Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

"Τὰ δ᾽ ἑξῆς προσαποδοτέον καὶ τὴν ἐκ τῆς βαρβάρου φιλοσοφίας Ἑλληνικὴν κλοπὴν σαφέστερον ἤδη παραστατέον. φασὶ γὰρ σῶμα εἶναι τὸν θεὸν οἱ Στωϊκοὶ καὶ πνεῦμα κατ᾽ οὐσίαν, ὥσπερ ἀμέλει καὶ τὴν ψυχήν. πάντα ταῦτα ἄντικρυς εὑρήσεις ἐν ταῖς γραφαῖς. μὴ γάρ μοι τὰς ἀλληγορίας αὐτῶν ἐννοήσῃς τανῦν ὡς ἡ γνωστικὴ παραδίδωσιν ἀλήθεια, εἰ ἄλλο τι δεικνύουσαι, καθάπερ οἱ σοφοὶ παλαισταί, ἄλλο μηνύουσιν. ἀλλ᾽ οἱ μὲν διήκειν διὰ πάσης τῆς οὐσίας τὸν θεόν φασιν, ἡμεῖς δὲ ποιητὴν μόνον αὐτὸν καλοῦμεν καὶ λόγῳποιητήν.

παρήγαγε δ᾽ αὐτοὺς τὸ ἐν τῇ Σοφίᾳ εἰρημένον "διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα", ἐπεὶ μὴ συνῆκαν λέγεσθαι ταῦτα ἐπὶτῆς σοφίας τῆς πρωτοκτίστου τῷ θεῷ. ναί, φασίν· ἀλλὰ ὕλην ὑποτίθενταιοἱ φιλόσοφοι ἐν ταῖς ἀρχαῖς, οἵ τε Στωϊκοὶ καὶ Πλάτων

v.2.p.196
καὶ Πυθαγόρας , ἀλλὰ καὶ Ἀριστοτέλης ὁ Περιπατητικὸς, οὐχὶ δὲ μίαν ἀρχήν. ἴστωσαν οὖν τὴν καλουμένην ὕλην ἄποιον καὶ ἀσχημάτιστον λεγομένην πρὸς αὐτῶν, τολμηρὸν δὲ εἰ μὴ ὂν πρὸς τοῦ Πλάτωνος εἰρῆσθαι, καὶ μή τι μυστικώτατα μίαν τὴν ὄντως οὖσαν ἀρχὴν εἰδὼς ἐν τῷ Τιμαίῳ αὐταῖς φησι ταῖς λέξεσι

“ Νῦν δὴ οὖν τό γε παρ᾿ ἡμῶν ὧδε ἐχέτω· τὴν μὲν περὶ ἀπάντων, εἴτε ἀρχὴν εἴτε ἀρχὰς, εἴτε ὅπη δοκεῖ τούτων πέρι, τὸ νῦν οὐ ῥητέον, δι᾿ ἄλλο μὲν οὐδὲν, διὰ δὲ τὸ χαλεπὸν εἶναι κατὰ τὸν παρόντα τρόπον τῆς διεξόδου δηλῶσαι τὰ δοκοῦντα.”

“ Ἄλλως τε ἡ λέξις ἡ προφητικὴ ἐκείνη ῾ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος᾿ ἀφορμὰς αὐτοῖς ὑλικῆς οὐσίας παρέσχηται. ναὶ μὴν Ἐπικούρῳ μὲν ἡ τοῦ αὐτομάτου παρείσδυσις οὐ παρακολουθήσαντι τῷ ῥητῷ γέγονεν ἐντεῦθεν ῾ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἀριστοτέλει δὲ μέχρι σελήνης ἐπῆλθε καταγαγεῖν τὴν πρόνοιαν ἐκ τοῦδε τοῦ ψαλμοῦ ῾κύριε ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν.᾿ οὐδέπω γὰρ ἀπεκαλύπτετο ἡ τῶν προφητικῶν δήλωσις μυστηρίων πρὸ τῆς τοῦ κυρίου παρουσίας

τάς τε αὖ μετὰ θάνατον κολάσεις καὶ τὴν διὰ πυρὸς τιμωρίαν ἀπὸ τῆς βαρ- βάρου φιλοσοφίας ἥ τε ποιητικὴ πᾶσα μοῦσα, ἀλλὰ καὶ ἡ Ἑλληνικὴ φιλοσοφία ὑφείλετο. Πλάτων γοῦν ἐν τῷ τελευταίῳ τῆς Πολιτείας αὐταῖς φησι ταῖς λέξεσιν

“ Ἐνταῦθα δὴ ἄνδρες ἄγριοι διάπυροι ἰδεῖν παρεστῶτες καὶ καταμανθάνοντες τὸ φθέγμα τοὺς μὲν [*](8 Νῦν δὴ οὖν —] Plato Tim. p. 48.) [*](29 Ἐνταῦθα δὴ —] Plato Rep. 10. p. 616.)

v.2.p.197
ἰδίᾳ παραλαβόντες ἦγον, τὸν δὲ Ἀριδαῖον καὶ τοὺς ἄλλους συμποδίσαντες χεῖράς τε καὶ πόδας , καὶ κεφαλὴν καταβαλόντες , καὶ ἐκδείραντες, εἷλκον παρὰ τὴν ὁδὸν ἐκτὸς ἐπ’ ἀσπαλάθων κνάπτοντες.”

Οἶ’ μὲν γὰρ ἄνδρες οἶ διάπυροι ἀγγέλους αὐτῷ βούλονται δηλοῦν, οἱ παραλαβόντες τοὺς ἀδίκους κολάζουσιν. “Ο ποιῶν φησὶ τοὺς ἀγγέλους πνεύματα καὶ τοὺς λειτουργοὺς πῦρ φλέγον.’

“Ἕπεται δὲ τούτοις τὴν ψυχὴν εἶναι ἀθάνατον. τὸ γὰρ κολαζόμενον ἢ παιδευόμενον ἐν αἰσθήσει ὂν ζῇ, κἂν πάσχειν λέγηται. τί δέ; οὐχὶ οἶδεν ὁ Πλάτων’ καὶ πυρὸς ποταμοὺς καὶ τῆς γῆς τὸ βάθος, τὴν πρὸς τῶν βαρβάρων γέενναν καλουμένην, Τάρταρον ποιητικῶς ὀνομάζων, Κωκυτόν τε καὶ Ἀχέροντα καὶ Πυριφλεγέθοντα καὶ τοιαῦτά τινα εἰς τὴν παίδευσιν σωφρονίζοντα παρεισάγων κολαστήρια; τῶν σμικρῶν δὲ κατὰ τὴν γραφὴν καὶ ἐλαχίστων τοὺς ἀγγέλους τοὺς ὁρῶντας τὸν θεὸν, πρὸς δὲ καὶ τὴν εἰς ἡμὰς δι’ ἀγγέλων τῶν ἐφεστώτων ἥκουσαν ἐπισκοπὴν ἐμφαίνων νῶν οὐκ ὀκνεῖ γραφειν

Ἐπειδὴ πάσας τὰς ψυχὰςτοὐς βίους ῄρῆσθαι, ὥσπερ ἔλαχον, ἐν τάξει προσιέναι πρὸς τὴν Λάχεσιν, ἐκείνην δὲ ἑκάστῳ, ὅν εἵλετο δαίμονα, τοῦτον φύλακα τοῦ βίου συμπέμπειν, καὶ ἀποπληρωτὴντῶν αἱρεθέντων.

“Τάχα δὲ καὶ τῷ Σωκράτει τὸ δαιμόνιον τοιοῦτόν τι ᾐνίσσετο.”

“Ναὶ “ Ναὶ μὴν γεννητὸν εἶναι τὸν παραλαβόντες ἐδογμάτισαν οἱ φιλόσοφοι. καὶ ὅ γε Πλάτων’ ἄντικρυς εἴρηκε

Πότερον ἦν ἀρχὴν ἔχων γενέσεως οὐδεμίαν, ἡ [*](21"Ἐπειδὴ —] Plato Rep. 10. p. 620.) [*](30 Πότερον —] Plato Tim. p. 28.)

v.2.p.198
γέγονεν, ἀπ᾿ ἀρχῆς τινος ἀρξάμενος; ὁρατός τε γὰρ ἁπτός τε καὶ σῶμα ἕχει.”

“ Αὖθίς τε ὁπόταν εἴπῃ ῾τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον,᾿ οὐ μόνον γεννητὸν ἔδειξε τὸν κόσμον, ἀλλὰ καὶ ἐξ αὐτοῦ γεγονέναι σημαίνει, ὡς ἂν ἐκ μόνου γενομένου καὶ ἐκ μὴ ὄντος ὑποστάντος.

γενητὸν δὲ καὶ οἶ Στωϊκοὶ τίθενται τὸν κόσμον. τόν τε ὑπὸ τῆς βαρβάρου φιλοσοφίας θρυλούμενον διάβολον , τὸν τῶν δαιμόνων ἄρχοντα, κακοεργὸν εἶναι ψυχὴν ἐν τῷ δεκάτῳ τῶν Νόμων ὁ Πλάτων᾿ λέγει ταῖσδε ταῖς λέξεσι

“Ψυχὴν διοικοῦσαν καὶ ἐνοικοῦσαν τοῖς πάντη κινουμένοις μῶν οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι;

Τί μήν ;

Μίαν, ἢ πλείους; Πλείους, ἐγὼ ὑπὲρ σφῶν ἀποκρινοῦμαι. δυοῖν μέν που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάξεσθαι.”

῾Ομοίως δὲ κἀν τῷ Φαίδρῳ τάδε γράφει

Ἒστι μὲν δὴ καὶ ἄλλα κακὰ, ἀλλά τις δαίμων ἔμιξε τοῖς πλείστοις ἐν τῷ παραυτίκα ἡδονήν.

Ἀλλὰ κἀν τῷ δεκάτῳ τῶν Νόμων ἄντικρυς τὸ ἀποστολικὸν δείκνυσιν ἐκεῖνο ῾οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῶν ἐν οὐρανοῖς᾿ ὧδέ πως γράφων

“’Επειδὴ γὰρ συνεχωρήσαμεν ἡμῖν αὐτοῖς εἶναι μὲν τὸν οὐρανὸν πολλῶν μεστὸν ἀγαθῶν, εἷναι δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μή· μάχη, [*](12 Ψυχὴν — ] Plato Leg. 10. p. 896.) [*](21 Ἕστι — ] Plato Phaedr. p. 240.) [*](27 Ἐπειξὴ — ] Plat. Leg. 10. p. 906.)

v.2.p.199
φαμὲν, ἀθάνατός ἐσθ’ ἡ τοιαύτη καὶ φυλακῆς θαυμαστῆς δεομένη.”

Κόσμον τε αὖθις τὸν μὲν νοητὸν οἶδεν ἡ βάρβαρος φιλοσοφία, τὸν δὲ αἰσθητόν· καὶ τὸν μὲν ἀρχέτυπον, τὸν δὲ εἰκόνα τοῦ καλοῦ παραδείγματος. καὶ τὸν μὲν ἀνατίθησι μονάδι, ὡς ἂν νοητὸν, τὸν δὲ αἰσθητὸν ἑξάδι· γάμος γὰρ παρὰ τοῖς Πυθαγορείοις, ὡς ἂν γόνιμος ἀριθμὸς, ἡ ἑξὰς καλεῖται. καὶ ἐν μὲν τῇ μονάδι συνίστησιν οὐρανὸν ἀόρατον καὶ γῆν ἁγίαν καὶ φῶς νοητόν· ἐν ἀρχῇ γὰρ, φησὶν, ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος.

εἶτ’ ἐπιφέρει ‘καὶ εἶπεν ὁ θεὸς, γενέσθω φῶς, καὶ ἐγένετο φῶς.’ ἐν δὲ τῇ κοσμογονίᾳ τῇ αἰσθητῇ οὐρανὸν ἐδημιούργει· τὸ δὲ στερεὸν αἰσθητὸν, γῆν τε ὁρατὴν καὶ φῶς βλεπόμενον· ἆρ’ οὐ δοκεῖ σοι ἐντεῦθεν ὁ Πλάτων’ ζῴων ἰδέας ἐν τῷ νοητῷ ἀπολείπειν κόσμῳ καὶ τὰ εἴδη τὰ αἰσθητὰ κατὰ τὰ γένη δημιουργεῖν τὰ νοητά;

εἰκότως ἄρα ἐκ γῆς μὲν τὸ σῶμα διαπλάττεσθαι λέγει Μώσης, ὃ γήινόν φησιν ὁ Πλάτων’ σκῆνος, ψυχὴν δὲ τὴν λογικὴν ἄνωθεν ἐμπνευσθῆναι ὑπὸ θεοῦ εἰς πρόσωπον. ἐνταῦθα γὰρ τὸ ἡγεμονικὸν ἱδρῦσθαι λέγουσι, τὴν διὰ τῶν αἰσθητηρίων ἐπεισόδιον τῆς ψυχῆς ἐπὶ τοῦ πρωτοπλάστου εἴσοδον ἑρμηνεύοντες, διὸ καὶ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν τὸν ἄνθρωπον γεγονέναι.

εἰκὼν μὲν γὰρ θεοῦ λόγος ὁ θεῖος καὶ βασιλικὸς, ἄνθρωπος ἀπαθὴς, εἰκὼν δ’ εἰκόνος ἀνθρώπινος νοῦς. ἑτέρῳ δ’ εἰ βούλει παραλαβεῖν ὀνόματι τὴν ἐξομοίωσιν, εὕροις ἂν παρὰ τῷ Μωσεῖ ἀκολουθίαν ὀνομαζομένην θείαν. φησὶ γὰρ ‘ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε, καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξατε.’ ἀκόλουθοι δ’ οἶμαι, οἶμαι, καὶ θεραπευταὶ θεοῦ πάντες οἱ ἐνάρετοι.

v.2.p.200

Ἐντεῦθεν δ’ οἶ μὲν Στωϊκοὶ τὸ τέλος τῆς φιλοσοφίας τὸ ἀκολούθως τῇ φύσει ζῆν εἰρήκασιν, ὁ Πλάτων’ δὲ ὁμοίωσιν θεῷ, ὡς ἐν τῷ δευτέρῳ παρεστήσαμεν Στρωματεῖ, Ζήνων τε ὁ Στωϊκὸς παρὰ Πλάτωνος λαβὼν, ὁ δὲ ἀπὸ τῆς βαρβάρου φιλοσοφίας, τοὺς ἀγαθοὺς πάντας ἀλλήλων εἶναι φίλους λέγει. φησὶ γὰρ ἐν τῷ Φαιδρῷ Σωκράτης ὡς οὐχ εἵμαρται κακὸν κακῷ φίλον εἶναι, οὐδ’ ἀγαθὸν ἀγαθῷ μὴ φίλον.

ὅπερ κἀν τῷ Λύσιδι ἀπέδειξεν ἱκανῶς, ὡς ἐν ἀδικίᾳ καὶ πονηρίᾳ οὐκ ἄν ποτε σωθείη φιλία. καὶ ὁ Ἀθηναῖος ξένος ὁμοίως φησὶ

‟Πρᾶξιν Πρᾶξιν εἷναι φίλην καὶ ἀκόλουθον θεῷ καὶ λόγον ἔχουσαν ἀρχαῖον, ὅταν τὸ μὲν ὅμοιον τῷ ὁμοίῳ μετρίῳ ὄντι φίλον ἦ, τὰ δὲ ἄμετρα οὔτε τοῖς ἀμέτροις, οὔτε τοῖς ἐμμέτροις· ὁ δὲ θεὸς ἡμῖν πάντων χρημάτων μέτρον ἂν εἴη.”

Εἶτα ὑποβὰς ἐπάγει Πλάτων

‟Πᾶς γὰρ δὴ ἀγαθὸς ἀγαθῷ ὅμοιος, κατὰ δὲ καὶ θεῷ ἐοικὼς ἀγαθῷ τε παντὶ φίλος ὑπάρχει καὶ θεῷ.”

Ἐνταῦθα γενόμενος κἀκείνου ἀνεμνήσθην· ἐπὶ τέλει γὰρ τοῦ Τιμαίου λέγει

Τῷ κατανοουμένῳ τὸ κατανοοῦν ἐξομοιῶσαι δεῖν κατὰ τὴν ἀρχαίαν φύσιν, ὁμοιώσαντα δὲ τέλος ἔχειν τοῦ προτεθέντος ἀνθρώποις ὑπὸ θεῶν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον.”

Καὶ μετὰ βραχέα ἐπιλέγει

[*](7 ὡς οὐχ —] Plato Phaedr. p. 255.)[*](10 Λύσιδι] p. 214.)[*](13 Πρᾶξιν εἶναι —] Plato Leg. 4. p. 716.)[*](24 Τῷ κατανοουμένῳ —] Plato Tim. p. 90.)
v.2.p.201

“Ἀδελφοὺς δ’ εἶναι ἡμᾶς, ὡς ἂν τοῦ ἑνὸς θεοῦ ὄντας καὶ ἑνὸς διδασκάλου, φαίνεταί που καὶ Πλάτων καλῶς ὧδέ πως

“ Ἐστὲ μὲν γὰρ πάντες οἶ ἐν τῇ πόλει ἀδελφοὶ, ὡς φήσομεν πρὸς αὐτοὺς μυθολογοῦντες. ἀλλ’ ὁ θεὸς πλάττων, ὅσοι μὲν ὑμῶν ἱκανοὶ ἄρχειν, χρυσὸν ἐν τῇ γενέσει συνέμιξεν αὐτοῖς, διὸ τιμιώτατοί εἰσιν· ὅσοι δὲ ἐπίκουροι, ἄργυρον· σίδηρον δὲ καὶ χαλκὸν τοῖς γεωργοῖς καὶ τοῖς ἄλλοις δημιουργοῖς.”

Ὅθεν ἀνάγκη φησὶ γεγονέναι, ἀσπάζεσθαί τε καὶ φιλεῖν τούτους μὲν ταῦτα ἐφ’ οἶς γνῶσις, ἐκείνους δὲ ἐφ’ οἷς δόξα. ἴσως γὰρ τὴν ἐκλεκτὴν ταύτην φύσιν γνώσεως ἐφιεμένην μαντεύεται, εἰ μή τι τρεῖς τινας ὑποτιθέμενος φύσεις, τρεῖς πολιτείας, ὡς ὑπέλαβόν τινες, διαγράφει, καὶ Ἰουδαίων μὲν ἀργυρᾶν, Ἑλλήνων δὲ τὴν τρίτην, Χριστιανῶν δὲ, οἷς ὁ χρυσὸς ὁ βασιλικὸς ἐγκαταμέμικται, τὸ ἅγιον πνεῦμα.

τόν τε Χριστιανῶν βίον ἐμφαίνων κατὰ λέξιν γράφει ἐν τῷ Θεαιτήτῳ

‟Λέγωμεν δὴ περὶ τῶν κορυφαίων· τί γὰρ ἄν τούς γε φαύλως διατρίβοντας ἐν φιλοσοφίᾳ λέγοι; οὗτοι δέ που οὔτε εἰς ἀγορὰν ἴσασι τὴν ὁδὸν οὔτε ὅπου δικαστήριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον, νόμους δὲ καὶ ψηφίσματα λεγόμενα ἢ γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσι. σπουδαὶ δὲ ἑταιρειῶν καὶ σύνοδοι καὶ σὺν αὐλητρίσι κῶμοι, οὐδὲ ὄναρ πράττειν προσίστα τᾶι αὐτοῖς. εὖ δὲ ἢ κακῶς τι γέγονεν ἐν πόλει, ἤ τί τῳ κακόν ἐστι γεγονὸς ἐκ προγόνων, μᾶλλον αὐτοὺς [*](1 Ἀδελφοὺς —] Clemens Al. Strom. p. 705.) [*](4 Ἐστε μὲν —] Plato Rep. 3 p. 415.) [*](20 Λέγωμεν δὴ —] Plato Theaet. p. 173.)

v.2.p.202
λέληθεν ἢ οἶ τῆς θαλάσσης λεγόμενοι χόες. καὶ ταῦτα οὔθ’ ὅτι οὐκ οἶδεν οἶδεν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, αὐτὸς δὲ πέταται, κατὰ Πίνδαρον, τὰ γᾶς ὑπένερθεν, οὺρανοῦ ρανοῦ τε ὕπερ ἀστρονομῶν καὶ πᾶσαν πάντη φύσιν ἐρευνώμενος.”