Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Οὐκοῦν ἀκούετε λοιπὸν τοῦ μύθου. ἐσμὲν γὰρ δὴ πάντες οἱ ἐν τῇ πόλει ἀδελφοὶ, ὡς φήσομεν πρὸς αὐτοὺς μυθολογοῦντες, ἀλλ’ ὁ θεὸς πλάττων, ὅσοι μὲν ὑμῶν ἱκανοὶ ἄρχειν, χρυσὸν ἐν τῇ γενέσει ξυνέμισγεν αὐτοῖς, διότι τιμιώτατοί εἰσιν· ὅσοι δ’ ἐπίκουροι, ἄργυρον· σίδηρον δὲ καὶ χαλκὸν τοῖς γεωργοῖς καὶ τοῖς ἄλλοις δημιουργοῖς.

ἅτε οὖν ξυγ- γενεῖς ὄντες ἅπαντες, τὸ μὲν πολὺ ὁμοίους ἂν ὑμῖν αὐτοῖς γεννῷτε, ἔστι δ’ ὅτε ἐκ χρυσοῦ γεννηθείη ἂν ἀργυροῦν, καὶ ἐξ ἀργυροῦ χρυσοῦν ἔκγονον, καὶ τἄλλα πάντα ἐξ ἀλλήλων οὕτως.

τοῖς οὖν ἄρχουσι [*](18 Πλάτων’] Kep. 3 p. 415.)

v.2.p.129
καὶ πρῶτον καὶ μάλιστα παραγγέλλει ὁ θεὸς ὅπως μηδενὸς οὕτω φύλακες ἀγαθοὶ γένωνται, μηδ’ οὕτω σφόδρα φυλάξωσι μηδὲν ὡς τοὺς ἐκγόνους, ὅ τι αὐτοῖς τούτων ἐν ταῖς ψυχαῖς παραμέμικται, καὶ ἐὰν σφέτερος ἔκγονος ὑπόχαλκος ἢ ὑποσίδηρος γένηται, μηδενὶ τρόπῳ κατελεήσωσιν, ἀλλὰτὴν τῇ φύσει προσήκουσαν τιμὴν ἀποδιδόντες ὤσουσιν ἢ εἰς δημιουργοὺς ἢ γεωργοὺς, καὶ ἐὰν αὖ ἐκ τούτων ἢ ὑπόχρυσος ἢ ὑπάργυρος φυῇ τις, τιμήσαντες ἀνάξουσι τοὺς μὲν εἰς φυλακὴν, τοὺς δ’ εἰς ἐπικουρίαν, ὡς χρησμοῦ ὄντος τότε τὴν πόλιν διαφθαρῆναι, ὅταν αὐτὴν ὁ σιδηροῦς φύλαξ ἢ ὁ χαλκοῦς διαφυλάξῃ. τοῦτον οὖν τὸν μῦθον ὅπως ἂν πεισθεῖεν ἔχεις τινὰ μηχα- νῆν;”

Τῆς παρ’ Ἑβραίοις προφητείας φασκούσης πρὸς τοὺς προεστῶτας τοῦ πλήθους “ὠ ποιμένες Ἰσραὴλ, μὴ βόσκουσι ποιμένες ἑαυτούς; οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; ἰδοὺ τὸ γάλα κατεσθίετε, καὶ τὸ παχὺ σφάζετε , καὶ τὰ ἔρια περιβάλλεσθε, καὶ τὰ πρόβατά μου οὐ βόσκετε · καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, καὶ τὸ συντετριμένον οὐ κατεδήσατε, καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε·” ἀλλὰ καὶ τοῦ σωτηρίου λόγου φάσκοντος “ ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων, ὁ δὲ μισθωτὸς καὶ οὐκ ὢν ποιμὴν, οὗ οὐκ ἔστιν ἴδια τὰ πρόβατα, καταλείπει αὐτά”, ἐπάκουσον καὶ τοῦ Πλάτωνος ἐν τῷ πρώτῳ τῆς Πολιτείας ὅπως ποτὲ ταῦτα διερμηνευει

“ Νῦν δὲ ὁρᾷς, ὠ Θρασύμαχε , ἔτι γὰρ τὰ ἐμπροδθεν ἐπισκεψώμεθα, ὅτι τὸν ὡς ἀληθῶς ἰατρὸν [*](27 τῷ πρώτω τῆς Πολιτείας] p. 345.)

v.2.p.130
τὸ πρῶτον ὁριζόμενος τὸν ὡς ἀληθῶς ποιμένα, οὐκέτι ᾤου δεῖν ὕστερον ἀκριβῶς φυλάξαι, ἀλλὰ πιαίνειν οἴει αὐτὸν τὰ πρόβατα, καθ’ ὅσον ποιμήν ἐστιν, οὐ πρὸς τὸ τῶν προβάτων βέλτιστον βλέποντα, ἀλλ’ ὥσπερ δαιτυμόνα τινὰ καὶ μέλλοντα ἑστιάσασθαι πρὸς τὴν εὐωχίαν, ἢ αὖ πρὸς τὸ ἀποδόσθαι, ὥσπερ χρη- ματιστὴν, ἀλλ’ οὐ ποιμένα. τῇ ποιμενικῇ δ’ οὐ δήπου ἄλλου του μέλει ἢ ἐφ’ ᾧ τέτακται, ὅπως τούτῳ τὸ βέλτιστον ἐκποριεῖ, ἐπεὶ τά γε αὐτῆς ὥστ’ εἶναι βελτίστην ἱκανῶς δήπου ἐκπεπόρισται, ἴως γε ἂν μηδὲν ἐνδέῃ τοῦ ποιμενικὴ εἶναι. οὕτω δὴ ᾤμην ἔγωγε νῦν δὴ ἀναγκαῖον εἶναι ἡμῖν ὁμολογεῖν πᾶσαν ἀρχὴν, καθ’ ὅσον ἀρχὴ, μηδενὶ ἄλλῳ τὸ βέλτιστον σκοπεῖσθαι ἢ ἐκείνῳ τῷ ἀρχομένῳ τε καὶ θεραπευομένῳ, ἐν πολιτικῇ καὶ ἰδιωτικῇ ἀρχῇ. σὺ δὲ τοὺς ἄρχοντας ἐν ταῖς πόλεσι, τοὺς ὡς ἀληθῶς ἄρχοντας, ἑκόντας οἴει ἄρχειν;”

Τῆς παρ’ Ἑβραίοις προφητείας λεγούσης “ ἐκ τοῦ φόβου σου , κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας” ὁ Πλάτων ἐν Θεαιτήτῳ τάδε λέγοντα Σωκράτην ποιεῖ

“Πάσχουσι δὴ οἶ ἐμοὶ συγγιγνόμενοι ταὐτὸν ταῖς τικτούσαις· ὠδίνουσι γὰρ καὶ ἀπορίας ἐμπίπλανται νύκτας τε καὶ ἡμέρας πολὺ μᾶλλον ἢ ἐκεῖναι. ταύτην δὲ τὴν ὠδῖνα ἐγείρειν τε καὶ ἀποπαύειν ἡ ἐμὴ τέχνη δύναται.”