Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τάχα δ’ οὖν ταυτὶ μῦθός σοι δοκεῖ λέγεσθαι ὥσπερ ὑπὸ γραὸς , καὶ καταφρονεῖς αὐτῶν. καὶ οὐδέν γ’ ἂν ἦν θαυμαστὸν καταφρονεῖν τούτων, εἴ πη ζητοῦντες εἴχομεν αὐτῶν βελτίω καὶ ἀληθέστερα εὑρεῖν.

νῦν δὲ ὁρᾷς ὅτι τρεῖς ὄντες ὑμεῖς, οἵπερ σοφώτατοί ἐστε τῶν νῦν Ἑλλήνων, σύ τε καὶ Πόλος καὶ Γοργίας, οὐκ ἔχετε ἀποδεῖξαι ὡς δεῖ ἄλλον τινὰ βίον ζῆν ἢ τοῦτον ὅσπερ καὶ ἐκεῖσε φαίνεται συμ- φέρων, ἀλλ’ ἐν τοσούτοις λόγοις, τῶν ἄλλων ἐλεγ- χομένων , μόνος οὗτος ἠρεμεῖ ὁ λόγος, ὡς εὐλαβη- τέον ἐστὶ τὸ ἀδικεῖν μᾶλλον ἢ τὸ ἀδικεῖσθαι, καὶ παντὸς μᾶλλον ἀνδρὶ μελετητέον οὐ τὸ δοκεῖν εἶναι ἀγαθὸν, ἀλλὰ τὸ ἀγαθὸν εἶναι, καὶ ἰδίᾳ καὶ δημοσίᾳ.”

Ὁ μὲν δὴ Πλάτων’ τὸν Αἰακὸν καὶ τὸν Μίνω καὶ τὸν Ῥαδὰμανθυν ὑπέθετο τῶν τετελευτηκότων δικαστὰς ἔσεσθαι, ὁ δὲ θεῖος λόγος μαρτύρεται πάντας δεῖν παραστήσεσθαι τῷ βήματι τοῦ θεοῦ, ἔνα κομίσηται ἕκαστος τὰ διὰ τοὺ σώματος πρὸς ἃ ἔπρα- ξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.

καὶ πάλιν “ ἐν ἡμέρᾳ φησὶν) ὅταν κρίνῃ ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ · τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου αὐτοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον , τοῖς δ’ ἐξ ἐριθείας καὶ ἀπιστοῦσι τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργὴ θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον καὶ Ἓλληνος· οὐ γάρ ἐστι διαστολή.”

v.2.p.90