Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Τῶν δὲ δὴ ἀποθανόντων ἐπὶ στρατείας ὃς ἂν εὐδοκιμήσας τελευτήσῃ , ἆρ’ οὐ πρῶτον μὲν φήσομεν τοῦ χρυσοῦ γένους εἶναι; Πᾶν’ γε μάλιστα. Ἀλλ’ οὐ πεισόμεθα Ἡσιόδῳ, ἐπειδάν τινες τοῦ τοιούτου γένους τελευτήσωσιν, ὡς ἄρα

  • οἱ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι τελέθουσιν,
  • ἐσθλοὶ, ἀλεξίκακοι, φύλακες μερόπων ἀνθρώπων ;
  • [*](25 Τῶν δὲ — ] Plato Rep. 5. p. 468.)
    v.2.p.190
    Πεισόμεθα μὲν οὖν. Διαπυθόμενοι ἄρα τοῦ θεοῦ πῶς χρὴ τοὺς δαιμονίους τε καὶ θείους τιθέναι καὶ τίνι διαφόρῳ, οὕτω καὶ ταύτῃ θήσομεν ᾗ ἂν ἐξηγῆται; Τί δ’ οὐ μέλλομεν; Καὶ τὸν λοιπὸν δὴ χρόνον ὡς δαίμονας γεγονότας οὕτω θεραπεύσομέν τε καὶ προσκυνήσομεν αὐτῶν τὰς θήκας; τὰ αὐτὰ δὲ ταῦτα νομιοῦμεν , ὅταν τις γήρᾳ ἤ τινι ἄλλῳ τρόπῳ τελευτήσῃ τῶν ὅσοι ἂν διαφερόντως ἐν τῷ βίῳ ἀγαθοὶ κριθῶσι.”

    Καὶ ταῦτα δὲ ἁρμόζει ἐπὶ τῇ τῶν θεοφιλῶν τελευτῇ, οὓς στρατιώτας τῆς ἀληθοῦς εὐσεβείας οὐκ ἂν ἁμάρτοις εἰπὼν παραλαμβάνεσθαι. ὅθεν καὶ ἐπὶ τὰς θήκας αὐτῶν ἔθος ἡμῖν παριέναι, καὶ τὰς εὐχὰς παρὰ ταύταις ποιεῖσθαι , τιμᾶν τε τὰς μακαρίας αὐτῶν ψυχὰς, ὡς εὐλόγως καὶ τούτων ὑφ’ ἡμῶν γιγνομένων.

    ἀλλὰ γὰρ ἡμεῖς μὲν ταῦτα ἐκ τῶν Πλάτωνος ἀνελεξάμεθα · φιλόκαλος δέ τις ἄλλος καὶ τούτων ἔτι πλείω ἂν εὕροι παρὰ τῷ αὐτῷ σύμφωνα τοῖς ἡμετέροις δόγμασι, τάχα δὲ καὶ παρ’ ἑτέροις. ἐπεὶ δὲ τῆς αὐτῆς ἡμῖν ὑποθέσεως προλαβόντες ἐφήψαντο καὶ ἄλλοι, εὖ μοι δοκεῖ ἐπισκέψασθαι δεῖν καὶ τὰ τούτοις πεπονημένα. παραθήσω δὲ πρώτου Ἀριστοβούλου, τοῦ ἐξ ‘Eβραίων φιλοσόφου , τὰς οὕτως ἐχούσας φωνάς