Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Φανερὸν ὅτι κατηκολούθησεν ὁ Πλάτων’ τῇ καθ’ ἡμᾶς νομοθεσίᾳ, καὶ φανερός ἐστι περιειργασμένος ἕκαστα τῶν ἐν αὐτῇ. διηρμήνευται γὰρ πρὸ Δημητρίου τοῦ Φαληρέως δι’ ἑτέρων, πρὸ τῆς Ἀλεξάνδρου καὶ Περσῶν ἐπικρατήσεως , τά τε κατὰ τὴν ἐξαγωγὴν τὴν ἐξ Αἰγύπτου τῶν Ἑβραίων, ἡμετέρων δὲ πολιτῶν , καὶ ἡ τῶν γεγονότων ἁπάντων αὐτοῖς ἐπιφάνεια , καὶ κράτησις τῆς χώρας, καὶ τῆς

v.2.p.191
ὅλης νομοθεσίας ἐπεξήγησις, ὡς εὔδηλον εἷναι τὸν προειρημένον φιλόσοφον εἰληφέναι πολλά· γέγονε γὰρ πολυμαθὴς , καθὼς καὶ Πυθαγόρας πολλὰ τῶν παρ’ ἡμῖν μετενέγκας εἰς τὴν ἑαυτοῦ δογματοποιίαν κατεχώρισεν.

ἡ δ’ ὅλη ἑρμηνεία τῶν διὰ τοῦ νόμου πάντων ἐπὶ τοῦ προσαγορευθέντος Φιλαδέλφου βασιλέως, σοῦ δὲ προγόνου , προσενεγκαμένου μείζονα φιλοτιμίαν, Δημητρίου τοῦ Φαληρέως πραγματευσαμένου τὰ περὶ τούτων.”

Εἶτα μεταξύ τινα εἰπὼν ἐπιφέρει λέγων

“ Δεῖ γὰρ λαμβάνειν τὴν θείαν φωνὴν οὐ ῥητὸν λόγον, ἀλλ’ ἔργων κατασκευὰς , καθὼς καὶ διὰ τῆς νομοθεσίας ἡμῖν ὅλην τὴν γένεσιν τοῦ κόσμου θεοῦ λόγους εἴρηκεν ὁ Μώσης. συνεχῶς γάρ φησιν ἐφ’ ἑκάστου “καὶ εἶπεν ὁ θεὸς, καὶ ἐγένετο.”

δο κοῦσι δέ μοι περιειργασμένοι πάντα κατηκολουθηκέναι τούτῳ Πυθαγόρας τε καὶ Σωκράτης καὶ Πλάτων’, λέγοντες ἀκούειν φωνῆς θεοῦ , τὴν κατασκευὴν τῶν ὅλων συνθεωροῦντες ἀκριβῶς ὑπὸ θεοῦ γεγονυῖαν καὶ συνεχομένην ἀδιαλείπτως. ἔτι δὲ καὶ Ὀρφεὺς ἐν ποιήμασι τῶν κατὰ τὸν ἱερὸν λόγον αὐτῷ λεγομένων οὕτως ἐκτίθεται περὶ τοῦ διακρατεῖσθαι θείᾳ δυνάμει τὰ πάντα καὶ γενητὰ ὑπάρχειν, καὶ ἐπὶ πάντων εἶναι τὸν θεόν. λέγει δ’ οὕτως

φθέγξομαι οἷς θέμις ἐστὶ, θύρας δ’ ἐπίθεσθε βέβηλοι,

  • φεύγοντες δικαίων θεσμοὺς, θείοιο τεθέντος
  • πᾶσι νόμου· σὺ δ’ ἄκουε, φαεσφόρου ἔκγονε Μήνης
  • Μουσαῖ’ · ἐξερέω γὰρ ἀληθέα, μηδέ σε τὰ πρὶν
  • ἐν στήθεσσι φανέντα φίλης αἰῶνος ἀμέρσῃ,
  • εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε,
  • ἰθύνων κραδίης νοερὸν κύτος· εὑ δ’ ἐπίβαινε
  • ἀτραπιτοῦ, μοῦνον δ’ ἐσόρα κόσμοιο τυπωτὴν
  • ἀθάνατον. παλαιὸς δὲ λόγος περὶ τοῦδε φαείνει,
  • v.2.p.192
  • εἷς ἔστ᾿ αὐτοτελὴς, αὐτοῦ δ᾿ ὕπο πάντα τελεῖται,
  • ἐν δ᾿ αὐτοῖς αὐτὸς περινίσσεται, οὐδέ τις αὐτὸν
  • εἰσοράα ψυχῶν θνητῶν. νῷ δ᾿ εἰσοράαται.
  • αὐτὸς δ᾿ ἐξ ἀγαθῶν θνητοῖς κακὸν οὐκ ἐπιτέλλει
  • ἀνθρώποις· αὐτῷ δὲ χάρις καὶ μῖσος ὀπηδεῖ,
  • καὶ πόλεμος καὶ λοιμὸς ἰδ᾿ ἄλγεα δακρυόεντα,
  • οὐδέ τις ἐσθ᾿ ἕτερος· σὺ δέ κεν ῥέα πάντ᾿ ἐσορήσαις,
  • αἴ κεν ἴδῃς αὐτόν· πρὶν δή ποτε δεῦρ᾿ ἐπὶ γαῖαν,
  • τέκνον ἐμὸν, δείξω σοι, ὁπηνίκα δέρκομαι αὐτοῦ
  • ἴχνια καὶ χεῖρα στιβαρὴν κρατεροῖο θεοῖο.
  • αὐτὸν δ᾿ οὐχ ὁρόω· περὶ γὰρ νέφος ἐστήρικται
  • λοιπὸν ἐμοί· στᾶσιν δὲ δέκα πτυχαὶ ἀνθρώποισιν·
  • οὐ γάρ κέν τις ἔδοι θνητῶν μερόπων κραίνοντα,
  • εἰ μὴ μουνογενής τις ἀπορρὼξ φύλου ἄνωθεν
  • Χαλδαίων · ἴδρις γὰρ ἴην ἄστροιο πορείης,
  • καὶ σφαίρης κίνημ᾿ ἀμφὶ χθόνα ὡς περιτέλλει,
  • κυκλοτερές δ᾿ ἐν ἴσῳ, κατὰ δὲ σφέτερον κνώδακα·
  • πνεύματα δ᾿ ἡνιοχεῖ περί τ᾿ ἠέρα καὶ περὶ χεῦμα
  • νάματος· ἐκφαίνει δὲ πυρὸς σέλας ἰφιγενήτου.
  • αὐτὸς δὴ μέγαν αὖθις ἐπ᾿ οὐρανὸν ἐστήρικται
  • χρυσέῳ εἰνὶ θρόνῳ· γαίη δ᾿ ὑπὸ ποσσὶ βέβηκε ·
  • χεῖρα δὲ δεξιτερὴν ἐπὶ τέρμασιν ὠκεανοῖο
  • ἐκτέτακεν· ὀρέων δὲ τρέμει βάσις ἔνδοθι θυμῷ,
  • οὐδὲ φέρειν δύναται κρατερὸν μένος. ἔστι δὲ πάντως
  • αὐτὸς ἐπουράνιος, καὶ ἐπὶ χθονὶ πάντα τελευτᾷ,
  • ἀρχὴν αὐτὸς ἔχων καὶ μέσσην ἠδὲ τελευτὴν,
  • ὡς λόγος ἀρχαίων, ὡς ὑλογενὴς διέταξεν,
  • ἐκ θεόθεν γνώμαισι λαβὼν κατὰ δίπλακα θεσμόν.
  • ἄλλως οὐ θεμιτὸν δὲ λέγειν· τρομέω δέ γε γυῖα,
  • ἐν νόῳ. ἐξ ὑπάτου κραίνει περὶ πάντ’ ἐνὶ τάξει.
  • ὦ τέκνον, σὺ δὲ τοῖσι νόοισι πελάζεο, γλώσσης
  • εὖ μάλ᾿ ἐπικρατέων, στέρνοισι δὲ ἔνθεο φήμην.”
  • καὶ Ἄρατος δὲ περὶ τῶν αὐτῶν φησιν οὕτως

  • Ἐκ Δῖὸς ἀρχώμεσθα, τὸν οὐδέποτ᾿ ἄνδρες ἐῶσιν
  • ἄρρητον· μεσταὶ δὲ θεοῦ πᾶσαι μὲν ἀγυιαὶ,
  • πᾶσαι δ᾿ ἀνθρώπων ἀγοραὶ, μεστὴ δὲ θάλασσα,
  • καὶ λιμένες. πάντη δὲ θεοῦ κεχρήμεθα πάντες.
  • v.2.p.193
  • τοῦ γὰρ καὶ γένος ἐσμέν· ὁ δ’ ἤπιος ἀνθρώποισι
  • δεξια σημαίνει, λαοὺς δ’ ἐπὶ ἔργον ἐγείρει,
  • μιμνήσκων βιότοιο· λέγει δ’ ὅτε βῶλος ἀρίστη
  • βουσί τε καὶ μακέλῃσι, λέγει δ’ ὅτε δεξιαὶ ὧραι
  • καὶ φυτὰ γυρῶσαι, καὶ σπέρματα πάντα βαλέσθαι.
  • σαφῶς οἶμαι δεδεῖχθαι ὅτι διὰ πάντων ἐστὶν ἡ δύναμις τοῦ θεοῦ. καθὼς δὲ δεῖ σεσημάγκαμεν περιαιροῦντες τὸν διὰ τῶν ποιημάτων Δία καὶ Ζῆνα· τὸ γὰρ τῆς διανοίας αὐτῶν ἐπὶ θεὸν ἀναπέμπεται· διόπερ οὕτως ἡμῖν εἴρηται. οὐκ ἀπεοικότως οὖν τοῖς ἐπιζητουμένοις προενηνέγμεθα ταῦτα.

    πᾶσι γὰρ τοῖς φιλοσόφοις ὁμολογεῖται ὅτι δεῖ περὶ θεοῦ διαλήψεις ὁσίας ἔχειν, ὃ μάλιστα παρακελεύεται καλῶς ἡ καθ’ ἡμᾶς αἵρεσις. ἡ δὲ τοῦ νόμου κατασκευὴ πᾶσα τοῦ καθ’ ἡμᾶς περὶ εὐσεβείας τέτακται καὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τῶν λοιπῶν ἀγαθῶν τῶν κατὰ ἀλήθειαν. ”

    Τούτοις ἑξῆς μεθ’ ἕτερα ἐπιλέγει

    “Ἐχομένως δ’ ἐστὶν ὡς ὁ θὼς τὸν ὅλον κόσμον κατεσκεύακε , καὶ δέδωκεν ἀνάπαυσιν ἡμῖν διὰ τὸ κακόπαθον εἶναι πᾶσι τὴν βιοτὴν τὴν ἑβδόμην ἡμέραν, ἢ δὴ καὶ πρώτη φυσικὼς ἂν λέγοιτο φωτὸς γένεσις, ἐν ὡ τὰ πάντα συνθεωρεῖται.

    μεταφέροιτο δ’ ἂν τὸ αὐτὸ καὶ ἐπὶ τῆς σοφίας· τὸ γὰρ πᾶν φῶς ἐστὶν ἐξ αὐτῆς. καί τινες εἰρήκασι τῶν ἐκ τῆς αἱρέ σεως ὄντες τῆς ἐκ τοῦ Περιπάτου λαμπτῆρος αὐτὴν ἔχειν τάξιν · ἀκολουθοῦντες γὰρ αὐτῇ συνεχῶς ἀτάραχοι καταστήσονται δι’ ὅλου τοῦ βίου.

    σαφέστερον δὲ καὶ κάλλιον τῶν ἡμετέρων προγόνων τις εἶκε Σολομῶν αὐτὴν πρὸ οὐρανοῖ· καὶ γῆς ὑπάρχειν. τὸ δὲ σύμφωνόν ἐστι τῷ προειρημένῳ. τὸ δὲ διασαφουμενον διὰ τῆς νομοθεσίας ἀποπεπαυκέναι τὸν

    v.2.p.194
    τὸν θεὸν ἐν αὐτῇ, τοῦτο οὐχ, ὥς τινες ὑπολαμβάνουσι, μηκέτι ποιεῖν τι τὸν θεὸν καθέστηκεν, ἀλλ᾽ ἐπὶ τῷ καταπεπαυκέναι τὴν τάξιν αὐτῶν οὕτως εἰς πάντα τὸν χρόνον τεταχέναι.

    σημαίνει γὰρ ὡς ἐν ἓξ ἡμέραις ἐποίησε τόν τε οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς, ἵνα τοὺς χρόνους δηλώσῃ καὶ τὴν τάξιν προείπῃ τί τίνος προτερεῖ. τάξας γάρ, οὕτως αὐτὰ συνέχει καὶ [οὐ] μεταποιεῖ. διασεσάφηκε δ᾽ ἡμῖν αὐτὴν ἔννομον ἕνεκεν σημείου τοῦ περὶ ἡμᾶς ἑβδόμου λόγου καθεστῶτος, ἐνᾧ γνῶσιν ἔχομεν ἀνθρωπίνων καὶ θείων πραγμάτων.

    δι᾽ ἑβδομάδων δὲ καὶπᾶς ὁ κόσμος κυκλεῖται τῶν ζῳογονουμένων καὶ τῶν φυομένων ἁπάντων· τῷ δὲ σάββατον αὐτὴν προσαγορεύεσθαι διερμηνεύεται ἀνάπαυσις οὖσα.διασαφεῖ δὲ καὶ Ὅμηρος καὶ Ἡσίοδος, μετειληφότες ἐκ τῶν ἡμετέρων βιβλίωνἱερὰν εἶναι. Ἡσίοδος μὲν οὕτως·

  • πρῶτον ἕνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ·
  • καὶ πάλιν λέγει·
  • ἑβδομάτη δ᾽ αὖτις λαμπρὸν φάος ἠελίοιο.
  • Ὅμηρος δὲ οὕτω λέγει·

  • ἑβδομάτη δἤπειτα κατήλυθεν, ἱερὸν ἦμαρ·
  • καὶ πάλιν·
  • ἕβδομον ἦμαρ ἔην καὶ τῷ τετέλεστο ἅπαντακαί·
  • ἑβδομάτῃ δ᾽ ἠοῖ λίπομεν ῥόον ἐξ Ἀχέροντος.

    τοῦτο δὴ σημαίνων, ὡς ἀπὸ τῆς κατὰ ψυχὴν λήθης καὶ κακίας ἐν τῷκατὰ ἀλήθειαν ἑβδόμῳ λόγῳ καταλιμπάνεται τὰ προειρημένα καὶ γνῶσιν ἀληθείας

    v.2.p.195
    λαμβάνομεν, καθὼς προείρηται.

    Λίνος δέ φησιν οὕτως·

  • ἑβδομάτῃ δ᾽ ἠοῖ τετελεσμένα πάντα τέτυκται·
  • καὶ πάλιν·
  • ἑβδόμη εἰν ἀγαθοῖς καὶ ἑβδόμη ἐστὶ γενέθλη
  • καί·
  • ἑβδόμη ἐν πρώτοισι καὶ ἑβδόμη ἐστὶ τελείη.
  • καί·
  • ἑπτὰ δὲ πάντα τέτυκται ἐν οὐρανῷ ἀστερόεντι,
  • ἐν κύκλοισι φανέντ᾽ ἐπιτελλομένοις ἐνιαυτοῖς."
  • Τὰ μὲν οὖν Ἀριστοβούλου τοιαῦτα. ὁποῖα δὲ καὶ Κλήμεντι περὶ τῆςαὐτῆς εἴρηται ὑποθέσεως, γνοίης ἂν διὰ τούτων