Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

εἰ ἀναλάβοιμι πτέρυγας καὶ κατασκηνώσαιμι εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει ” ἀλλὰ καὶ τὸ οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, καὶ ποίησιν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. καὶ πάλιν ἐν τῷ Ἠσαίᾳ τὸ “ ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα.” καὶ τὸ “ἐκ μεγέθους καὶ καλλο-

v.2.p.162
νῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται.” καὶ τὸ “τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.” ἀλλὰ καὶ τὸ “ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλόν θεωρῶν” μεταπεφράσθαι μοι δοκεῖ ὑπὸ τοῦ Πλάτωνος διὰ τοῦ “ὁ αὐτὸς δὲ λόγος σοι καὶ περὶ ἐκείνων ἂν εἴη τῶν οὓς σὺ κατιδὼν ἐκ μικρῶν μεγάλους γεγονότας ἀνοσιουργήσαντας, ἤ τι τοιοῦτον πράξαντας, ᾠήθης ἐξ ἀθλίων εὐδαίμονας γεγονέναι.” καὶ τὰ ἄλλα δὲ ὅσα τούτοις ὁμοίως εἴρηται προύλαβε τὴν εἰς πλάτος ἐκτεθεῖσαν τοῦ Πλάτωνος ἑρμηνείαν ἐν τοῖς Ἑβραίων λόγοις. ἕκαστον δ᾿ οὖν αὐτῶν κατὰ μέρος εὕροις ἂν ἀκριβῶς ἐξετάζων τοῖς Ἑβραίων συμφερόμενον γράμμασι. Ἑβραίων δὲ εἶναι λόγους οὐ μόνον τὰ παρὰ Μωσεῖ λόγιά φημι, ἀλλὰ καὶ τὰ τῶν ἄλλων μετὰ Μωσέα θεοφιλῶν ἀνδρῶν, εἴτε προφητῶν εἴτε καὶ ἀποστόλων τοῦ σωτῆρος ἡμῶν, ὧν ἡ τῶν δογμάτων συμφωνία μιᾶς εἰκότως αὐτοὺς καὶ τῆς αὐτῆς προσηγορίας ἀξιώσειεν.