Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Ἂκουε δὴ , φασὶ, μάλα καλοῦ λόγου, ὃν σὺ μὲν ἡγήσῃ μῦθον, ὡς ἐγῷμαι, ἐγὼ δὲ λόγον· ὡς ἀληθῆ γὰρ ὄντα σοι λέξω ἃ μέλλω λἐγειν.”

Καὶ μετ’ ὀλίγα Τὸν μὲν δικαίως τὸν βίον διελθόντα καὶ ὁσίως, [*](26 Ἂκουε δὴ — ] Plato Gorg. p. 523.)

v.2.p.85
ἐπειδὰν τελευτήσῃ , εἰς μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς τίσεως τε καὶ δίκης δεσμτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι.”

Καὶ αὖθις μετ’ ὀλίγα

“ Ἒπειτα γυμνοὺς κριτέον ἁπάντων τούτων · τεθνεῶτας γὰρ δεῖ κρίνεσθαι. καὶ τὸν κριτὴν δεῖ γυμνὸν εἶναι, τεθνεῶτα, αὐτῇ τῇ ψυχῇ αὐτὴν τὴν ψυχὴν θεωροῦντα ἐξαίφνης ἀποθανόντος ἑκάστου, ἔρημον πάντων τῶν σνγγενῶν καὶ καταλιπόντα ἐπὶ γῆς πάντα ἐκεῖνον τὸν κόσμον, ἵνα δὴ δικαία ἡ κρί- σις ᾖ. ”

Καὶ ἐξῆς ἐπιφέρει

“ Ταῦτά ἐστιν, ὦ Καλλίκλεις, ἃ ἐγὼ ἀκηκοὼς πιστεύω ἀληθῆ εἶναι · καὶ ἐκ τούτων τῶν λόγων τοιόνδε λογίζομαι συμβαίνειν· ὁ θάνατος τυγχάνει ὢν, ὡς ἐμοὶ δοκεῖ, οὐδὲν ἄλλο ἢ δυοῖν πραγμάτοιν διάλυσις, τῆς ψυχῆς καὶ τοῦ σώματος, ἀπ’ ἀλλήλοιν.