Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τάχα δ’ οὖν ταυτὶ μῦθός σοι δοκεῖ λέγεσθαι ὥσπερ ὑπὸ γραὸς , καὶ καταφρονεῖς αὐτῶν. καὶ οὐδέν γ’ ἂν ἦν θαυμαστὸν καταφρονεῖν τούτων, εἴ πη ζητοῦντες εἴχομεν αὐτῶν βελτίω καὶ ἀληθέστερα εὑρεῖν.

νῦν δὲ ὁρᾷς ὅτι τρεῖς ὄντες ὑμεῖς, οἵπερ σοφώτατοί ἐστε τῶν νῦν Ἑλλήνων, σύ τε καὶ Πόλος καὶ Γοργίας, οὐκ ἔχετε ἀποδεῖξαι ὡς δεῖ ἄλλον τινὰ βίον ζῆν ἢ τοῦτον ὅσπερ καὶ ἐκεῖσε φαίνεται συμ- φέρων, ἀλλ’ ἐν τοσούτοις λόγοις, τῶν ἄλλων ἐλεγ- χομένων , μόνος οὗτος ἠρεμεῖ ὁ λόγος, ὡς εὐλαβη- τέον ἐστὶ τὸ ἀδικεῖν μᾶλλον ἢ τὸ ἀδικεῖσθαι, καὶ παντὸς μᾶλλον ἀνδρὶ μελετητέον οὐ τὸ δοκεῖν εἶναι ἀγαθὸν, ἀλλὰ τὸ ἀγαθὸν εἶναι, καὶ ἰδίᾳ καὶ δημοσίᾳ.”

Ὁ μὲν δὴ Πλάτων’ τὸν Αἰακὸν καὶ τὸν Μίνω καὶ τὸν Ῥαδὰμανθυν ὑπέθετο τῶν τετελευτηκότων δικαστὰς ἔσεσθαι, ὁ δὲ θεῖος λόγος μαρτύρεται πάντας δεῖν παραστήσεσθαι τῷ βήματι τοῦ θεοῦ, ἔνα κομίσηται ἕκαστος τὰ διὰ τοὺ σώματος πρὸς ἃ ἔπρα- ξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.

καὶ πάλιν “ ἐν ἡμέρᾳ φησὶν) ὅταν κρίνῃ ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ · τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου αὐτοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον , τοῖς δ’ ἐξ ἐριθείας καὶ ἀπιστοῦσι τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργὴ θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον καὶ Ἓλληνος· οὐ γάρ ἐστι διαστολή.”

v.2.p.90

“ Εὐλαβοῦ μέντοι μή ποτε ἐκπέσῃ ταῦτα εἰς ἀνθρώπους ἀπαιδεύτους· σχεδὸν γὰρ, ὡς ἐμοὶ δοκεῖ, οὐκ ἔστι τούτων πρὸς τοὺς πολλοὺς καταγελαστότερα ἀκούσματα , οὐδ’ αὖ πρὸς τοὺς εὐφυεῖς θαυμαστότερά τε καὶ ἐνθουσιαστικώτερα. πολλάκις δὲ λεγόμενα καὶ ἀεὶ ἀκουόμενα καὶ πολλὰ ἔτη μόγις, ὥσπερ χρυσὸς, ἐκκαθαίρεται μετὰ πολλῆς πραγματείας.”

Καὶ παρ’ ἡμῖν ὁ σωτήριος λόγος φησὶ “ μὴ δῶτε τὸ ἅγιον τοῖς κυσὶ, μηδὲ βάλλητε τοὺς μαρ- γαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων.” καὶ “ ὁ ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστί. ”

“ Καὶ δὴ καὶ ἑνὸς ἀνδρὸς , ὁπόταν καλοὶ ἐν ψυχῇλόγοι ἐνόντες μηδὲν ποιῶσι πλέον, ἀλλὰ δὴ τούτοις πᾶν τοὐναντίον. ταύτας πάσας ἀμαθίας τὰς πλημμελεστάτας ἔγωγ’ ἂν θείην πόλεως τε καὶ ἑνὸς ἑκάστου τῶν πολιτῶν, ἀλλ’ οὐ τὰς τῶν δημιουργῶν , εἰ ἄρα μου καταμανθάνετε , ὦ ξένοι, ὃ λέγω.

Μανθάνομέν γε, ὦ φίλε , καὶ συγχωροῦμεν ἃ λέγεις.

Τοῦτο μὲν τοίνυν οὕτω κείσθω δεδογμένον καὶ λεγόμενον, ὡς τοῖς ταῦτα ἀμαθαίνουσι τῶν πο- λιτῶν οὐδὲν ἐπιτρεπτέον ἀρχῆς ἐχόμενον καὶ λεγόμενον] καὶ ὡς ἀμαθέσιν ὀνειδιστέον, ἂν καὶ πάνυ λογιστικοί τε ὦσι καὶ πάντα τὰ κομψὰ καὶ ὅσα πρὸς τάχος τῆς ψυχῆς πεφυκότα διαπεπονημένοι ἅπαντα, τοὺς δὲ τοὐναντίον ἔχοντας τούτοις ὡς σοφούς τε προσρητέον, ἂν καὶ τὸ λεγόμενον μήτε γράμματα μήτε νεῖν ἐπιστῶνται, καὶ τὰς ἀρχὰς δοτέον ὡς ἔμφροσι.

πῶς γὰρ ἂν, ὠ φίλοι , ἄνευ συμφωνίας γένοιτ’ ἂν [*](1 Εὐλαβοῦ — ] Plato Epist. 2 p. 313.) [*](13 Καὶ δὴ — ] Plat. Leg. 3 p. 689.)

v.2.p.91
φρονήσεως καὶ τὸ σμικρότατον εἶδος; οὐκ ἔστιν. ἀλλ’ ἡ καλλίστη καὶ μεγίστη τῶν ξυμφωνιῶν μεγίστη δι- καιότατα λέγοιτ’ ἂν σοφία , ἧς ὁ μὲν κατὰ λόγον ζῶν μέτοχος , ὁ δὲ ἀπολειπόμενος οἰκοφθόρος καὶ περὶ πόλιν οὐδαμῆ σωτὴρ, ἀλλὰ πᾶν τοὐναντίον ἀμαθαίνων εἰς ταῦτα ἑκάστοτε φανεῖται.”

Ταῦτα μέν μοι ἀπὸ τῶν Νόμων κείσθω. ὁ δ’ αὐτὸς καὶ ἐν Πολιτικῷ περὶ τοῦ μὴ πάνυ τι περὶ τὰ ὀνόματα καὶ τἀς λέξεις σπουδάζειν τάδε φησί “Καλῶς, ὦ Σώκρατες· κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι, πλουσιώτερος εἰς τὸ γῆρας ἀναφανήσῃ φρονήσεως.”

Τῆς παρ’ Ἑβραίοις γραφῆς πρῶτον εἰσαγούσης Μωσἐα παραιτούμενον τὴν τοῦ λαοῦ προστασίαν δι’ ὧν πρὸς τὸν χρηματίζοντα ἔφησε “ δέομαι , κύριε, προχείρισαι ἄλλον τὸν δυνάμενον , ὃν ἀποστελεῖς,” κἄπειτα τὸν Σαοὺλ κρυπταζόμενον πρὸς τὸ μὴ ἀνα- δέξασθαι τὴν βασιλείαν, καὶ τὸν προφήτην Ἰερεμίαν ὑποπαραιτούμενον , ἐπάκουσον ὅπως καὶ ὁ Πλάτων’ τὸ εὔλογον τῆς παραιτήσεως συνίστησι , λέγων οὕτως

“ Οὐκοῦν, ὦ Θρασύμαχε , τοῦτο ἤδη δῆλον, ὅτι οὐδεμία τέχνη οὐδὲ ἀρχὴ τὸ αὑτῇ ὠφέλιμον παρασκευάζει, ἀλλ’, ὅπερ πάλαι ἐλέγομεν, τὸ τῷ ἀρχομένῳ καὶ παρασκευάζει καὶ ἐπιτάττει, τὸ ἐκείνου συμφέρον ἐλάττονος ὄντος σκοποῦσα , ἀλλ’ οὐ τὸ τοῦ κρείττονος.

διὰ δὴ ταῦτα ἔγωγε , ὢ φίλε Θρασύμαχε, καὶ ἄρτι ἔλεγον μηδένα ἐθέλειν ἑκόντα ἄρχειν καὶ τὰ ἀλλότρια κακὰ μεταχειρίζεσθαι ἐπανορθοῦντα, ἀλλὰ μισθὸν αἰτεῖν , ὅτι ὁ μέλλων καλῶς τῇ τέχνῃ πράξειν οὐδέποθ’ ἑαυτῷ τὸ βέλτιστον πράττει οὐδ’ [*](10 Καλῶς — ] Plato Polit. p. 261 e.) [*](21 Οὐκοῦν — ] Plato Rep. 1 p. 346.)

v.2.p.92
ἐπιτάττει κατὰ τέχνην ἐπιτάττων, ἀλλὰ τῷ ἀρχομένῳ. ὧν δὴ ἕνεκα, ὡς ἔοικε, μισθὸν δεῖ ὑπάρχειν τοῖς μέλλουσιν ἐθελήσειν ἄρχειν, ἢ ἀργύριον ἢ τιμὴν, ἢ ζημίαν, ἐὰν μὴ ἄρχῃ.”

Τῶν παρ’ Ἑβραίοις λογίων τοὺς παρ’ αὐτοῖς προφήτας καὶ δικαίους ἄνδρας ὕβρεις ἐσχάτας καὶ προπηλακισμοὺς πάντα τε κίνδυνον εὐθαρσῶς ὑπομεῖναι διδασκόντων, τὰ συνῳδὰ τῆς Πλάτωνος καὶ περὶ τούτου δόξης μάθοις ἂν ἀπὸ τῶνδε αὐτοῦ τῶν φωνῶν, ἃς ἐν τῷ δευτέρῳ τέθειται τῆς Πολιτείας

“ Τὸν δ’ οὖν τοιοῦτον θέντες τὸν δίκαιον αὖ παρ’ αὐτὸν ἱστῶμεν τῷ λόγῳ, ἄνδρα ἀπλοῦν καὶ γενναῖον, κατ’ Αἰσχύλον οὐ δοκεῖν, ἀλλ’ εἷναι ἀγαθὸν ἐθέλοντα. ἀφαιρετέον δὲ τὸ δοκεῖν. εἰ γὰρ δόξει δίκαιος εἶναι , ἔσονται αὐτῷ τιμαὶ καὶ δωρεαὶ δοκοῦντι τοιούτω εἷναι. ἄδηλον οὖν εἴτε τοῦ δικαίου εἴτε τῶν δωρεῶν τε καὶ τιμῶν ἕνεκα τοιοῦτος εἴη.

γυμνωτέος δὴ πάντων πλὴν δικαιοσύνης, καὶ ποιητέος ἐναντίως διακείμενος τῷ προτέρῳ · μηδὲν γὰρ ἀδικῶν δόξαν ἐχέτω τῆς μεγίστης ἀδικίας , ἵνα βεβασανισμένος ᾖ εἰς δικαιοσύνην, τῷ μὴ τέγγεσθαι ὑπὸ κακοδοξίας καὶ τῶν ἀπ’ αὐτῆς γιγνομένων· ἀλλ’ ἔστω ἀμετάστατος μέχρι θανάτου, δοκῶν μὲν εἶναι ἄδικος διὰ βίου, ὢν δὲ δίκαιος. ”

Καὶ μετὰ βραχέα ἐπιλέγει

“Λεκτέον οὖν· καὶ δὴ, κἂν ἀγροικοτέρως λέγηται, μὴ ἐμὲ οἴου λέγειν, ὦ Σώκρατες, ἀλλὰ τοὺς ἐπαινοῦντας πρὸ δικαιοσύνης ἀδικίαν. ἐροῦσι δὲ τάδε, ὅτι οὕτω διακείμενος ὁ δίκαιος μαστιγώσεται, στρεβλώσεται, δεδήσεται, ἐκκοπήσεται τὼ ὀφθαλμὼ, τε- [*](11 Τὸν δ’ οὖν — ] Plato Rep. 1 p. 361.)

v.2.p.93
λευτῶν πάντα κακὰ παθὼν ἀνασκινδυλευθήσεται, καὶ γνώσεται ὅτι οὐκ εἶναι δίκαιον, ἀλλὰ δοκεῖν δεῖ ἐθέλειν.”

Ταῦτα λόγοις ὁ Πλάτων’ · ἔργοις δὲ πολὺ πρότερον οἶ παρ’ Ἑβραίοις δίκαιοι καὶ προφῆται μνημονεύονται τὰ εἰρημένα πάντα πεπονθέναι, οἵ γε δικαιότατοι ὄντες ὡς ἀδικώτατοι “ ἐλιθάσθησαν , ἐπρίσθησαν , ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς καὶ αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπη- λαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος.”

καὶ οἶ ἀπόστολοι δὲ τοῦ σωτῆρος ἡμῶν τὴν ἀνωτάτω δικαιοσύνην τε καὶ εὐσέβειαν μετιόντες, δόξαν δὲ ἀδικίας παρὰ τοῖς πολλοῖς περιβαλλόμενοι , ὁποῖα ἔπασχον αὐτῶν πάρεστιν ἐπακοῦσαι λεγόντων “ θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ” καὶ “ μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα , δυσφημούμενοι παρακαλοῦμεν · ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν.”

ἀλλὰ καὶ εἰσέτι δεῦρο οἶ γενναῖοι τοῦ σωτῆρος ἡμῶν μάρτυρες καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης οὐ τὸ δοκεῖν, ἀλλὰ τὸ εἶναι δίκαιοί τε καὶ εὐσεβεῖς ἀσκοῦντες ὅσα δὴ κατέλεξεν ὁ Πλάτων’ πεπόνθασιν· ἐπεὶ καὶ ἐμα- στιγώθησαν , δεσμά τε καὶ στρέβλας ὑπέμειναν , καὶ μὴν καὶ ἐξεκόπησαν τὼ ὀφθαλμὼ , καὶ τέλος πάντα τὰ δεινὰ παθόντες ἀνεσκινδυλεύθησαν. ὧν οὐδένα παρ’ Ἓλλησιν ἐπιζητήσας ὅμοιον ἂν εὕροις , ὡς εἰκότως τινὰ φάναι τὸν φιλόσοφον οὐδὲν ἓτερον ἢ θεσπίσαι διὰ τούτων περὶ τῶν παρ’ ἡμῖν διαπρεπόντων ἐν εὐσεβείᾳ καὶ ἀληθεῖ δικαιοσύνῃ.

v.2.p.94

Μώσεως κατά τινας ἀπορρήτους λόγους ἐν ἀρχῇ τῆς τοῦ κόσμου συστάσεως θεοῦ τινα παράδει- σον γεγονέναι φάντος, κἀν τούτῳ τὸν ἄνθρωπον ἠπατῆσθαι διὰ τῆς γυναικὸς πρὸς τοῦ ὄφεως, ἂντικρυς μονονουχὶ τὰ ῥήματα μεταποιήσας ὁ Πλάτων’ ἐπάκουσον οἶα ἐν Συμποσίῳ καὶ αὐτὸς ἀλληγορῶν τέθεικεν, ἀντὶ μὲν τοῦ παραδείσου τοῦ θεοῦ κῆπον Δῖός ὀνομάσας , ἀντὶ δὲ τοῦ ὄφεως καὶ τῆς πρὸς αὐ- τοῦ γενομένης ἀπάτης Πενίαν ἐπιβουλεύουσαν ὑπο- θέμενος , ἀντὶ δὲ τοῦ πρώτου ἀνδρὸς , ὃν ἡ τοῦ θεοῦ μῆτίς τε καὶ πρόνοια υἱὸν ὃσπερ ἀρτιγενῆ προυβέβλητο, υἱὸν Μήτιδος Πόρον ἀποκαλέσας , ἀντὶ δὲ τοῦ φάναι, ὁπηνίκα συνίστατο ὅδε ὁ κόσμος, ὅτε ἐγένετο ἡ Ἀφροδίτη, εἰπὼν, οὕτω τὸν κόσμον ἀλληγορήσας τοῦ περὶ αὐτὸν κάλλους ἕνεκα. λέγει δ’ οὖν αὐτοῖς ῥήμασι τάδε