Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Πείσωμεν τὸν νεανίαν τοῖς λόγοις ὡς τῷ τοῦ παντὸς ἐπιμελουμένῳ πρὸς τὴν σωτηρίαν καὶ ἀρετὴν τοῦ ὅλου πάντ’ ἐστὶ συντεταγμένα, ὧν καὶ τὸ μέρος εἰς δύναμιν ἕκαστον τὸ προσῆκον πάσχει καὶ ποιεῖ. τούτοις δέ εἰσιν ἄρχοντες πρσστεταγμένοι ἑκάστοις ἐπὶ τὸ σμικρότατον ἀεὶ πάθης καὶ πράξεως, εἰς μερισμὸν τὸν ἔσχατον τέλος ἀπειργασμένοι·

ὧν ἕν καὶ τὸ σὸν, ὠ σχέτλιε, μόριον ε̣ἰς τὸ πᾶν ξυντείνει βλέπον ἀεὶ , καίπερ πάνσμικρον ὅν. σὲ δὲ λέληθε περὶ τοῦτο αὐτὸ ὡς γένεσις ἕνεκα ἐκείνου γίνεται πᾶσα, ὅπως ᾖ τῷ τοῦ παντὸς βίῳ ὑπάρχουσα εὐδαίμων οὐσία, οὐχ ἕνεκα σοῦ γινομένη, σὺ δ’ ἕνεκα ἐκείνου. πᾶς γὰρ ἰατρὸς καὶ πᾶς ἔντεχνος δημιουργὸς παντὸς μὲν ἕνεκα πάντα ἐργάζεται, πρὸς τὸ κοινῇ ξυντείνων βέλτιστον, μέρος μὴν ἕνεκα ὅλου καὶ οὐχὶ ὅλον μέρους ἕνεκα ἀπεργάζεται.

σὺ δὲ ἀγανακτεῖς ἀγνοῶν ὅπη τὸ περὶ σὲ ἄριστον τῷ παντὶ ξυμβαίνει καὶ σοὶ κατὰ δύναμιν τὴν τῆς κοινῆς γενέσεως. ἐπεὶ δὲ ἀεὶ ψυχὴ συντεταγμένη σώματι τοτὲ μὲν ἄλλῳ, τοτὲ δ’ ἄλλῳ, μεταβάλλει παντοίας μεταβολὰς, δι’ ἑαυτὴν ἢ δι’ ἑτέραν ψυχὴν , οὐδὲν ἄλλο ἔργον τῷ πεττευτῇ λείπεται πλὴν μετατιθέναι τὸ

v.2.p.159
μὲν ἄμεινον γινόμενον ἦθος εἰς βελτίω τόπον, χεῖρον δὲ εἰς τὸν χείρονα, ἔνα τὸ πρέπον ἕκαστον τῆς μοίρας λαγχάνῃ.

Πῆ λέγεις;

Ἡιπερ ἂν ἔχοι λόγον ῥᾳστώνη ἐπιμελείας θεοῖς τῶν πάντων, ταύτῃ μοι δοκῶ φράζειν. εἰ μὲν γὰρ πρὸς τὸ ὅλον ἀεὶ βλέπων πλάττοι τις μετασχηματίζων c τὰ πάντα, οἷον ἐκ πυρὸς ὕδωρ ἔμψυχον, καὶ μὴ ξέμπολλα ἐξ ἑνὸς, ἢ ἐκ πολλῶν ἕν, πρώτης ἢ δευτέρας ἢ καὶ τρίτης γενέσεως μετειληφότα, πλήθεσιν ἄπειρ’ ἂν εἴη τῆς μετατιθεμένης κοσμήσεως. νῦν δ’ ἐστὶ θαυμαστὴ ῥᾳστώνη τῷ τοῦ παντὸς ἐπιμελουμένῳ.

Πὼς αὖ λέγεις;

Ὧδε. ἐπειδὴ κατεῖδεν ἡμῶν ὁ βασιλεὺς ἐμψύχους οὔσας τὰς πράξεις ἁπάσας καὶ πολλὴν μὲν ἀρετὴν ἐν αὐταῖς οὖσαν, πολλὴν δὲ κακίαν, ἀνώλεθρον δὲ ὂν γενόμενον, ἀλλ’ οὐκ αἰώνιον, ψυχὴν καὶ σῶμα, καθάπερ οἱ κατὰ νόμον ὄντες θεοί· γένεσις γὰρ οὐκ ἄν ποτε ἦν ζῴων ἀπολομένου τούτοιν θατέρου·) καὶ τὸ μὲν ὠφελεῖν ἀεὶ πεφυκὸς ὂν ἀγαθὸν ψυχῆς διενοήθη, τὸ δὲ κακὸν βλάπτειν · ταῦτα πάντα ξυνιδὼν ἐμηχανήσατο ποῦ κείμενον ἕκαστον τῶν μερῶν νικῶσαν ἀρετὴν, ἡττωμένην δὲ κακίαν ἐν τῷ παντὶ παρέχοι μάλιστ’ ἂν καὶ ῥᾴστα καὶ ἄριστα.

μεμηχάνηται δὴ πρὸς πᾶν τοῦτο τὸ ποῖόν τι γιγνόμενον ἀεὶ ποίαν ἔδραν δεῖ μεταλαμβάνον οἰκίζεσθαι καὶ τίνας ποτὲ τόπους· τῆς δὲ γενέσεως τοῦ ποίου τινὸς ἀφῆκε ταῖς βουλήσεσιν ἑκάστων ἡμῶν τὰς αἰτίας. ὅπη γὰρ ἂν ἐπιθυμῇ καὶ ὁποῖός τις ὢν τὴν ψυχὴν, ταύτῃ σχεδὸν ἑκάστοτε καὶ τοιοῦτος γίγνεται ἅπας ἡμῶν ὡς τὸ πολύ.

Τὸ γοῦν εἰκός.

v.2.p.160

Μεταβάλλει μὲν τοίνυν πάνθ᾿ ὃσα μέτοχά ἐστι ψυχῆς, ἐν αὐτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν· μεταβάλλοντα δὲ φέρεται κατὰ τὴν τῆς εἱμαρμένης τάξιν καὶ νόμον. Σμικρότερα μὲν τῶν ἠθῶν μεταβάλλοντα ἐλάττω κατὰ τὸ τῆς χώρας ἐπίπεδον μεταπορεύεται, πλείω δὲ καὶ ἀδικώτερα μεταπεςόντα εἰς βάθος τά τε κάτω λεγόμενα τῶν όπων, ὃσα Ἃιδην τε καὶ τὰ τούτων ἐχόμενα τῶν ὀνομάτων ἐπονομάζοντες σφόδρα φοβοῦνται καὶ ὀνειροπολοῦσι ζῶντες διαλυθέντες τε τῶν σωμάτων. Μείζω δὴ ψυχὴ κακίας ἢ ἀρετῆς ὁπόταν μεταβάλλῃ διὰ τὴν αὑτῆς βούληςίν τε καὶ ὁμιλίαν γενομένη ἰσχυρὰν, ὁπόταν μὲν ἀρετῇ θείᾳ προσμέξασα γίνηται διαφερόντως τοιαῦτα, διαφέροντα καὶ μετέβαλε τόπον ἃγιον ὃλον, μετακομισθεῖσα εἰς ἀμείνω τινὰ τόπον ἓτερον· ὃταν δὲ τἀναντία, ἐπὶ τἀναντία μεθιδρύσατο τὸν αὑτῆς βίον.

αὓτη τοι δίκη ἐστὶ θεῶν οἳ Ὂλυμπον ἒχουσιν, ὦ παῖ καὶ νεανίσκε, ἀμελεῖσθαι δοκῶν ὑπὸ θεῶν· κακίω μὲν γινόμενον πρὸς τὰς κακίους ψυχὰς, ἀμείνω δὲ πρὸς τὰς ἀμείνους πορευόμενον ἒν τε ζωῇ καὶ ἐν πᾶσι θανάτοις πάσχειν τε ἃ προςῆκον δρὰν ἐστι τοῖς προσφυέσι τοῦς προσφερεὶς καὶ ποιεῖν.

Ταύτης τῆς δίκης οὒτε σὺ μήποτε οὒτ᾿ ἂλλος ἀτυχὴς γενόμενος ἐπεύξεται περιγενέσθαι θεῶν, ἣν παςῶν δίκην [δικῶν] διαφερόντως ἒταξάν τε οἱ τάξαντες χρεών τε ἐξευλαβεῖσθαι τὸ παράπαν. Οὐ γὰρ ἀμεληθήσῃ πατὲ ὑπ᾿ αὐτῆς. οὐχ οὓτω σμικρὸς ὢν δύσῃ δύσῃ κατὰ τὸ τῆς γῆς βάθος, οὐδ᾿ ὑψηλὸς γενόμενος εἰς τὸν οὐρανὸν ἀναπτήσῃ τίσεις δὲ αὐτῷ τὴν προςήκουσαν τιμωρίαν εἲτ ᾿ ἐνθάδε μένων εἲτε καὶ ἐν Ἃιδου διαπορευθεὶς Εἲτε καὶ τούτων εἰς ἁγιώτερον ἒτι διακομισθεὶς τόπον.

v.2.p.161

ὁ αὐτὸς δὲ λόγος σοι καὶ περὶ ἐκείνων ἂν εἴη τῶν οὓς σὺ κατιδὼν ἐκ σμικρῶν μεγάλους γεγονότας ἀνοσιουργήσαντας , ἤ τι τοιοῦτον πράξαντας , ᾠήθης ἐξ ἀθλίων εὐδαίμονας γεγονέναι, καὶ ὡς ἐν κατίπτροις αὐτῶν ταῖς πράξεσιν ἡγήσω καθεωρακέναι τὴν πάντων ἀμέλειαν θεῶν, οὐκ εἰδὼς αὐτῶν τὴν συντέλειαν, ὅπη ποτὲ τῷ παντὶ ξυμβάλλεται. γινώσκειν δὲ αὐτὴν, ὠ πάντων ἀνδρειότατε, πρὸς οὐδὲν δοκεῖς, ἥν τις μὴ γινώσκων οὐδ’ ἂν τύπον ἴδοι ποτὲ, οὐδὲ λόγον ξυμβάλλεσθαι περὶ βίου δυνατὸς ἂν γένοιτο εἰς εὐδαιμονίαν τε καὶ δυσδαίμονα τύχην.

ταῦτα εἰ μέν σε πείθει Κλεινίας ὅδε καὶ ξύμπασα ἡμῶν ἥδε ἡ γερουσία , περὶ θεῶν ὡς οὐκ οἶσθα ὅ τι λέγεις, καλῶς ἄν σοι θεὸς αὐτὸς ξυλλαμβάνοι· εἰ δ’ ἐπιδεὴς ἔτι λόγου ἂν εἴης, λεγόντων ἡμῶν πρὸς τὸν τρίτον ἐπάκουε , εἰ νοῦν καὶ ὁπωσοῦν ἔχεις.”

Τούτων ὁ νοῦς, εἰ καὶ μὴ τὰ ῥήματα, ἐν τοῖς Ἑβραίων λογίοις προκαταβέβληται συντομώτατα καὶ δι’ ὀλίγων τῆς διανοίας περιεχομένης. τό τε γὰρ “οὐχ οὕτω σμικρὸς ὢν δύσῃ κατὰ τὸ τῆς γῆς βάθος, οὐδ’ ὑψηλὸς γενόμενος εἰς τὸν οὐρανὸν ἀναπτήσῃ ὅμοιον ἂν εἴη τῷ παρὰ τῷ Δαβὶδ τοῦτον ἔχοντι τὸν τρόπον “ ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου , καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω ; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ · ἐὰν καταβῶ εἰς τὸν Ἀίδην, πάρει.

εἰ ἀναλάβοιμι πτέρυγας καὶ κατασκηνώσαιμι εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει ” ἀλλὰ καὶ τὸ οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, καὶ ποίησιν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. καὶ πάλιν ἐν τῷ Ἠσαίᾳ τὸ “ ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα.” καὶ τὸ “ἐκ μεγέθους καὶ καλλο-

v.2.p.162
νῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται.” καὶ τὸ “τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.” ἀλλὰ καὶ τὸ “ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλόν θεωρῶν” μεταπεφράσθαι μοι δοκεῖ ὑπὸ τοῦ Πλάτωνος διὰ τοῦ “ὁ αὐτὸς δὲ λόγος σοι καὶ περὶ ἐκείνων ἂν εἴη τῶν οὓς σὺ κατιδὼν ἐκ μικρῶν μεγάλους γεγονότας ἀνοσιουργήσαντας, ἤ τι τοιοῦτον πράξαντας, ᾠήθης ἐξ ἀθλίων εὐδαίμονας γεγονέναι.” καὶ τὰ ἄλλα δὲ ὅσα τούτοις ὁμοίως εἴρηται προύλαβε τὴν εἰς πλάτος ἐκτεθεῖσαν τοῦ Πλάτωνος ἑρμηνείαν ἐν τοῖς Ἑβραίων λόγοις. ἕκαστον δ᾿ οὖν αὐτῶν κατὰ μέρος εὕροις ἂν ἀκριβῶς ἐξετάζων τοῖς Ἑβραίων συμφερόμενον γράμμασι. Ἑβραίων δὲ εἶναι λόγους οὐ μόνον τὰ παρὰ Μωσεῖ λόγιά φημι, ἀλλὰ καὶ τὰ τῶν ἄλλων μετὰ Μωσέα θεοφιλῶν ἀνδρῶν, εἴτε προφητῶν εἴτε καὶ ἀποστόλων τοῦ σωτῆρος ἡμῶν, ὧν ἡ τῶν δογμάτων συμφωνία μιᾶς εἰκότως αὐτοὺς καὶ τῆς αὐτῆς προσηγορίας ἀξιώσειεν.