὸ εἰκοσαέτιδος μέχρι τεσσαρακονταέτιδος τίκτειν τῇ πόλει· ἀνδρὶ δὲ, ἐπειδὰν τὴν ὀξυτάτην δρόμου ἀκμὴν παρῇ, τὸ ἀπὸ τούτου γεννᾶν τῇ πόλει μέχρι πεντεκαιπεντηκονταέτους.”

    Οἷς ἐπιλέγει

    “ Ὅταν δὲ δὴ, οἶμαι , αἵ τε γυναῖκες καὶ οἱ ἄνδρες τοῦ γεννᾶν ἐκβῶσι τὴν ἡλικίαν, ἀφήσομέν που ἐλευθέρους αὐτοὺς συγγίνεσθαι ᾗ ἂν ἐθέλωσι.”

    Καὶ ἐπιλέγει

    “ Διακελευσάμενοι προθυμεῖσθαι μάλιστα μὲν μὴ εἰς φῶς ἐκφέρειν κύημα μηδὲν, ἐὰν γένηται· ἐὰν δέ τις βιάσηται, οὕτω τιθέναι ὡς οὐκ οὔσης τροφῆς τῷ τοιούτω.”

    Καὶ τὰ μὲν περὶ γυναικῶν ἀγωγῆς τοιαῦτα. τὰ δὲ περὶ ἔρωτος ἐκθέσμου ἐπάκουσον οἷα τυγχάνει