Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τιθῶμεν ταῦτα οὕτως ἔχειν; ἢ ἔτι διστάζομεν εἰ ἑτέρως πως ἔχει;

v.2.p.146

Οὐδαμῶς.

Πότερον οὖν δὴ ψυχῆς τὸ γένος ἐγκρατὲς οὐρανοῦ καὶ γῆς καὶ πάσης τῆς περιόδου γεγονέναι φῶμεν τὸ φρόνιμον καὶ ἀρετῆς πλῆρες, ἢ τὸ μηδέτερα κεκτημένον; βούλεσθε οὖν πρὸς ταῦτα ὧδε ἀποκρινώμεθα;

Πῶς;

Εἰ μὲν, ὢ θαυμάσιε, φῶμεν, ἡ ξύμπασα οὐρανοῦ ὁδὸς ἅμα καὶ φορὰ καὶ τῶν ἐν αὐτῷ ὄντων ἀπάντων νοῦ κινήσει καὶ περιφορᾷ καὶ λογισμοῖς ὁμοίαν φύσιν ἔχει καὶ ξυγγενῶς ἔρχεται, δῆλον ὡς τὴν ἀρίστην ψυχὴν φατέον ἐπιμελεῖσθαι τοῦ κόσμου παντὸς καὶ ἄγειν αὐτὸν τὴν τοιαύτην ὁδὸν ἐκείνην.

Ὀρθῶς.

Εἰ δὲ μανικός τε καὶ ἀτάκτως ἔρχεται, τὴν κάκην.

Καὶ ταῦτα ὀρθότατα.

Τίνα οὖν δὴ νοῦ κίνησις φύσιν ἔχει; τοῦτο ἤδη χαλεπὸν, ὦ φίλοι, ἐρώτημα ἀποκρινόμενον εἰπεῖν ἐμφρόνως. διὸ δὴ καὶ ἐμὲ τῆς ἀποκρίσεως ὑμῖν δίκαιον τανῦν προσλαμβάνειν.

Εὑ λέγεις.

Μὴ τοίνυν ἐξ ἐναντίας οἷον εἰς ἥλιον ἀποβλέποντες, νύκτα ἐν μεσημβρίᾳ ἐπαγόμενοι, ποιησώμεθα τὴν ἀπόκρισιν, ὡς νοῦν ποτὲ θνητοῖς ὄμμασιν ὀψόμενοί τε καὶ γνωσόμενοι ἱκανῶς· πρὸς δὲ εἰκόνα τοῦ ἐρωτωμένου βλέποντας ἀσφαλέστερον ὁρᾶν.

Πῶς λέγεις;

Ἡι προσέοικε κινήσει νοῦς, τῶν δέκα κινήσεων τὴν εἰκόνα λάβωμεν, ἣν συναναμνησθεὶς ὑμῖν ἐγὼ κοινῇ τὴν ἀπόκρισιν ποιήσομαι.

Κάλλιστα ἂν λέγοις.

v.2.p.147

Μεμνήμεθα τοίνυν τοῦτό γε τοσοῦτον τῶν τότε, ὅτι τῶν ἁπάντων τὰ μὲν κινεῖσθαι, τὰ δὲ μένειν ἔθεμεν.

Ναί.

Τῶν δ’ αὖ κινουμένων τὰ μὲν ἐν ἐνὶ τόπῳ κινεῖσθαι, τὰ δ’ ἐν πλείοσι φερόμενα.

Ἔστι ταύτῃ.

Τούτοιν δὴ τοῖν κινήσεοιν τὴν ἐν ἐνὶ φερομένην ἀεὶ περί γέ τι μέσον ἀνάγκη κινεῖσθαι τῶν ἐντόρνων οὐσῶν μίμημά τι κύκλων, εἶναί τε αὐτὴν τῇ τοῦ νοῦ περιόδῳ πάντως ὡς δυνατὸν οἰκειοτάτην τε καὶ ὁμοίαν.

Πῶς λέγεις;

Τὸ κατὰ ταὐτὰ δήπου καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ καὶ περὶ τὰ αὐτὰ καὶ πρὸς τὰ αὐτὰ καὶ ἕνα λόγον καὶ τάξιν μίαν ἄμφω κινεῖσθαι λέγοντες νοῦν τήν τε ἐν ἐνὶ φερομένην κίνησιν, σφαίρας ἐντόρνου ἀπεικασμένα φοραῖς, οὐκ ἄν ποτε φανεῖμεν φαῦλοι b δημιουργοὶ λόγῳ καλῶν εἰκόνων.

Ὀρθότατα λέγεις.

Οὐκοῦν αὕτη γε ἡ μηδέποτε ὡσαύτως μηδὲ κατὰ τὰ αὐτὰ μηδ’ ἐν ταὐτῷ μηδὲ περὶ ταὐτὰ μηδὲ πρὸς τὰ αὐτὰ μηδ’ ἐν ἐνὶ φερομένη μηδ’ ἐν κόσμῳ μηδ’ ἐν τάξει μηδ’ ἔν τινι λόγῳ κίνησις ἀνοίας ἂν αὖ πάσης εἴη ξυγγενής.

Εἴη γὰρ ἂν ἀληθέστατα.

Τανῦν δὴ χαλεπὸν οὐδὲν ἔτι διαρρήδην εἰπεῖν ὡς, ἐπειδὴ ψυχὴ μέν ἐστιν ἡ περιάγουσα ἡμῖν πάντα, τὴν δὲ οὐρανοῦ περιφορὰν ἐξ ἀνάγκης περιάγειν φατέον ἐπιμελουμένην καὶ κοσμοῦσαν ἤτοι τὴν ἀρίστην ψυχὴν ἢ τὴν ἐναντίαν.

Ὦ ξένε, ἀλλ’ ἐκ γε τῶν νῦν εἰρημένων

v.2.p.148
ὅσιον ἄλλως λέγειν ἢ πᾶσαν ἀρετὴν ἔχουσαν ψυχὴν μίαν ἢ πλείους περιάγειν αὐτά.

Κάλλιστα, ὠ Κλεινία, ὑπήκουσας τοῖς λόγοις. τόδε δὲ προσυπάκουσον ἔτι.

Τὸ ποῖον;

Ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα, εἴπερ ψυχὴ περιάγει πάντα, ἆρ’ οὐ καὶ ἓν ἕκαστον;

Τί μήν;

Περὶ ἑνὸς δὴ ποιησώμεθα λόγους, οἱ καὶ ἐπὶ πάντα ἁρμόττοντες ἡμῖν τὰ ἄστρα φανοῦνται.

Τίνος;

Ἡλίου πᾶς ἄνθρωπος σῶμα μὲν ὁρᾷ, ψυχὴν δὲ οὐδείς· οὐδὲ γὰρ ἄλλου σώματος οὐδενὸς οὔτε ζῶντος οὔτε ἀποθανόντος τῶν ζῴων οὐδενός], ἀλλὰ ἐλπὶς πολλὴ τὸ παράπαν τὸ γένος ἡμῖν τοῦτο ἀναίσθητον πάσαις ταῖς τοῦ σώματος αἰσθήσεσι περιπεφυκέναι, νοητὸν δὲ εἶναι. μόνῳ νῷ δὴ καὶ νοήματι λάβωμεν αὐτοῦ πέρι τὸ τοιόνδε.

Ποῖον;

Ἥλιον εἰ περιάγει ψυχὴ, τριῶν αὐτὴν ἴν λέγοντες δρᾶν σχεδὸν οὐκ ἀποτευξόμεθα.

Τίνων;

Ὡς ἢ ἐνοῦσα ἐντὸς τῷ περιφερεῖ τούτῳ φαινομένῳ σώματι πάντη διακομίζει τὸ τοιοῦτον, καθάπερ ἡμὰς ἡ παρ’ ἡμῖν ψυχὴ πάντη περιφέρει· ἤ ποθεν ἔξωθεν σῶμα αὑτῇ πορισαμένη πυρὸς ἤ τινος ἀέρος, ὡς λόγος ἐστί τινων, ὠθεῖ βίᾳ σώματι σῶμα· ἢ τρίτον αὐτὴ ψιλὴ σώματος οὖσα, ἔχουσα δὲ δυνάμεις ἄλλας τινὰς ὑπερβαλλούσας, θαύματι ποδηγεῖ.

Ναί.

Τοῦτο μὲν ἀνάγκη, τούτων ἔν γέ τι δρῶσαν ψυχὴν πάντα διάγειν.”

v.2.p.149

Ταῦτα μὲν οὖν ἐν τῷ δεκάτῳ τῶν Νόμων εἴρηται τῷ φιλοσόφῳ. καὶ ἐν τῷ Φιλήβῳ δὲ ἐπάκουσον ὅπως τὴν αὐτὴν κατασκευάζει διάνοιαν

῾Πάντες γὰρ συμφωνοῦσιν οἶ σοφοὶ, ὄντως σεμνύνοντες, ὡς νοῦς ἐστι βασιλέ’ ὗς ἡμῖν οὐρανοῦ τε καὶ γῆς. καὶ ἴσως εὑ λέγουσι· διὰ μακροτέρων δ’, εἰ βούλει, τὴν σκέψιν αὐτοῦ τοῦ γένους ποιησώμεθα.

Λέγε ὅπως βούλει, μηδὲν μῆκος ὑπολογιζόμενος ἡμῖν, ὦ Σώκρατες, ὡς οὐκ ἀπεχθησόμενος.

Καλῶς εἶπας. ἀρξώμεθα δέ πως ὧδε ἐπανερωτῶντες.

Πῶς;

Πότερον, ὢ Πρώταρχε, τὰ ξύμπαντα καὶ τόδε τὸ καλούμενον ὅλον ἐπιτροπεύειν φῶμεν τὴν τοῦ ἀλόγου καὶ εἰκῆ δύναμιν καὶ τὸ ὅπη ἔτυχεν, ἢ τἀναντία, καθάπερ οἶ πρόσθεν ἡμῶν ἔλεγον, νοῦν καὶ φρόνησίν τινα θαυμαστὴν συντάττουσαν διακυβερναν;

Οὐδὲν τῶν αὐτῶν, ὢ θαυμάσιε Σώκρατες· ὃ μὲν γὰρ δὴ σὺ λέγεις, νῦν] οὐδ’ ὅσιον εἶναί μοι φαίνεται· τὸ δὲ νοῦν πάντα διακοσμεῖν αὐτὰ φάναι καὶ τῆς ὄψεως τοῦ κόσμου καὶ ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ πάσης τῆς περιφορᾶς ἄξιον, καὶ οὐκ ἄλλως ἔγωγ’ ἄν ποτε περὶ αὐτῶν εἴποιμι, οὐδ’ ἂν δόξαιμι.

Βούλει δή τι καὶ ἡμεῖς τοῖς ἔμπροσθεν ὁμολογούμενον ξυμφήσωμεν, ὡς ταῦθ’ οὕτως ἔχει; καὶ μὴ μόνον οἰώμεθα δεῖν τὰ ἀλλότρια ἄνευ κινδύνου λέγειν, ἀλλὰ καὶ συγκινδυνεύωμεν καὶ μετέχωμεν [*](2 ἐν τῷ Φιλήβῳ] p. 28.)

v.2.p.150
τοῦ ψόγου, ὅταν ἀνὴρ δεινὸς φῇ ταῦτα μὴ οὕτως, ἀλλ’ ἀτάκτως ἔχειν;

Πῶς γὰρ οὐκ ἄν βουλοίμην;

Ἴθι δὴ, τὸν ἐπιόντα περὶ τούτων λὀγον νῦν ἡμῖνἄθρει.

δέγε μόνον.

Τὰ περὶ τὴν τῶν σωμάτων φύσιν ἁπάντων τῶν Ξᾠων, πῦρ καὶ ὕδωρ καὶ πνεῦμα, καθορῶμέν που, Καὶ γῆν, κθάπερ οἰ χειμαζόμενοί φασιν, ἐνόντα ἐν τῇ συστάσει;

Καὶ μάλα. Χειμαζόμεθα γὰρ ὄντως ὑπὸ ἀπορίας ἐν τοῖς νῦν λόγοις.

Φέρε δὴ περὶ ἑκάστου τῶν παρ’ἡμῖν λάβε τὸ Τοιόνδε.

Ποῖον;

Ὅτι σμικρόν τε τούτων ἕκαστον παρ’ἡμῖν ἕνεστι καὶ φαῦλον καὶ οὐδαμῆ οὐδαμῶς εἰλικρινές ὄν καὶ τὴν δύναμιν οὐκ ἀξίαν τῆς φύσεως ἔχον. ἐν ἐνὶ δὲ λαβὼν περὶ πάντων νόει ταὐτόν. Οἶον πῦρ ἔστι μέν που παρ’ἡμῖν, ἔστι δ’ἐν τῷ παντἰ.